TLG 4294 001 :: LEXICON VINDOBONENSE :: Lexicon Vindobonense (auctore Andrea Lopadiota) (e cod. phil. gr. Vindob. 169) LEXICON VINDOBONENSE Lexicogr. Lexicon Vindobonense (auctore Andrea Lopadiota) (e cod. phil. gr. Vindob. 169) Citation: Alphabetic letter — entry — (line) | ||
alphat | Α. | |
alpha1 | ἀνῆκεν ἀντὶ τοῦ εἴασε καὶ ἠλευθέρωσε. Λιβάνιος· ὡς δὲ ἀνῆκά ποτε δοκῶν αὐτὴν ἐπηνωρθῶσθαι, πῦρ ἐπὶ πῦρ ᾐσθόμην. καὶ ἀνῆκεν ἀντὶ τοῦ ἀνέδωκε καὶ ἀνεβλάστησε. Χρυσόστομος· ὁ δη‐ μιουργὸς ἀνῆκε τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου. καὶ | |
5 | ἀνῆκεν ἀντὶ τοῦ ἐνέδωκε καὶ ὑπεχάλασεν. Ἀριστείδης· οὐδὲν μᾶλ‐ λον ἀνῆκεν οὐδὲ ἐξέστη. καὶ ἀνῆκεν ἀντὶ τοῦ ἐνέβαλε. Χρυσόστο‐ μος· πῦρ ἀνῆκεν εἰς τὰς ἡμετέρας ψυχάς. | |
---|---|---|
alpha2 | ἀθρόοι ἀντὶ τοῦ ὁμοῦ. Θουκυδίδης· περιουσίαν δὲ εἰ ἦλ‐ θον ἔχοντες τροφῆς καὶ ὄντες ἀθρόοι ἄνευ λῃστείας καὶ γεωργίας ξυνεχῶς τὸν πόλεμον διέφερον. καὶ Συνέσιος· δεῖ δὲ οὐ μόνον ἀθρό‐ ους, ἀλλὰ καὶ καθ’ ἕνα εὐεργετεῖν. καὶ ἀθρόοι ἀντὶ τοῦ αἰφνίδιοι καὶ | |
5 | ἀπροσδόκητοι. τούτου τὰ παραδείγματα ἄπειρα. | |
alpha3 | ἁπλῶς ἀντὶ τοῦ ἀμιγῶς καὶ μονομερῶς. τῶν πραγμάτων τὰ μὲν λέγονται ἁπλῶς, τὰ δὲ πρὸς ἄλληλα. καὶ ἁπλῶς ἀντὶ τοῦ ἀναι‐ τίως. Χρυσόστομος· οὐδὲ γὰρ ἁπλῶς τοσαύτῃ συγκαταβάσει ἡ | |
θεία γραφὴ κέχρηται, ἀλλὰ διὰ τῆς παχύτητος τῶν λέξεων διδάσκου‐ | 1 | |
5 | σα ἡμᾶς τὴν τοῦ θεοῦ φιλανθρωπίαν. καὶ ἁπλῶς ἀντὶ τοῦ συντόμως. ἁπλῶς δὲ εἰπεῖν, ἑκάστῳ τῶν μὴ σφόδρα ἀνοήτων. | |
alpha4 | ἀγάλλω ἐνεργητικῶς ἀντὶ τοῦ καλλύνω. Συνέσιος· καὶ τριχῶν αὐτὴν ἀγάλλει κάλλεσιν. | |
alpha5 | ἀκρωτηριάσας ἀντὶ τοῦ τὰ ἄκρα τεμών. καὶ ἀκρωτηριά‐ σας ἀντὶ τοῦ τὸ πᾶν ἐκτεμών. Χρυσόστομος· καὶ τῆς ἀφαιρέσεως αὐτῷ τὴν αἰτίαν ἐπιγράφομεν διὰ τῆς ἁμαρτίας τὴν ἐξουσίαν ἀκρω‐ τηριάσαντι. | |
alpha6 | ἀναγινωσκόμενος λόγος καὶ ἀναγινωσκόμενος ἄνθρωπος ἀντὶ τοῦ ἀναπειθόμενος, ὡς παρ’ Ἀντιφῶντι καὶ Ἰσαίῳ καὶ Ἡρο‐ δότῳ. | |
alpha7 | ἀργυρογνώμονες οἱ καταλλάκται. Λιβάνιος· τοὺς ἀργυ‐ ρογνώμονας συκοφαντεῖσθαι λέγουσι. καὶ Μάξιμος· ἀλλ’ ὥσπερ τοὺς ἀργυρογνώμονας ἐξετάζειν ἔδει, ὁπότερος αὐτῶν τοῦ δοκίμου γνωριστικός. | |
alpha8 | ἀνάδικοι κρίσεις αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ψευδομαρ‐ τυριῶν ἁλῶσιν οἱ μάρτυρες. καὶ ἀναδικάσασθαι τὸ ἄνωθεν δικά‐ | |
σασθαι. Ἰσαῖος οὕτω γράφει. | 2 | |
alpha9 | ἀντίληψις ἡ ἁπλῶς λῆψις. Συνέσιος· ὅπως οὖν μὴ παρέ‐ χοιεν ἐκ τῶν τριχῶν ἀντίληψιν, ἀπεκείραντο. | |
alpha10 | ἀγραφίου εἶδός τι δίκης οὕτω καλουμένης κατὰ τῶν ὀφει‐ λόντων μὲν τῷ δημοσίῳ καὶ διὰ τοῦτο γραφέντων, εἶτα πρὶν ἐκτῖσαι ἐξαλειφθέντων. | |
alpha11 | ἀργυρολογεῖ ἀντὶ τοῦ πλουτεῖ. ὁ μέγας Βασίλειος· πρόσ‐ εχε ὅτι ἀπὸ συμφορῶν κερδαίνεις καὶ ἀπὸ δακρύων ἀργυρολογεῖς. | |
alpha12 | αἰδέσασθαι ἀντὶ τοῦ πεισθῆναι Λυσίας ἐν τῷ κατὰ Δημοσθένους ἐπιτροπῆς καὶ Δημοσθένης ἐν τῇ πρὸς Ναυσίμαχον. | |
alpha13 | ἀναβάλλεται ἀντὶ τοῦ ἐνδύεται, ὅθεν καὶ ἀναβολὴ τὸ ἔν‐ δυμα. καὶ ἀναβάλλεται ἀντὶ τοῦ ὑπερτίθεται. θεολόγος· καὶ ἀνα‐ βάλλεται τὸ ἐπίταγμα. καὶ ἀναβάλλεται ἀντὶ τοῦ ἄρχεται ᾄδειν. Θεόκριτος· ὅδ’ ἀνεβάλλετο καλὸν ἀείδειν. καὶ ἀναβάλλεται ἀντὶ | |
5 | τοῦ ἁπλῶς ᾄδει. Ἀφθόνιος· οἱ δὲ τέττιγες μουσικὴν ἀνεβάλλοντο σύντονον. καὶ ἀναβάλλεται ἀντὶ τοῦ ἀναδέχεται καὶ ὑπομένει. Ἡρό‐ δοτος· ἀλλὰ περὶ μὲν χώρης ἄρα οὐ πολλῆς οὐδὲ οὕτω χρηστῆς καὶ οὔρων σμικρῶν χρεών ἐστιν ἡμᾶς μάχας ἀναβάλλεσθαι πρός τε Μεσ‐ σηνίους. | 3 |
alpha14 | ἀποποιεῖται ἀντὶ τοῦ ἀρνεῖται. Μάξιμος· καὶ τὰ μὲν ἄλλα ἅπαντα ἀποποιεῖται εἰδέναι. | |
alpha15 | ἀνασπᾷ τὰς ὀφρῦς ἀντὶ τοῦ ἀλαζονεύεται. Χρυσόστο‐ μος· ἵνα, κἂν μυριάκις τὰς ὀφρῦς ἀνασπάσωμεν, καταστελλώμεθα. καὶ ἀνασπᾷ ἀντὶ τοῦ ἀνιμᾶται. Ἰώσηπος· ἐκ τοῦ φρέατος ἀνέσπα‐ σαν ὕδωρ. | |
alpha16 | ἄκριτος ὁ μὴ κριθείς. καὶ ἄκριτος ὁ ἀδιάκριτος παρὰ Δη‐ μοσθένει ἐν τῷ ὑπὲρ Κτησιφῶντος. | |
alpha17 | ἀναβάλλει ἐνεργητικῶς ἀντὶ τοῦ ἀναβολὰς καθίστησι. Δημοσθένης ἐν προοιμίοις· δεηθεὶς ὑμῶν μὴ θορυβῆσαι μηδ’ ἀνα‐ βάλλειν ποιῆσαί με καὶ χρόνον ἐμποιεῖν. | |
alpha18 | ἄνθη λέγουσιν οἱ Ἀττικοὶ ὡς βλάστη. Συνέσιος· τὸ δὲ | |
δὴ παιδαρίοις ἐπιτρέπειν τὴν ἄνθην τῆς κόμης. | 4 | |
alpha19 | ἀπήρχοντο ἀντὶ τοῦ προκατῆρχον. θεολόγος· ἧς αὐτὸς ἀπήρξατο. καὶ ἀπήρχοντο ἀντὶ τοῦ ἀπαρχὰς ἐποίουν. Λιβάνιος· ἤδη τινὲς τῶν παλαιῶν καὶ δρυῶν καὶ κόμης ἀπήρχοντο. | |
alpha20 | ἀνάκρισις ἐξέτασις ὑφ’ ἑκάστης ἀρχῆς γινομένη πρὸ τῶν δικῶν περὶ τῶν συντεινόντων εἰς τὸν ἀγῶνα, εἰ ὅλως εἰσάγειν χρή. | |
alpha21 | ἀναμετροῦνται ἀντὶ τοῦ ὑφίστανται. Λιβάνιος· οἱ τὴν θάλατταν τολμῶντες οὐ μικροῦ κέρδους ἕνεκα ἀναμετροῦνται κιν‐ δύνους. πληθυντικῶς δὲ λέγεται. | |
alpha22 | ἄγει ἀντὶ τοῦ πανηγυρίζει. Ἀριστοφάνης· ἄγουσιν οὖν τὸν Ἴακχον ὅνπερ ὁ Διαγόρας. καὶ ἄγει ἀντὶ τοῦ ἡγεῖται. Ἀριστεί‐ δης· εἰκότως ἂν οὐ περίεργος νομιζοίμην ἐν πατρίδος μοίρᾳ τὴν πόλιν ὑμῶν ἄγων. καὶ ἄγω ἀντὶ τοῦ ἔχω, ὡς τὸ οὐκ ἄγω σχολήν. καὶ ἀντὶ | |
5 | τοῦ κομίζω. καὶ ἀντὶ τοῦ παιδαγωγῶ, ὅθεν καὶ ἀγωγή. θεολόγος· τοὺς μὲν γὰρ ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγμασι. καὶ ἀντὶ τοῦ συντρίβω, ὅθεν καὶ κατεαγώς· ἔχει δὲ τὴν δύναμιν τοῦτο ἀπὸ τῆς προθέσεως. | |
alpha23 | ἀπαράκλητος ὁ μὴ παρακληθῆναι δυνάμενος. καὶ ἀπα‐ ράκλητος ὁ μὴ κληθεὶς καὶ ἀπαντῶν. Θουκυδίδης· πολλοὶ τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ’ ἁρπαγὴν ἠκολούθουν. | 5 |
alpha24 | ἀναιρεῖ ἐνεργητικῶς ἀντὶ τοῦ φονεύει. καὶ ἀναιρεῖ ἀντὶ τοῦ ἐκβάλλει καὶ ἀφανίζει. Μάξιμος· καὶ τὰ μαντεῖα ἀναιρεῖ καὶ ταῖς φήμαις ἀπιστεῖ. καὶ ἀναιρεῖ ἀντὶ τοῦ νικᾷ. Ἡρόδοτος· Ὀλύμ‐ πια ἀνῃρηκώς. ἀναιρεῖται δὲ παθητικῶς ἀντὶ τοῦ φονεύεται. καὶ | |
5 | ἀντὶ τοῦ ἀναλαμβάνει καὶ ἰδιοποιεῖται. Ἑρμογένης· ἐξετίθεσαν Ἀθηναῖοι τὰ γένη, Μεγαρεῖς ἀναιρούμενοι ἔτρεφον. | |
alpha25 | ἀντιγραφὴ ἰδίως μὲν ἐπὶ ταῖς τῶν κλήρων διαδικασίαις λέγεται, ὅταν τις ὡς ἄπαιδος ὄντος τοῦ τετελευτηκότος ἑαυτῷ φάσκῃ προσήκειν τὸν κλῆρον κατὰ γένους δόσιν· κοινῶς δὲ ἐν ταῖς δίκαις ταῖς δημοσίαις τὰ τῶν δικαζομένων γράμματα ἃ ἐδίδοσαν περὶ τοῦ | |
5 | πράγματος ἀντιγραφαὶ ἐκαλοῦντο. ἀντιγραφὴ λέγεται καὶ τὰ μαρ‐ τύρια, ὡς ἔστι παρὰ Πλάτωνι ἐν Σωκράτους ἀπολογίᾳ. | |
alpha26 | ἄπαγε ἀντὶ τοῦ ἄπελθε, ὡς Ἀριστοφάνης· ἄπαγε τὸν ἵππον ἐξαλίσας οἴκαδε. καὶ ἄπαγε ἀπαγορευτικὸν ἐπὶ τῶν ἀπο‐ τροπῆς ἀξίων λεγόμενον. καὶ ἄπαγε ἀντὶ τοῦ ἀπαγωγῇ χρῶ, ὡς ὁ Δημοσθένης ἐν τῷ κατὰ Κόνωνος. ἔστι δὲ ἀπαγωγὴ εἶδος | |
5 | δίκης. | 6 |
alpha27 | ἀνάκειται σκώμμασιν ἀντὶ τοῦ σκώπτεται· ἀνάκειται δὲ πόρναις, κύβοις, συμποσίοις, ἀντὶ τοῦ πορνεύει, κυβεύει, συμπο‐ σιάζει. | |
alpha28 | ἀθύρει ἀντὶ τοῦ παίζει. Πλάτων· κεναῖς χερσὶν οὐκ ᾠήθη δεῖν ἀθύρειν. | |
alpha29 | ἀκράτεια ἡ ἀσθένεια παρὰ Ξενοφῶντι· οἰόμενοι δι’ ἀμέ‐ λειάν τε καὶ ἀκράτειαν ἀπολωλέναι τὰς ναῦς. | |
alpha30 | ἀπεργασάμενος ἀντὶ τοῦ ποιήσας, καὶ ἀπεργασάμενος ἐκ τῶν ἔργων ὧν εἰργάσατο ἀποδούς. | |
alpha31 | ἀμβλισκάνει ἀντὶ τοῦ ἐξαμβλώττει. Μάξιμος· ἀλλὰ πολλαὶ ἀμβλισκάνουσιν ἢ δι’ ἀτεχνίαν τῶν μαιουμένων ἢ διὰ σφο‐ δρότητα τῶν ὠδίνων. | |
alpha32 | ἄθυμος ὁ μὴ θυμούμενος. Μάξιμος· ὡς ἄθυμος λέων, ὡς βοῦς ἄκερως. καὶ ἄθυμος ὁ ἀπρόθυμος. Συνέσιος· ἀλλ’ ὁ μὴ πάσῃ τῇ γνώμῃ δεδογμένα ποιῶν ἄθυμος ἔρχεται πρὸς τὴν πρᾶξιν. | |
alpha33 | ἀπολελοιπότες ἐκλαμβάνεται καὶ ἐπὶ νίκης ἀπὸ μετα‐ φορᾶς τῶν δρομέων. | |
alpha34 | ἀβασάνιστος ἀντὶ τοῦ ἀνεξέταστος, ἀπὸ βασάνου τῆς λίθου. καὶ ἀβασάνιστος ὁ ἀτιμώρητος. θεολόγος· πότερον ἀρετῆς ἔλεγχος ἢ κακίας βάσανος. ἀπὸ γὰρ βασάνου γίνεται τὸ βασανίζειν. | 7 |
alpha35 | ἀπόμισθοι οἱ μισθὸν μὴ λαμβάνοντες. παρὰ Δημοσθένει ἐν Φιλιππικοῖς καὶ ἐν τῷ κατὰ Ἀριστοκράτους. | |
alpha36 | ἁβραῖς ἀντὶ τοῦ ἁπαλαῖς καὶ τρυφεραῖς. Αἰλιανός· ἐπὶ κλίναις μάλα ἁβραῖς. | |
alpha37 | ἀποικοδομεῖ ἀντὶ τοῦ οἰκήματά τινα ἀποφράττει, ὡς παρὰ Δημοσθένει ἐν τῷ πρὸς Καλλικλέα. | |
alpha38 | ἀποστησάμενον ἀντὶ τοῦ πρὸς σταθμὸν παραλαβόντα, ὡς παρὰ Δημοσθένει ἐν τῷ πρὸς Τιμόθεον. | |
alpha39 | ἀγενὴς ὁ εὐτελὴς κατὰ γένος, καὶ ἀγενὴς ὁ ἄνανδρος. Προκόπιος· ἔθεντο γὰρ οἱ Ῥωμαῖοι σπονδὰς ἀγενεῖς πρὸς Οὔνους. | |
alpha40 | ἀπόταφος ὁ τῶν προγονικῶν τάφων στερηθείς. Δείναρ‐ χος οὕτω λέγει ἐν τῇ κατ’ Ἀγασικλέους εἰσαγγελίᾳ. | |
alpha41 | ἀγνώμονες οἱ ἀχάριστοι· παρὰ δὲ Πλάτωνι οἱ ἀμαθεῖς· | |
παρὰ δὲ Δημοσθένει οἱ ἀλόγιστοι. | 8 | |
alpha42 | ἀποτειχίσαι καὶ ἀντὶ τοῦ περικλεῖσαι ἐντὸς τειχῶν καὶ ἀντὶ τοῦ ἀφεῖναι ἐκτὸς τειχῶν. | |
alpha43 | ἀναβιώσκεται μᾶλλον λέγουσιν οἱ Ἀττικοὶ ἢ ἀναβιοῖ καὶ ἀναζῇ. | |
alpha44 | ἀγώνισμα ἡ σπουδὴ καὶ ἐπιμέλεια. ἀγώνισμα τίθεται συλλαβεῖν αὐτόν. | |
alpha45 | ἀναίρεσις ἡ σφαγή· καὶ ἀναίρεσις ἡ ἀνακομιδή. Εὐρι‐ πίδης· ὀστέων φυλάσσων ἀναίρεσιν. καὶ Λυσίας· πέμψαντες κή‐ ρυκας ἐδέοντο αὐτῶν δοῦναι τῶν νεκρῶν ἀναίρεσιν. καὶ ἀναίρεσις ἡ ἐκβολὴ καὶ ὁ ἀφανισμός. θεολόγος· οὐ γὰρ ὥσπερ τῶν ἁμαρτη‐ | |
5 | μάτων ἐξάλειψιν ἔχει τὸ λουτρόν, οὕτω καὶ τῶν κατορθωμάτων ἀναί‐ ρεσιν. | |
alpha46 | ἀνάστασις ἡ ἔγερσις. καὶ ἀνάστασις ἡ ἀναστάτωσις καὶ ὁ ἀφανισμός. Μάξιμος· ταῦτά ἐστιν ὑμῶν, ὦ πονηροί, τὰ θέσκελα ἔργα, ἀνάστασις καὶ κακῶν αὐχμὴ καὶ φλεγμονὴ νόσου. | |
alpha47 | ἀθανὴς γράφουσιν οἱ Ἀττικοὶ καθ’ ὁμοίωσιν τοῦ ἡμιθανής. Μάξιμος· ἡ ψυχὴ ἀναπτᾶσα οἰχήσεται ἀθανὴς καὶ ἀγήρως. | |
alpha48 | ἀργυρόπους ὁ δίφρος ἐκαλεῖτο τοῦ Ξέρξου ὁ καὶ αἰχμά‐ λωτος, ἐφ’ οὗ καθεζόμενος ἐθεώρει τὴν ναυμαχίαν. ἀνετέθη δὲ ὑπὸ τῶν Ἀθηναίων εἰς τὸν παρθενῶνα τῆς Ἀθηνᾶς. | |
alpha49 | ἀποκτείνειν μᾶλλον λέγουσιν οἱ Ἀττικοὶ ἢ ἀποκτιννύειν. | |
καὶ ἀπεκτόνασιν, οὐκ ἀπεκτάκασι. Συνέσιος· ἀπέκτονέ τις φησὶν Ἰωάννης Αἰμύλιον. καὶ Ἡρόδοτος· ἀπέκτονε καὶ τὸν γαμβρὸν Τυδέα. | 9 | |
alpha50 | ἁρμοσταὶ οἱ ὑπὸ Λακεδαιμονίων εἰς τὰς ὑπηκόους πόλεις ἄρχοντες ἐκπεμπόμενοι. | |
alpha51 | ἀπολεγόμενος ἀντὶ τοῦ παραιτούμενος. Πολύβιος· ὁ δὲ παρῃτεῖτο τοὺς Ἀχαιοὺς ἀπολεγόμενος τὴν ἀρχήν. | |
alpha52 | ἀρετῶμαι τὸ ἀρετῆς ἐφίεμαι. Προκόπιος· οἱ μὲν θανα‐ τῶνται, οἱ δὲ ἀρετῶνται. | |
alpha53 | αἷμα ὁ εἷς τῶν τεσσάρων χυμῶν, ὅπερ ἐστὶ θερμὸν καὶ ὑγρόν, αὐξάνον τῶ ἔαρι, τὴν ἀρχὴν ἔχον ἐκ τῆς καρδίας. καὶ αἷμα τὸ ἐγγύτατον τοῦ γένους. καὶ αἷμα ὁ φόνος. | |
alpha54 | αὐτομαχεῖν τὸ δι’ ἑαυτοῦ ἀλλὰ μὴ δι’ ἑτέρου μάχεσθαι. | |
alpha55 | ἀφανὴς οὐσία ἡ ἐν χρήμασι καὶ σώμασι καὶ σκεύεσι φανερὰ ἡ ἔγγειος. | |
alpha56 | ἀναζυγὴ λέγεται ἡ εἰς τὸ ὀπίσω ἀνάζευξις, καὶ ἀναφυγὴ ἡ εἰς τὸ ὀπίσω φυγή. Θουκυδίδης· οὐ γὰρ ἦν ἀναφυγὴ οὐδ’ ἀνά‐ | |
ζευξις. | 10 | |
alpha57 | αὐθημερὸν ἐν μιᾷ ἡμέρᾳ. θεολόγος· πλάττομεν αὐθη‐ μερὸν τοὺς ἁγίους. καὶ πάλιν ὁ αὐτός· ὁ αὐθημερὸν λυόμενος καὶ τριήμερος ἀνιστάμενος. καὶ Θουκυδίδης· καὶ ἐκέλευον ἐκτὸς ὅρων εἶναι αὐθημερόν. | |
alpha58 | ᾄδειν καὶ κοκκύζειν ἐπὶ ἀλεκτρυόνων λέγεται· τὸ ᾄδειν καὶ ἐπὶ κύκνων καὶ χηνῶν. | |
alpha59 | ἀκόλαστος ὁ ἀσελγής· καὶ ἀκόλαστος ὁ ἀτιμώρητος. Συνέσιος· ὅστις δὲ χρόνον πολὺν ἀδικῶν ἀκόλαστος μένει, τοῦτον δεῖ νομίζειν τὸν ἀτυχέστατον. | |
alpha60 | ἄρχει τῆς ἵππου συνεκδοχικῶς ἀντὶ τοῦ τῶν σὺν ἵπποις στρατευόντων, καὶ ἄρχει τοῦ πεζοῦ ἀντὶ τοῦ τῶν χωρὶς ἵππου στρα‐ τευόντων. Θουκυδίδης· στρατηγὸν μὲν τοῦ παντὸς πεζοῦ οἱ ξύμ‐ μαχοι ᾕρηντο τὸν Ἀριστέα, τῆς δὲ ἵππου Περδίκαν. | |
alpha61 | ἁμιλλῶμαι τῷ δεῖνι· ἐξαμιλλῶμαι δὲ τὸν δεῖνα ἀντὶ τοῦ ἀποδιώκω. Εὐριπίδης· τίνες πολιτῶν ἐξαμιλλῶνταί σε γῆς. | |
alpha62 | ἀναφέρειν τὸ εἰς ἄνω μέρος βαστάζειν, ὅθεν καὶ παρ’ Ἀριστοφάνει ἀνάφορον τὸ ἀνὰ τοῖς ὤμοις βασταζόμενον. καὶ ἀναφέ‐ ρειν ἀντὶ τοῦ κουφισμὸν λαμβάνειν τῆς νόσου. Συνέσιος· διὰ ταῦτα ῥᾷον ἦν καὶ ἀνέφερον. καὶ ἀναφέρειν ἀντὶ τοῦ εἰς τοὔπισθεν φέρειν. | |
5 | Εὐριπίδης· λεὼς μὲν εἰς τοὔπισθεν ἀναφέρει πόδα. καὶ ἀναφέρειν ἀντὶ τοῦ φαντάζεσθαι καὶ ἀνασπᾶν. Συνέσιος· καὶ ἀναφέρων ἀπὸ τῶν ἐγγεγραμμένων τὴν ἔμψυχόν σου συνουσίαν. καὶ ἀναφέρειν ἀντὶ τοῦ τὴν αἰτίαν εἰς ἕτερον τιθέναι. Εὐριπίδης· εἰ Φοῖβον ἀναφέ‐ ρουσα τὴν ἁμαρτίαν. καὶ Προκόπιος Γάζης· τὴν σιγὴν ἀναφέρειν | 11 |
10 | τῇ τῆς ὥρας ἀνάγκῃ. καὶ ἀναφέρειν τὸ ἱστορεῖν. Πλούταρχος· ὁ Ἴστρος ἐν τῇ τρισκαιδεκάτῃ τῶν Ἀττικῶν ἀναφέρει περὶ Αἴθρας. καὶ ἀναφέρειν τὸ πρὸς ὑπερέχον πρόσωπον γράμμασιν ἢ προσώποις πλη‐ σιάζουσι παραδηλοῦν περί τινος. | |
alpha63 | ἁγνεύω ἐγώ, ἁγνίζω δὲ ἕτερον. | |
alpha64 | ἀναγκαῖον τὸ ἀπαραίτητον. ὡς τὸ ἀναγκαῖον ζῶντι τῷ ἀνθρώπῳ ἀναπνεῖν. καὶ ἀναγκαῖον τὸ χρειῶδες. Ἰώσηπος· ὡς δ’ ἀπιοῦσαν ἐπιλελοίπει τὰ ἀναγκαῖα, ἐν κακοῖς ἦν. καὶ ἀναγκαῖα τὰ αἰδοῖα. | |
alpha65 | ἀγωνίζομαι ἀμετάβατον, καὶ ἀγωνίζομαι τὸν ἐχθρὸν με‐ ταβατικὸν ἀντὶ τοῦ κατατροποῦμαι. | |
alpha66 | ἀσκήσαντες ἀντὶ τοῦ μαθόντες· καὶ ἀσκήσαντες ἀντὶ τοῦ κοσμήσαντες. Ἰώσηπος· τὰς μάλιστα εὐπρεπεῖς καὶ βιάσασθαι καὶ νικῆσαι τὴν τῶν ὁρώντων σωφροσύνην ἱκανὰς διὰ τὸ κάλλος, ἀσκήσαντες τὴν εὐμορφίαν αὐτῶν ἐπὶ τὸ μᾶλλον εὐπρεπές. | |
alpha67 | ἀνίμησεν ἐκ τοῦ φρέατος, τὸ ἐναντίον καθίμησεν. Ἰώση‐ πος· ἠρέμα καθίμησεν εἰς τὸν λάκκον. | |
alpha68 | ἀναθεὶς ἀντὶ τοῦ ἀναρτήσας. Ἀριστοφάνης· ἡμῖν ἀνα‐ | |
θεὶς ἅπαντα τὰ πράγματα. καὶ Προκόπιος Γάξης· τὸν ὅλον βίον ἀναθεὶς τῷ θεῷ πᾶσιν ἀπεχθάνεται τοῖς ἀδικεῖν βουλομένοις. καὶ ἀναθεὶς ἀντὶ τοῦ ἀναγαγών. Ἀριστοφάνης· ἀναθεὶς γὰρ ἐπὶ κρημ‐ | 12 | |
5 | νόν τιν’ αὐτὸν κᾆτα λιπὼν ἄπειμι. καὶ ἀναθέσθαι ἐπὶ τούτου τοῦ σημαινομένου γράφει Λουκιανός· καὶ δυνησόμεθα δύ’ ὄντες ἀνα‐ θέσθαι ἀράμενοι τὸ Πήλιον ἢ τὴν Ὄσσαν. σημαίνει δὲ τὸ ἀναθέσθαι καὶ τὸ ὑπέρθεσιν ποιήσασθαι. Συνέσιος· καὶ ἀναθέσθαι τὸ σκέμμα μέχρις ἂν αὐτῷ γένηται πρὸς τὴν μακαριωτάτην σου κεφαλὴν ὑπὲρ | |
10 | τούτου ψηφίσασθαι. | |
alpha69 | ἀποστασίου δίκη ἐστὶ κατ’ ἀμφισβητουμένων ἀπελευ‐ θέρων· ἀπροστασίου δὲ κατὰ τῶν οὐ προσνεμόντων προστάτην μετοίκοις. | |
alpha70 | ἀλγῶ ἀμεταβάτως· καὶ ἀλγῶ τὴν κεφαλὴν μεταβατικῶς. | |
alpha71 | ἀγωνία λέγεται φόβος περὶ ἀποτυχίας γενησομένου τινὸς πράγματος· ἀττικῶς δὲ λέγεται καὶ ὁ ἀγών. Ἱμέριος ὁ σοφιστής· καὶ σπεύδει μὲν ἐπὶ πᾶσαν ἀγωνίαν ἀθλητής, ὅταν σπουδαῖον τὸν Ἑλλανοδίκην αἰσθάνηται. | |
alpha72 | ἀπὸ πρόθεσις ἐνίοτε σημαίνει καὶ ἐπίτασιν. Συνέσιος· καὶ Ἀχιλλεὺς ἀνὴρ εὐψυχότατός τε καὶ φιλοκινδυνότατος ἀποδειλιᾷ πρὸς τὸν ἐν ὕδατι θάνατον. ποτὲ δὲ σημαίνει καὶ τὸ ὀλίγον. Θου‐ | |
κυδίδης· νεμόμενοί τε τὰ ἑαυτῶν ἕκαστοι ὅσον ἀποζῆν. | 13 | |
alpha73 | αὐτίκα ἀντὶ τοῦ νῦν. Σοφοκλῆς· αὐτίκα γὰρ ἄνδρες τε‐ λοῦσι τοὖργον. καὶ αὐτίκα ἀντὶ τοῦ καὶ γάρ. Ἀριστοφάνης· αὐτίκα γὰρ ἄρχει διὰ τίν’ ὁ Ζεὺς τῶν θεῶν; καὶ Μάξιμος· γίνεται τοίνυν ἡ μὲν τροφὴ κατὰ τὴν οὐσίαν τοῦ τρέφειν δυναμένου, ἡ δὲ ἡδονὴ | |
5 | κατὰ τὸ πάθος τοῦ ἥδεσθαι εἰθισμένου· τὸ δὲ ἔθος ἄλλο ἄλλῳ. αὐ‐ τίκα γὰρ Ἕλληνες μὲν καὶ Πέρσαι καὶ Λυδοὶ καὶ Φοίνικες καὶ εἴ τι ἄλλο γένος. | |
alpha74 | ἀγοράζει ἀντὶ τοῦ εἰς ἀγορὰν διατρίβει. Λιβάνιος· ἀγο‐ ράζει μὲν αὐτὸς οἴκοι μένοντος ἐμοῦ. | |
alpha75 | ἀξιοῖ ἀντὶ τοῦ δικαιοῖ. Ἀριστοφάνης· σὺ δ’ ἀξιοῖς ἴσως με θεῖν πρὶν ταῦτα φράσαι. καὶ Ἀριστείδης· οὐ γὰρ ἠξίωσαν αὐτὸ δὴ τοῦτο κρύψαντες ἐξαρκεῖν. καὶ ἀξιοῖ ἀντὶ τοῦ καθικετεύει. Λι‐ βάνιος· ἀξιῶ δέ σε μὴ δυσχερῶς ἀκούειν, μετὰ Πηνελόπης καὶ Κλυ‐ | |
5 | ταιμνήστρας εἰ μνημονεύοιμι τῆς Βρισέως. | |
alpha76 | ἀναλαμβάνει τὸ σῶμα ἐκ τῆς νόσου ἀντὶ τοῦ ἀνακουφί‐ ζει καὶ παραμυθεῖται. ὅθεν καὶ ἀναληπτικὴ τροφὴ παρὰ τῷ με‐ γάλῳ Βασιλείῳ· ἡ μετάληψις τῆς ἀναληπτικῆς τροφῆς. | |
alpha77 | ἀργύριον τὰ χρήματα. Ἀριστοφάνης· ἄρχει διὰ τίν’ ὁ Ζεὺς τῶν θεῶν; διὰ τἀργύριον· πλεῖστον γὰρ αὐτῷ. καὶ Συνέσιος· | |
ὑποτείνει δὲ σμικρὸν ἀργύριον. καὶ ἀργύριον ὁ ἄργυρος. Ἀριστο‐ φάνης· εἴ τι κέκλοφας νὴ Δία ἀργύριον ἢ χρυσίον παρὰ τοῦ θεοῦ | 14 | |
5 | λαβών. | |
alpha78 | ἄχρι παντὸς ἀντὶ τοῦ διόλου. Λιβάνιος· τὸν οὐκ ἄρχι παντὸς ἀδικοῦντα. | |
alpha79 | ἀπέχω ἐνεργητικῶς ἀντὶ τοῦ διίσταμαι. Λιβάνιος· ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μισεῖν Ἕκτορα διὰ τὴν ἀριστείαν. καὶ ἀντὶ τοῦ διιστῶ. Ἡσίοδος· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο ἀλλήλων ἀπέχειν. καὶ ἀπέχω ἀντὶ τοῦ ἀπολαμβάνω. θεολόγος· ἀπέχω τὰ | |
5 | τροφεῖα, ὦ παῖδες. καὶ Συνέσιος· ἀπέχω τὴν χάριν. ἀπέχομαι δὲ παθητικῶς ἀεί ποτε ἀντὶ τοῦ διίσταμαι. καὶ συντάσσεται γενικῇ, ἀττικῶς δὲ ἐνίοτε αἰτιατικῇ. Πλάτων· οὐκ ἀπειχόμην τὸ μὴ διὰ τοῦτον ἐλθεῖν. | |
alpha80 | αὐτόχειρ ὁ ἑαυτὸν οἰκείαις χερσὶ φονεύσας. καὶ αὐτόχειρ ὁ οἰκείαις χερσὶν ἕτερον φονεύσας. Σοφοκλῆς· εἰ δ’ αὖ τις ἄλλον οἶδεν ἐξ ἄλλης χθονὸς τὸν αὐτόχειρα, μὴ σιωπάτω. λέγεται δὲ καὶ αὐτόχειρ σφαγή. Εὐριπίδης· ἐπ’ αὐτόχειρά τε σφαγάν. | |
alpha81 | ἀποδημῶ τῆς πόλεως καὶ ἐκ τῆς πόλεως. | |
alpha82 | ἀπορῶ τροφῆς. ἀπορῶ δὲ τόδε τὸ πρόβλημα ἀντὶ τοῦ εἰς | |
ἀπορίαν λογικὴν προβάλλομαι. | 15 | |
alpha83 | ἄρχω ἀντὶ τοῦ προηγοῦμαι· ἄρχομαι δὲ ἀντὶ τοῦ ἀρχὴν ποιοῦμαι. | |
alpha84 | ἀναλαμβάνει ἀντὶ τοῦ ἀναδέχεται. καὶ ἀναλαμβάνει ἑαυ‐ τὸν ἀπὸ νόσου ἢ ἀπὸ δειλίας καὶ τροπῆς. ἐπεὶ δ’ ἐνέκειντο φεύγοντες οἱ βάρβαροι ἀνελάμβανόν τε αὑτοὺς καὶ ξυναγαγόντες τὰ στρατό‐ πεδα ἡσύχαζον. | |
alpha85 | ἀγώγιμον πᾶν τὸ ὁπωσδήποτε ἀγόμενον. καταχρηστικῶς δὲ τὸ ἐμπόρευμα. Συνέσιος· ὅπου γλῶττα ὤνιος, τὸ ῥητόρων ἀγώ‐ γιμον. λέγεται καὶ τὸ εἰς ἄτιμον πομπὴν περιφερόμενον. Συνέσιος· ποῦ γὰρ ἱερέως εἰς ἰδίαν ὑπόθεσιν περιιδεῖν ἀγώγιμον ἄνθρωπον ἐν | |
5 | νηστίμοις ἡμέραις; | |
alpha86 | ἄπεφθον καὶ ὄβρυζον ἐπὶ χρυσοῦ καθαρότητος λέγεται. | |
alpha87 | αἰτία ἡ πρόξενος ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ. καὶ αἰτία ἡ εὐθύνη. καὶ αἰτία ὁ ψόγος. Ἀριστείδης· μάλιστα μὲν γάρ, εἰ καὶ τοῦτο ἄξιον αἰτίας, οὐδὲ τὰ πρὸς τοὺς θεούς γε ἡμῖν παρεῖται τὸ μὴ οὐ τετολμῆσθαι. | |
alpha88 | αἰτιῶμαι τὸ προφασίζομαι. καὶ αἰτιῶμαι ἀντὶ τοῦ ἐγκα‐ λῶ, ἐπεὶ καὶ αἰτία ἡ εὐθύνη καὶ τὸ ἔγκλημα. Ἱμέριος· Πλάτων δὲ αἰτιασαμένου τινὸς ὅτι μὴ στρατηγοίη μηδὲ πολιτεύοιτο. | |
alpha89 | ἄθλαστα κέραμος λέγεται καὶ ὕδωρ καὶ τὰ ὅμοια τούτοις. | |
θλάσις γάρ ἐστιν ἐπιπέδου κατὰ μέρος εἰς βάθος μετάστασις. | 16 | |
alpha90 | ἀνέχει ἐνεργητικῶς ἀντὶ τοῦ ὑπερανίσταται καὶ ὑπερφαί‐ νεται. Ἀριστείδης· τρίτη δὲ ἀκόλουθος τοῦτον ἀνέχει, περιφανὴς ἄνω διὰ μέσης τῆς πόλεως, ἡ πάλαι μὲν πόλις, νῦν δὲ ἀκρόπολις. καὶ ἀνέχει μεταβατικῶς ἀντὶ τοῦ ἀναβαστάζει. Ἀριστείδης· νυνὶ | |
5 | δ’ ἀτεχνῶς πάντας ἀνθρώπους καὶ πάντα γένη τῇ καλλίστῃ τῶν εὐεργεσιῶν ἀνέχετε. καὶ ἀνέχει ἀντὶ τοῦ ἀναχαιτίζει καὶ ἀναστέλλει. σὺ δ’ οὐκ ἀνεῖχες σαυτόν. ἀνέχεται δὲ παθητικῶς ἀντὶ τοῦ ὑπο‐ μένει· καὶ συντάσσεται κοινῶς μὲν γενικῇ. Λιβάνιος· οὔτε γὰρ ἀνέξῃ μηχανωμένης. ἀττικῶς δὲ αἰτιατικῇ. Ἰουλιανός· ἐβουλόμην γὰρ | |
10 | ἐθίζειν ἐμαυτὸν ἀνέχεσθαι τὸν ἀέρα. καὶ ἀνέχεται ἀντὶ τοῦ ἀναβα‐ στάζεται, ἀνυψοῦται. Μάξιμος· εἰ ταῦτα ὑπάρχοι καὶ σταίη μὲν ὁ ἥλιος, ἀνέχοιντο δὲ οἱ ὀφθαλμοὶ πρὸς αὐτὸν διηνεκῶς δεδορκότες. καὶ ἀνέχεται ἀντὶ τοῦ καταφρονεῖ. | |
alpha91 | αἴρομαι τὸ εἰς φόρτον λαμβάνω. Ἀριστοφάνης· φέρε νῦν ἐγὼ τὰ στρώματ’ αἴρομαι. καὶ αἴρομαι ἀντὶ τοῦ ὡς φόρτος φέ‐ ρομαι. | |
alpha92 | αἴρω τὸ ἁπλῶς λαμβάνω. Λιβάνιος· ἂν ἄρω τὸ τάλαντον μετὰ τῆς ὑγείας, ἄμεινον. καὶ αἴρω τὸ ἐκβάλλω καὶ ἀφανίζω. ἆρον τὸν κλοιόν. καὶ αἴρω τὸ ἀνυψῶ. Σοφοκλῆς· ὑψοῦ γὰρ αἴρει θυμὸν Οἰδίπους ἄγαν. καὶ αἴρω τὸ κομίζω. ὁ αὐτός· αἶρ’ αὐτόν, αἶρε δεῦρο· | |
5 | ταρβήσει γὰρ οὔ. | 17 |
alpha93 | ἀτιμάζω τὸ ὑβρίζω, ἀτιμῶ δὲ ἐπὶ τρίτης συζυγίας τῶν περισπωμένων τὸ ἄτιμον καὶ ἄδοξον ἐξ ἐνδόξου καὶ ἐντίμου ποιῶ. Συνέσιος· ὃς ἐπὶ τὸ τὴν ἐκκλησίαν ἀτιμοῦν προκαθέζεται. καὶ ἀτι‐ μῶ ἐπὶ δευτέρας συζυγίας τῶν αὐτῶν, ἐπὶ τοῦ σημαινομένου τοῦ | |
5 | ἀτιμάζειν. Λιβάνιος· καὶ τῶν Ἀτρειδῶν ἀτιμᾷ τὴν ἀξίαν. | |
alpha94 | ἄτοπον τὸ παράδοξον. Ἀριστείδης· ἕνα μὲν τοίνυν καὶ πρῶτον ἄτοπον πόλεμον καὶ θαυμαστὸν ᾔρετο. καὶ Ἱμέριος· τίνα δή ποτε λύρας ἄτοπον ἦχον ἐξεύρωμεν ἐμβατήριον ὁμοῦ καὶ ἐκβατή‐ ριον; καὶ ἄτοπον τὸ ἄδικον καὶ παράλογον. ὁ αὐτός· ἄτοπον εἶναι | |
5 | ἡγούμενος πλαστικὴν μὲν καὶ τὰς ἀδελφὰς πλαστικῇ τέχνας τοσοῦ‐ τον κατὰ θεῶν αὐθαδίζεσθαι. | |
alpha95 | ἀλύειν τὸ ἀδημονεῖν καὶ τὸ ἀνέσεως τυγχάνειν. Πλούταρ‐ χος· ὁ νεωκόρος τοῦ Ἡρακλέους ἀλύων ὡς ἔοικεν ὑπὸ σχολῆς πρού‐ θετο πρὸς τὸ θεὸν διακυβεύειν. | |
alpha96 | ἀνακαίειν ἐπὶ ὕλης. καὶ ἀνακαίειν ἐπὶ πυρὸς ἀντὶ τοῦ ἐξάπτειν. Χρυσόστομος· καὶ πῦρ ἀνακαίειν καὶ τὰ ἄλλα δὴ τὰ τοιαῦτα ποιεῖν. | |
alpha97 | ἄπειρος ὁ μὴ σχὼν μετουσίαν. Συνέσιος· ἕως ἦν ἄπειρος τῶν τοῦ βίου κακῶν. καὶ ἄπειρος ὁ πολὺς καὶ μὴ ἔχων πέρας. θεο‐ λόγος· ἄπειρον οὖν τὸ θεῖον καὶ δυσθεώρητον. καὶ ἄπειρος χιτὼν ὁ | |
μὴ ἔχων ἔξοδον. Εὐριπίδης· ἢ πόσιν ἀπείρῳ περιβαλοῦς’ ὑφάσματι | 18 | |
5 | ἔκτεινε. καὶ ἄπειρος ὁ ἀδίδακτος καὶ ἀμαθής. Ἱμέριος· τὸ μὲν ἄπειρον ἐπὶ τῆς χρείας ταράττεται, τὸ δὲ μελετῆσαν θαρρεῖ τὴν τέχ‐ νην. καὶ Ἀριστοφάνης· εἶτα πῶς δυνήσομαι ἄπειρος καὶ ἀθαλάτ‐ τωτος. | |
alpha98 | ἀπείρατος ὁ ἀμέτοχος. Ἀριστείδης· οὐ γάρ ἐστι γένος οὐδὲν τῆς Ἑλλάδος ὡς ἔπος εἰπεῖν, ὃ τῆσδε τῆς πόλεως ἀπείρατόν ἐστι. καὶ Ἱμέριος· τίνες δὲ πόλεις τῶν Φλαβιανοῦ κατορθωμάτων ἀπείρατοι; πολλάκις ἀπείρατος καὶ ὁ ἀμέθεκτος. | |
alpha99 | ἀνήκει ἀντὶ τοῦ ἀκόλουθον καὶ πρέπον ἐστί. καὶ ἀνήκει ἀντὶ τοῦ ἀνέρχεται. Πλούταρχος· τὸ μὲν πατρῷον γένος εἰς Ἐρεχ‐ θέα καὶ τοὺς πρώτους αὐτόχθονας ἀνήκει. | |
alpha100 | ἀνδροληψίου δίκη ὅταν τις τοὺς φονεῖς εἰς νόμιμον γέ‐ ρας αἰτῶν οὐ λαμβάνει. | |
alpha101 | ἀνθρακίας ὁ βάναυσος. Λουκιανός· ἀνθρακίας τις ἰδεῖν καὶ σποδοῦ πλέως καὶ κατωπτημένος. | |
alpha102 | ἀπεοικέναι παρὰ Ἀττικοῖς, οὐ μὴν καὶ ἀπεοικέναι ἐπὶ μετοχῆς λέγεται. | |
alpha103 | ἀνθρωπικὸν γράφεται. Λουκιανός· ἀπέρχομαι γὰρ διακονησόμενος τῷ ἄνω Διὶ τῶν ἀνθρωπικῶν. | |
alpha104 | ἀφήλικες ἄνδρες μέχρι τῶν κεʹ χρόνων· γυναῖκες δὲ | |
μέχρι τῶν ιηʹ. | 19 | |
alpha105 | αὐτουργὸς ὁ γεωργός. Εὐριπίδης· αὐτουργὸς οἵπερ καὶ μόνοι σώζουσι γῆν. καὶ Θουκυδίδης· αὐτουργοί τε γάρ εἰσι Πελο‐ ποννήσιοι καὶ οὔτε ἰδίᾳ οὔτε ἐν κοινῷ χρήματά εἰσιν αὐτοῖς. καὶ αὐτουργὸς ὁ ἐργασάμενος πρᾶγμά τι μὴ μόνον οἰκείαις χερσίν, ἀλλὰ | |
5 | καὶ προσταγῇ. θεολόγος· ἐπεὶ δὲ τὰ δῶρα τῇ θείᾳ τραπέζῃ προσ‐ ενεγκεῖν ἔδει ὧν αὐτουργὸς ἦν. | |
alpha106 | ἀπειπεῖν ἀντὶ τοῦ ἀπαγορεῦσαι· οἷον ἀπειπεῖν πρὸς ἀλλεπαλλήλους συμφοράς. καὶ ἀντὶ τοῦ ἀπαρνήσασθαι. Συνέσιος· τοῦτο οὖν οὐκ ἔστιν ὅλως φιλίαν ἀπειπεῖν, ἀλλ’ ἔχθραν ἀνειπεῖν ἤτοι κηρῦξαι. | |
alpha107 | ἀπολαύω γενικῇ, ὅτε χωρὶς αἰτίας λέγεται· καὶ αἰτιατικῇ, ὅτε μετὰ αἰτίας τίθεται. οἶμαι δὲ κάλλιον εἶναι κατὰ Ἀττικοὺς συν‐ τάσσεσθαι τοῦτο αἰτιατικῇ. ὡς Ἀριστοφάνης· ἀγαθὸν γὰρ ἀπέ‐ λαυς’ οὐδὲν αὐτοῦ πώποτε. καὶ Συνέσιος· πλέω καλὰ τῆς Σιμω‐ | |
5 | νίδου συνουσίας ὁ Ἱέρων ἀπήλαυσε. τίθεται δὲ τὸ ἀπολαύω καὶ ἐπὶ κακοῦ. | |
alpha108 | αὖ πάλιν τίθεται καὶ παρὰ λογογράφοις. Δίων· τὴν δ’ αὖ πάλιν ἐν τῷ χθαμαλῷ. | |
alpha109 | ἀναλαβεῖν ἀντὶ τοῦ ἀνακαλέσασθαι καὶ εἰς ὀρθὸν στῆσαι. Ἡρόδοτος· ἄνδρες φίλοι, ἡμῖν κότε κάλλιον παρέξει ἀνασώσασθαι | |
τὴν ἀρχὴν ἢ εἴ γε μὴ οἷοί τε ἐσόμεθα ἀναλαβεῖν, ἀποθανεῖν. | 20 | |
alpha110 | ἀντιτιθέναι ἀντὶ τοῦ παραθέσει βλέπειν καὶ συγκρίνειν. Ἑρμογένης· δεῖ δὲ ἀντιτιθέναι τοῖς μάρτυσι τοὺς μάρτυρας. | |
alpha111 | ἀγγελία λέγεται ὑποθέντος ἑτέρου εἰπεῖν. λέγεται καὶ εἰπεῖν περὶ ἑτέρου, ἐκείνου μὴ ὑποθέντος. | |
alpha112 | ἄδεια ἡ ἀφοβία. Λυσίας· καὶ τῶν Ἡρακλέους παίδων τὰ μὲν σώματα εἰς ἄδειαν κατέστησαν. λέγεται δὲ καὶ ἄδεια ἡ ἄνε‐ σις καὶ σχολή. | |
alpha113 | ἀγαπῶ τὸ ἀρκοῦμαι πρὸς δοτικὴν ἔχει τὴν σύνταξιν, ὡς καὶ παρὰ τῷ Λυσίᾳ· ὁ γὰρ τῆς Ἀσίας βασιλεὺς οὐκ ἀγαπῶν τοῖς ὑπάρχουσιν ἀγαθοῖς, ἀλλ’ ἐλπίζων καὶ τὴν Εὐρώπην δουλώσασθαι ἔστειλε πεντήκοντα μυριάδας στρατιάν. | |
alpha114 | ἀγήρατον τὸ ἄληκτον ἢ τὸ νεάζον. Λυσίας· ἀγήρατοι μὲν αὐτῶν αἱ μνῆμαι. | |
alpha115 | ἅπτει βρόχον καὶ ἅπτεται. καὶ ἅπτει πῦρ. Ἀριστοφά‐ νης· ἅπτε παῖ τὸν λύχνον. καὶ Συνέσιος· καὶ φῶς ἅπτων τὸ χει‐ ροποίητον. | |
alpha116 | ἄρδην ἐπὶ ἀφανισμοῦ κεῖται. Συνέσιος· ἔδει μὲν ἄρδην ἀναιρεῖσθαι τὴν πρὸς Κυρήνην Πεντάπολιν. | |
alpha117 | ἀγαπᾶν ὅτε οὐ μεταβαίνει πρὸς πτῶσιν ἢ ἀπαρέμφατον, πρὸς μετοχὴν ποιεῖται τὴν σύνταξιν. οἷον ἀγαπᾷ ἐμπιπράμενος, ἀγαπᾷ διωκόμενος. | |
alpha118 | αἰθὴρ τὸ ὑφηπλωμένον τῷ στερεώματι πῦρ, ποιητικῶς δὲ ὁ ἀήρ. ἐνίοτε δὲ χρῶνται καὶ λογογράφοι ἀντὶ τοῦ ἀέρος. Μάξι‐ | |
μος· ἄφνω χειμὼν ἐπετάραξε τὸν αἰθέρα καὶ πνεῦμα κάτεισι λάβρον. | 21 | |
alpha119 | ἁφὴ λέγεται ἡ αἴσθησις, οἷον ἡ ἁπτικὴ δύναμις. λέγεται καὶ ἡ ἔξαψις. Ἡρόδοτος· περὶ λύχνων ἁφάς. τὸ μὲν γὰρ ἀπὸ τοῦ ἅπτω, τὸ δὲ ἀπὸ τοῦ ἅπτομαι. | |
alpha120 | ἀχρεῖος ὁ ἀσυντελής. Συνέσιος· ἀχρεῖοι γὰρ ἂν ἑαυτοῖς τε καὶ ἡμῖν γένοιντο τῶν βασιλικῶν δωρεῶν ἀφῃρημένοι. | |
alpha121 | ἔθρεψεν ἀντὶ τοῦ ἐπαιδαγώγησε. τὸ γὰρ ἀνέθρεψεν οὐ γενναῖον. ὅμως εὕρηται. Λιβάνιος· τὸν σπείραντα, τὸν παιδεύσαντα, τὸν ἀναθρέψαντα. | |
alpha122 | ἀναβαίνει ἐπὶ θέσεως τόπου μετὰ προθέσεως λέγεται, ἀναβαίνει δὲ ἐπὶ ὀχείας ζῴων ἀλόγων ἀμέσως, ὡς παρ’ Ἡροδότῳ· ἀνέβαινε γὰρ ἕκαστος τῶν ἀρσένων τούτων κʹ ἵππους. | |
alpha123 | ἐμποδὼν καὶ ἐμπόδιον καὶ ἀνεμπόδιον γράφεται. Ἰώσηπος· καὶ τὰ ἄλλα ὅσα συμπεριάγειν μέλλουσιν αὐτοῖς ἃ ἦν ἀνεμπόδια πονεῖν ἀπέθεντο εἰς αὐτούς. | |
alpha124 | ἀγριαίνει εἰς παθητικὴν σημασίαν. Λιβάνιος· αἰδεῖται καὶ τὰ θηρία τὴν φύσιν καὶ περὶ τοὺς ἄλλους ἅπαντας ἀγριαίνοντα φιλίᾳ τοῦ γένους τὸ ἡμερώτερον ἐπιδείκνυσιν. | |
alpha125 | ἄντικρυς ἀντὶ τοῦ σχεδόν. Λιβάνιος· πρῶτον μὲν μανία δήπουθεν ἄντικρυς ἐπιβουλεύειν μὲν τῶν ἀνηκέστων τι διαπράξασθαι, προφανῶς δὲ τοῦτο καταμηνύειν. ἀντικρὺ δὲ ἀντὶ τοῦ κατ’ εὐθεῖαν | |
κείμενον. | 22 | |
alpha126 | ἀνάμεινον ἀντὶ τοῦ ὑπέρθες, καὶ ἔστι μεταβατικόν. Εὐριπίδης· ἀνάμεινον δὲ φασγάνου τομάς. καὶ ἀνάμεινον ἀντὶ τοῦ προσκαρτέρησον. Ἀριστοφάνης· ἀνάμεινον, ὦ δαιμόνιε, ἐὰν ξυμβῶ τίσιν. | |
alpha127 | ἄριστος ἐπὶ σώματος, βέλτιστος ἐπὶ ψυχῆς. | |
alpha128 | ἄρδιν τὸ βέλος. Ἡρόδοτος· ἄρδιν ἕκαστον μίαν ἀπὸ τοῦ ὀιστοῦ κομίσαι. | |
alpha129 | ἀπέλαχε τόδε ἀντὶ τοῦ κλήρῳ ἔλαβε. Ἡρόδοτος· ἀπέ‐ λαχέ τε τῶν κτημάτων τὸ μέρος. | |
alpha130 | ἀνήλωκα κοινόν, ἀνάλωκα ἀττικόν. | |
alpha131 | ἄστρον λέγεται καὶ ὁ μονοφεγγής. ὁ μέγας Βασίλειος· τί γάρ φησιν ὅτι τῶν κινουμένων ἄστρων ἡ ἐπιπλοκὴ πρὸς τοὺς ἐν τῷ ζωδιακῷ κειμένους ἀστέρας. καὶ Πλάτων· ἥλιον καὶ σελήνην καὶ τὰ ἄλλα ἄστρα. | |
alpha132 | ἀπόλογος ἡ ἀπολογία. Κύπριος· ὁποῖον ἂν σαυτοῦ τὸν ἀπόλογον δώσεις. | |
alpha133 | ἀεὶ ἐπὶ ἐνεστῶτος λέγεται, παρεληλυθότος καὶ μέλλοντος, ἐσαεὶ δὲ ἐπὶ μέλλοντος. | |
alpha134 | ἀκέραιον τὸ ὁλόκληρον. Εὐριπίδης· σὺ δ’ ἐνθάδ’ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένους ἀκέραιος ἔκ τε μητρὸς ἀρσένων τ’ ἄπο. | |
καὶ ἀκέραιον τὸ ἄκακον. καὶ τῆς περιστερᾶς τὸ ἀκέραιον. | 23 | |
alpha135 | ἀμείβω καὶ ἀμείβομαι τὸ ἀνθ’ ἑτέρου ἕτερόν τι λαμβά‐ νω. καὶ ἀμείβω τὸ μεταπίπτω. ἀμείβω τὸν μείρακα, ἀντὶ τοῦ μετα‐ πίπτω ἀπὸ τῆς τοῦ μείρακος ἡλικίας. καὶ ἀμείβω τὸ ποτὲ μὲν ἕτε‐ ρόν τι λαμβάνω, ποτὲ δὲ ἕτερον. Ἑρμογένης· πολλάς τις ἀμείβων | |
5 | γυναῖκας καὶ πολλοὺς τιθέμενος παῖδας. | |
alpha136 | ἄπεφθος καὶ εἰλικρινὴς ἐπὶ ἀργύρου καὶ χρυσοῦ λέγεται. | |
alpha137 | ἀπῆραν ἀντὶ τοῦ ἀπ’ ἀλλοτρίου τόπου εἰς τὸν οἰκεῖον τό‐ πον ἐπανεστράφησαν. Ἀριστείδης· ἔπειτα ἀπῆραν ὥσπερ πτηνοῖς ἀκολουθεῖν μὴ δυνάμενοι. | |
alpha138 | ἀνενεγκὼν καὶ ἀνενέγκας. Κύπριος· ὑπόμνησιν ὁμοῦ καὶ ἱκεσίαν ὑπὲρ αὐτοῦ ἀνενέγκας. | |
alpha139 | ἀποφέρομαι κλέος, ἀντιφέρομαι δὲ τὸ ἐναντιοῦμαι. | |
alpha140 | αὐτόματον τὸ ἀφ’ ἑαυτοῦ γεγονὸς καὶ ἀφ’ ἑαυτοῦ τὴν ἰσχὺν ἔχον. Ἑρμογένης· οὐ δεῖται γὰρ ἰσχυρῶν λόγων τὸ αὐτομά‐ τως ἰσχύον πρᾶγμα. καὶ αὐτόματος ὁ ταῖς ὄψεσιν ἀμέσως θεωρού‐ μενος. Ἀριστοφάνης· ὁ Ζεὺς ὁ σωτὴρ γὰρ πάρεστιν ἐνθάδε, αὐτό‐ | |
5 | ματος ἥκων. καὶ Προκόπιος· ὄψει με πάντως αὐτόματον ὑμῖν προσιόντα. | |
alpha141 | ἄρχει χειρῶν ἀντὶ τοῦ μάχης. αἱρετώτερον τοῖς ἄρχου‐ σι χειρῶν ἀντιπρᾶξαι. | |
alpha142 | ἀπαρτὶ ἀντὶ τοῦ ἀπὸ τοῦ νῦν. Ἀριστοφάνης· ἀπαρτὶ | |
ποιήσω σε πλούσιον. | 24 | |
alpha143 | ἀνελεύθερος ὁ φειδωλός. Ἀριστοφάνης· εἰ πλούσιος ὢν ἀνελεύθερος. τὸ ἐναντίον μεγαλόψυχος, οὐκ ἐλεύθερος. | |
alpha144 | ἄγροικος ὁ ἀπαίδευτος. Ἀριστοφάνης· ἐμοὶ γὰρ ἄγροι‐ κος ἥδιστος βίος. καὶ Λιβάνιος· ἄγροικος κορύζης καὶ λέμφου ἔμ‐ πλεως. ἀγροῖκος ὁ ἐν τῷ ἀγρῷ οἰκῶν. Ἀριστοφάνης· ἔπειτ’ ἔγημα Μεγακλέους ἀδελφιδῆν, ἀγροῖκος ὢν ἐξ ἄστεος. λέγεται ἀγροῖκος ἀτ‐ | |
5 | τικῶς καὶ ὁ ἀμαθής. Ἀριστοφάνης· λέγεις ἀγροῖκον ἄρα σύ γ’ εἶναι τὸν θεόν. καὶ ἀγροῖκος ὁ ἐκ τοῦ ἀγροῦ. Συνέσιος· οἱ τὸν ἀγροῖκον λαὸν παρακαλέσαντες. λέγεται δὲ καὶ ἀγρεῖος ὁ ἀμαθής. Ἀρι‐ στοφάνης· ἀγρεῖος εἶ καὶ σκαιός. λέγεται καὶ ἀγροικίας. θεολό‐ γος· πῶς γὰρ οὐκ ἄτοπον Ῥωμαίων μὲν νόμον μηδενὶ ἀγνοεῖν ἐξεῖ‐ | |
10 | ναι, μηδ’ ἂν σφόδρα ᾖ τις ἀγροικίας καὶ ἀμαθέστατος. | |
alpha145 | ἀπὸ πρόθεσις σημαίνει καὶ αἰτίαν. Ἰώσηπος· ὁ μὲν οὖν ὄφις εὐθὺς δακὼν ἀπέκτεινεν ἀπὸ τοῦ ἰοῦ. | |
alpha146 | ἀνασχὼν ἀντὶ τοῦ ἀναβιβάσας. καὶ ἀνασχὼν ὁ ἀνατείλας. Λιβάνιος· ἀνασχούσης δέ ποτε τῆς εὐδαίμονος, ὡς ἐνόμιζον, ἀκτῖνος. | |
alpha146b | ἀνίσχει ὁ ἥλιος ἀντὶ τοῦ ἀνατέλλει. καὶ ἀνίσχει ἀντὶ | |
τοῦ ἀπείργει. Ἡρόδοτος· πολλαχῇ τε ἀνίσχει ἐμεωυτόν. | 25 | |
alpha147 | ἄντικρυς ἀντὶ τοῦ φανερῶς. Ἀριστοφάνης· καὶ νὴ Δί’ εὔχονταί γε πλουτεῖν ἄντικρυς. καὶ Συνέσιος· ὁ δὲ ἀντέλεγεν ὑπὲρ τῶν κερδῶν ἄντικρυς ἀπετόλμα λέγειν. | |
alpha148 | ἀνακράτος ἀντὶ τοῦ ἀσχέτως. Συνέσιος· ἀνακράτος ἐξελαύνων ἐξαιμάττων τὸν ἵππον. | |
alpha149 | ἀλλὰ σύνδεσμος ἐπὶ διορθώσει λαμβάνεται. οἷον οὐ τοῦτο ἀλλ’ ἐκεῖνο. καὶ Ἀριστοφάνης· γυναικὸς οὐ δῆτα ἀλλὰ παιδός. ἔστι καὶ προτρεπτικός. ἀλλ’ ἤδη τοῦ λόγου ἀρκτέον. λαμβάνεται καὶ ἀντὶ τοῦ καί. μετὰ τοῦ καὶ δὲ ἀντὶ τοῦ καλῶς ἐπὶ βεβαιώσεως | |
5 | κεῖται. Ἀριστοφάνης· νὴ τὸν Δία ἀλλὰ καὶ λέγουσι πάντες ὡς δειλότατός ἐσθ’ ὁ πλοῦτος. | |
alpha150 | ἀντικρούει ἀντὶ τοῦ ἐναντιοῦται. Κύπριος· εἰ μή τις ἑτέρωθεν ἀντέκρουε λογισμός. | |
alpha151 | ἀνεικότες λέγεται ἐπὶ τριχῶν τῶν τῆς κεφαλῆς. καθει‐ κότες ἐπὶ γενειάδος. πολλάκις καὶ τοῦτο ἐπὶ τριχῶν τῶν τῆς κεφα‐ λῆς. Συνέσιος· καὶ σκυθικῶς καθεικότες τὰς κόμας. | |
alpha152 | ἀκοῦσαι καὶ ἀντὶ τοῦ ὀνομασθῆναι. θεολόγος· ὥστε καὶ ὄφεις ἂν εἰκότως ἀκοῦσαι. | |
alpha153 | ἄλλως ἀντὶ τοῦ ἀλλοτρόπως. καὶ ἄλλως ἀργῶς λαμβανό‐ | |
μενον. Ἡρόδοτος· ἀπολείπουσα τρεῖς δακτύλους καὶ ἄλλως εὐειδής. | 26 | |
alpha154 | ἂν σύνδεσμος ἐπὶ τέλει λεγόμενος εἴτε μετὰ παρεληλυθό‐ τος ῥήματος, εἴτε μετὰ εὐκτικοῦ, εἴτε μετὰ μετοχῆς, μὴ γενόμενον πρᾶγμα, ἔχον δὲ δύναμιν γενέσθαι ὑπεμφαίνει. | |
alpha155 | ἅμα κατὰ χρονικὴν ἴσην γένεσιν λέγεται, οἷον ἅμα ψυ‐ χὴ καὶ σῶμα. καὶ κατὰ τὸ ἀντιστρέφον, οἷον ἅμα ἥμισυ καὶ διπλά‐ σιον καὶ ἅμα διπλάσιον καὶ ἥμισυ. καὶ κατὰ τὸ ἀντιδιῃρημένον ἐκ τοῦ αὐτοῦ γένους· ἅμα ἐκ τοῦ ζῴου τὸ λογικὸν καὶ ἄλογον. | |
alpha156 | ἅλις μετὰ γενικῆς λέγεται, οἷον ἅλις τῶν ὕβρεων. καὶ μετ’ εὐθείας, οἷον ἅλις πόλις ὡς ἔχει. | |
alpha157 | ἅγιος λέγεται καὶ παρ’ Ἕλλησι. μυστοδόκος δῆμος ἐν τελεταῖς ἁγίαις ἀναδείκνυται. | |
alpha158 | ἀμήχανος ὁ πολύς. Ἱμέριος· ἄνδρα σοφίας τε ἐραστὴν ἀληθοῦς καὶ λόγων ἀμήχανον. καὶ ἀμήχανος ἐπὶ τοῦ ἐναντίου. | |
alpha159 | ἀπήγγειλά σοι καὶ ἀπήγγειλα πρὸς σέ. Δημοσθένης· ἧκα δ’ ἀγγέλλων ἦλθε πρὸς τοὺς πρυτάνεις. | |
alpha160 | ἀναπνοὴ ἐπὶ ζωῆς, ἐκπνοὴ ἐπὶ φυσήματος. παρὰ Θου‐ κυδίδῃ καὶ ἐπὶ ἀνέμου. | |
alpha161 | ἀναστήσαντες καὶ ἀντὶ τοῦ μετακινήσαντες. Θουκυ‐ δίδης· αὐτοὶ δ’ ἀναστήσαντες τὸ στράτευμα ἐχώρουν ἐπὶ τὸ στρα‐ τόπεδον. | 27 |
alpha162 | ἄπεδον τὸ ὁμαλόν. κατέβησαν εἰς χωρίον ἄπεδόν τι. | |
alpha163 | ἀποκηρύττοντες ἀντὶ τοῦ πιπράσκοντες. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους, καὶ Πλάτων ἐν Πρέσβεσι· σκευάρια δὴ κλέψας ἀπεκήρυξεν ἐκφέρων. καὶ ἀποκηρύττοντες πατέρες τοὺς παῖδας, ἀντὶ τοῦ πατέρες εἶναι τῶν παίδων δημοσίως ἀποβαλλόμενοι. | |
alpha164 | ἀλλὰ σύνδεσμος λαμβάνεται καὶ ἀντὶ τοῦ κἄν. Σοφο‐ κλῆς· αὐτὴ δὲ νοῦν σχὲς ἀλλὰ τῷ χρόνῳ ποτέ. | |
alpha165 | ἀναχαιτίζει καὶ ἀνακρούει ἐπὶ ἵππου λέγεται, ἀναστο‐ μεῖ δὲ ἐπὶ πηγῆς καὶ φλεβὸς ἀνειμένης. | |
alpha166 | ἀπόκριναι ἀντὶ τοῦ ἀπολογήθητι. Δημοσθένης· ἀπό‐ κριναι γὰρ δεῦρο παρελθών μοι. | |
alpha167 | ἂν μετὰ ὁριστικοῦ λεγόμενον συντάσσεται παρατατικῷ, ὑπερσυντελικῷ καὶ ἀορίστῳ. μετὰ δὲ εὐκτικοῦ καὶ ὑποτακτικοῦ | |
παντὶ χρόνῳ συντάσσεται. | 28 | |
alpha168 | ἀλλὰ μὴν καὶ διὰ τοῦτο φανερώτερον ἀντὶ τοῦ πρὸς τού‐ τοις, ἀληθῶς, βεβαίως. | |
alpha169 | ἀρχαίως ἀντὶ τοῦ ἀνοήτως. καὶ ἀρχαίως ἀντὶ τοῦ πα‐ λαιῶς. τά τε παλαιὰ καινῶς διελθεῖν καὶ περὶ τῶν νεωστὶ γενομέ‐ νων ἀρχαίως εἰπεῖν. | |
alpha170 | ἄξιον παρὰ Ἀττικοῖς τὸ εὔωνον. Ἀριστοφάνης· ἀτὰρ ἐγὼ οὐδέποτ’ εἶδον ἀξιωτέρας ἀφύας. | |
alpha171 | ἀπόπληκτος ὁ ἠλίθιος, ἔμπληκτος ὁ εὐμετάβολος. Σοφοκλῆς· τοιαίδε ἔμπληκτοι φρένες βροτῶν. καὶ Αἰσχίνης· ὠνεί‐ δισας δέ μοι καὶ πολιτείας ἐμπληξίαν. | |
alpha172 | ἀποφράδες αἱ ἀπηγορευμέναι ἡμέραι, ἢ ἐν αἷς ἐδίκαζον τὰς φονικὰς δίκας. καὶ ἀποφρὰς ἐπὶ ἀρσενικοῦ. Συνέσιος· ἄρχει δὲ παρ’ ἡμῖν ὁ Βερονικεὺς Ἀνδρόνικος, ἀποφρὰς ἄνθρωπος, παλαμναίαν ἔχων καὶ γνώμην καὶ γλῶτταν. | |
alpha173 | ἀπέδρα καὶ ἀπέδραν χρὴ λέγειν, οὐχὶ ἀπέδρασε καὶ ἀπέδρασαν. Πλάτων· ὁ γάρ τοι παῖς μου ὁ Σάτυρος ἀπέδρα. | |
alpha174 | ἄχνη λεπτότης ξηροῦ τε καὶ ὑγροῦ. ἀποπτύει δ’ ἁλὸς ἄχνην. ἐπὶ δὲ ξηροῦ· κρίνει ἐπειγομένων ἀνέμων καρπόν τε καὶ | |
ἄχνας. | 29 | |
alpha175 | ἀπέσβη. Συνέσιος· ἀπέσβη τὰ Πενταπόλεως. | |
alpha176 | ἄχρις ἀντὶ τοῦ ἕως οὗ, καὶ ἄχρις ἀντὶ τοῦ διόλου. Ὅμη‐ ρος· ἀμφοτέρους δὲ τένοντα καὶ ὀστέα λᾶας ἀναιδὴς ἄχρις ἀπη‐ λοίησεν. | |
alpha177 | ἀπείργω τινὰ βουλόμενόν τι ποιεῖν, ἀνείργω δὲ ἀρ‐ ξάμενον. | |
alpha178 | αὐτοῦ ἀντὶ τοῦ αὐτόθι. ὡς τὸ στῆτ’ αὐτοῦ. καὶ αὐτοῦ ἀντὶ τοῦ ἐκεῖσε. Θουκυδίδης· καὶ ξυναγαγόντες τὰ στρατόπεδα ἡσύχαζον αὐτοῦ τὴν ἡμέραν. | |
alpha179 | ἀνήνυτα. Ἀριστείδης· καὶ ταῦτα ἀνήνυτα, καὶ τὰ μηδενὶ τῶν ἄλλων Ἑλλήνων ἢ βαρβάρων. | |
alpha180 | αὐτοῖς κατὰ Ἀττικοὺς ἀντὶ τῆς σὺν προθέσεως λαμβά‐ νεται. Ἡρόδοτος· διδάσκαλος ἔπρηξεν αὐτοῖς μαθηταῖς. ἢ δεσπό‐ της αὐτοῖς δούλοις. καὶ ἐπὶ ἑνικοῦ αὐτῷ ἀντὶ τῆς σύν. | |
alpha181 | ἀγὼν σημαίνει πέντε. τὸ ἄθροισμα. Ὅμηρος· Ἥρη μὲν μετ’ ἀγῶνα νεῶν. τὸ ἆθλον· θεῖον δύσονται ἀγῶνα. τὸν τόπον· λείηναν δὲ χῶρον, καλὸν δ’ εὔρυναν ἀγῶνα. καὶ τὸ πλῆθος· λῦτο δ’ ἀγών. | |
alpha182 | ἄλλως ἀντὶ τοῦ μάτην. Δημοσθένης· ἄλλως ἐξηπα‐ τώμεθα ὑπὸ τῶν πρέσβεων. καὶ ἄλλως ἀντὶ τοῦ ἀλλοτρόπως. καὶ ἅλως τὸ ἁλώνιον καὶ κλίνεται ἅλω ἀττικῶς, καὶ πληθυντικῶς ἅλως. καὶ τὰς ἅλως ἐνέπρησαν. | 30 |
alpha183 | ἀνατείνας ἀντὶ τοῦ ἀνεγείρας. καὶ ἀνατείνας ἀντὶ τοῦ προτρέπων. Λιβάνιος· ἀφῆκε δέ με οὐδεὶς ταῦρον ἢ κάπρον προσ‐ άγειν ἀνατείναντες. ἀνατεινόμενος ἀντὶ τοῦ ἀνεγειρόμενος. καὶ ἀντὶ τοῦ ἀπειλῶν· ὅπερ καὶ δοτικῇ συντάσσεται. Συνέσιος· ἀνατει‐ | |
5 | νόμενοι δὲ τοῖς ἱερεῦσι τοῦ θεοῦ ταῦτα. | |
alpha184 | ἀφορίζων ἀντὶ τοῦ ἐκλέγων, καὶ ἀντὶ τοῦ ἐκβάλλων, καὶ ἀντὶ τοῦ ἀφορισμοὺς φθεγγόμενος. Συνέσιος· σοὶ δὲ οὐ θέμις Ἱπποκράτην αὐχοῦντι, ὃς ἀφορίζων ἔφη τὴν ἔνδειαν ὑγείας εἶναι μητέρα. | |
alpha185 | ἀναλύει ἀντὶ τοῦ συμπλοκάς τινων πραγμάτων ἐξ ἀρχῆς διαλύει. ὅθεν καὶ ἀναλυτικὰ παρὰ Ἀριστοτέλει. καὶ ἀναλύει ἀντὶ τοῦ ἐπανέρχεται. Συνέσιος· κἂν αἰσχρῶς ἀνέλυσεν ἐπὶ Κιλικίας Ἀλέξανδρος. καὶ ἀνέλυσεν ἀντὶ τοῦ ἀνέπτυξε. Προκόπιος· ὡς δὲ | |
5 | τὴν ἐπιστολὴν ἀναλύσας ἐσκόπουν. | |
alpha186 | ἀπελεύθερος ὁ ἀπὸ δουλείας λυθείς, ἐλεύθερος δὲ ὁ | |
μὴ εἰς δουλείαν ἐλθών. | 31 | |
alpha187 | ἀντιπαρεξάγοντες ἀντὶ τοῦ συγκρίνοντες. Δίων· οὐκ ἄλλως ἀντιπαρεξάγοντες αὐτοῖς. | |
alpha188 | ἀνακλητικὸν ἐπὶ σάλπιγγος, ὅταν ἀνακωχὴ τοῦ πολέ‐ μου κελεύηται τοῖς στρατεύμασι. Συνέσιος· κελεύει μὲν τὸ ἀνα‐ κλητικὸν ἠχῆσαι τὰς σάλπιγγας, ἀπαγαγὼν δὲ ὡς πορρωτάτω καὶ καθίσας ἐν καλῷ τὸν στρατὸν ἐπαφίησιν αὐτῷ τοὺς κουρέας. | |
alpha189 | ἀπήντηκα ἀντὶ τοῦ ἁπλῶς ἦλθον. θεολόγος· εἰ δὲ τοσοῦτον ἀπήντηκα τοῦ καιροῦ δεύτερος. καὶ ἀπήντηκα πρὸς τὸ δικαστήριον. καὶ ἀπήντηκα τὸν πολέμιον. | |
alpha190 | ἀνέπνευσεν ἐκ τῆς νόσου ἀντὶ τοῦ ἀνεκουφίσθη. καὶ ἀνέπνευσε τὸν δεῖνα ἀντὶ τοῦ πνοὴν καὶ ζωὴν ἔσχε τὸν δεῖνα. θεο‐ λόγος· καὶ μηδὲν ἕτερον ἀναπνεύσαντι ὅτι μὴ λόγον εὐσεβῆ. καὶ Χρυσόστομος· ἀναπνέω σε, Παῦλε. | |
alpha191 | ἀρχὴ ἡ ἐξουσία. ἀρχὴ ἄνδρα δείκνυσι. καὶ ἀρχὴ ἡ προ‐ κάταρξις. καὶ ἀρχὴ ἡ αἰτία. θεολόγος· ἡ γὰρ ἁγία τῶν φώτων ἡμέρα ἀρχὴν μὲν τὸ τοῦ ἐμοῦ Χριστοῦ βάπτισμα λαμβάνει. | |
alpha192 | ἀπομάττομαι τὸ ἀνιμῶμαι, προσμάττω δὲ τὸ μιγνύω ἐπὶ προσπτύξεως λεγόμενον. Ἰουλιανός· διὰ τοῦτο οἶμαι γλυκε‐ ρωτέροις χείλεσι χείλη προσμάττειν. | |
alpha193 | ἄκαρτος ὁ μὴ κεκαρμένος, καὶ οὐκ ἄκειρος ἢ ἀκείρατος. Ἰουλιανός· ἄκαρτος καὶ βαθυγένειος εἰσέδραμον. | |
alpha194 | ἀποτρέχει ἀντὶ τοῦ ἐκφεύγει. καὶ ἀποτρέχει ἀντὶ τοῦ καταφεύγει καὶ προστρέχει. ὁ μέγας Βασίλειος· πείσωμεν ἑαυ‐ τούς, ἀδελφοί, ἐν καιρῷ πειρασμοῦ μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν. | 32 |
alpha195 | ἀνάγωγον τὸ ἀναπεπτωκὸς καὶ ῥᾴθυμον. Φίλων· καὶ ἀναγώγοις καὶ ἄφροσιν οἰκέταις φοβερὸς δεσπότης ὠφέλιμος. | |
alpha196 | ἄλλοσε ἀντὶ τοῦ εἰς ἄλλον τόπον. Θουκυδίδης· εἰ δ’ ὑμῖν γνώμη ἐστὶ κωλύειν τε ἡμᾶς ἐπὶ Κέρκυραν ἢ ἄλλοσε εἴ πῃ βουλόμεθα πλεῖν. | |
alpha197 | ἀνοικίζειν ἐναντίον τοῦ οἰκίζειν. Θουκυδίδης· καὶ οἱ μὲν ἀνῴκιζον τότε καθαιροῦντες τὰς πόλεις καὶ ἐς πόλεμον παρε‐ σκευάζοντο. | |
alpha198 | ἀνέῳγεν ἕτερος. Ἡρόδοτος· οὐκ ἂν νεκρῶν θήκας ἀνέῳγας. | |
alpha199 | ἀπάγει τοῦ δεῖνος τὸν δεῖνα ἀντὶ τοῦ διιστᾷ. καὶ ἀπά‐ γει τὸν δεῖνα τῷ δεῖνι ἀντὶ τοῦ κομίζει. καὶ ἀπάγει τὸν δεῖνα παρὰ τὸν δεῖνα. Ἡρόδοτος· συλλαβόντες ἀπάγετε παρ’ ἐμέ. | |
betat | Β. | |
beta1 | βαρύνω ἐπὶ συζυγίας πέμπτης τῶν βαρυτόνων, ἐπὶ φόρτου. θεολόγος· ἢ τοὺς μισθοὺς βαρύνοντες. καὶ βαρῶ ἐπὶ πρώτης συ‐ ζυγίας τῶν περισπωμένων. Ἰουλιανός· ἐβάρησαν δὲ τὸ κοινὸν τοῖς | |
ἰδίοις ἀναλώμασι. | 33 | |
beta2 | βιβλίον καὶ ἡ ἐπιστολή. Ἰουλιανός· ὃς ὑπὸ ἀφροσύνης οὐ συνῆκα ποταπὸν ἐξ ἀρχῆς τὸ τῆσδε τῆς πόλεως ἦθος, καὶ ταῦτα τῶν ἡλικιωτῶν τῶν ἐμῶν, ὡς ἐμαυτὸν πείθω, βιβλία ἀνελίξας. | |
beta3 | βοὴ καὶ ἐπὶ ἐπικροτήσεως λέγεται. Χρυσόστομος· εἰπέ μοι, παρακαλῶ, τί τὸ κέρδος; καὶ γὰρ καὶ παρ’ ἐκείνοις ἐφήμερος ἡ δόξα καὶ ἡ βοή. | |
beta4 | βρίθει ἀντὶ τοῦ βαρύς ἐστι. καὶ βρίθει τὸ δένδρον τοῖς καρ‐ ποῖς ἀντὶ τοῦ βαρύνεται. | |
beta5 | βρύχει τοὺς ὀδόντας ἄνθρωπος, βρυχᾶται δὲ λέων. | |
beta6 | βιβλιοπώλης γράφεται, οὐχὶ βιβλιοπῶλος. | |
beta7 | βάλλει ἀντὶ τοῦ ἁπλῶς βέλη ἀφίησι. καὶ βάλλει ἀντὶ τοῦ εὐστοχεῖ κατὰ σκοπόν. καὶ βάλλει ἀντὶ τοῦ εἰσάγει. καὶ βάλλει θε‐ μέλιον ἀντὶ τοῦ τίθησι. Χρυσόστομος· ἵνα αὐτοῖς ἐκ κρηπῖδος καλὸς θεμέλιος βάλληται. | |
beta8 | βάραθρον ὄρυγμα, εἰς ὃ ὁ δῆμος τῆς Ἱπποθοωντίδος τοὺς ἐπὶ θανάτῳ κατακρίτους ἐνέβαλλον. | |
beta9 | βέλτιον ἐπὶ ψυχῆς, ἄριστον ἐπὶ σώματος. | |
beta10 | βασιλίζει ἀντὶ τοῦ βασιλείας ἐφίεται· ἐκ τούτου γὰρ καὶ βασιλειᾷ ἐπὶ μέλλοντος. Ἰώσηπος· ἡ θεραπαινὶς ἐξυβρίζειν εἰς τὴν Σάρραν ἐτόλμησε βασιλίζουσα. | 34 |
beta11 | βραδύτερον λέγουσιν οἱ Ἀττικοί, οὐχὶ βράδιον. | |
beta12 | βασανίζει ἀντὶ τοῦ κολάζει. καὶ βασανίζει ἀντὶ τοῦ δο‐ κιμάζει. | |
beta13 | βακχεύει ἀντὶ τοῦ μαίνεται· ἐκβακχεύει δὲ ἕτερον ἀντὶ τοῦ μαίνεσθαι ποιεῖ. | |
beta14 | βράζει τὸ ὕδωρ ἀμετάβατον· ἀναβράζει δὲ ἕτερος τὸ ὕδωρ μεταβατικῶς. | |
beta15 | βόλος τὸ δίκτυον. καὶ βόλος τὸ βληθὲν ἐν τῷ δικτύῳ. Πλούταρχος· Κῴων, ὡς φασί, καταγόντων σαγήνην καὶ ξένων ἐκ Μιλήτου πριαμένων τὸν βόλον οὔπω φανερὸν ὄντα. | |
beta16 | βρυχᾶσθαι οὐ μόνον ἐπὶ λέοντος λέγεται, ἀλλὰ καὶ ἐπὶ ἀγρίων ζῴων ἑτέρων, ἐφ’ ὧν ἴδιον οὐκ ἔστιν ὄνομα τῆς φωνῆς, οἷον ἄρκτου, παρδάλεως, πάνθηρος. | |
beta17 | βρεχμὸς καὶ βρέγμα κοινῶς λέγεται. | |
beta18 | βράγχος ἡ περὶ τὸν φάρυγγα νόσος· βράχος ἡ θαλασ‐ σία πέτρα. Θουκυδίδης· αἱ δὲ καὶ ἐς βράχεα ἀπειρίᾳ χωρίων | |
ὤκειλαν. | 35 | |
beta19 | βρέχει ἐπὶ ὑετοῦ, διαβρέχει δὲ τὸ ἱμάτιον. | |
beta20 | βλῆμα τὸ τραῦμα τὸ ἀπὸ τοῦ βέλους. Ἡρόδοτος· ἀνα‐ σχίζειν αὐτὸν κελεύει καὶ σκέπτεσθαι τὸ βλῆμα. | |
beta21 | βρόμος ὁ ἦχος τοῦ πυρός· καὶ βρόμος τὸ σπειρόμενον, ὃ κοινῶς βρόμη καλεῖται. ὁ μέγας Βασίλειος· διὰ τοῦτο ὁ μὲν βρό‐ μος διόλου κενός, ἅτε μηδενὶ τὴν κεφαλὴν βαρυνόμενος. | |
beta22 | βοσκήματα τὰ θρέμματα, τὰ ποιητικῶς καλούμενα βοτά. Ἰώσηπος· διῆγεν αὐτόθι ποιμαίνων τὰ βοσκήματα. | |
beta23 | βρομᾶσθαι καὶ ὀγκᾶσθαι ἄμφω ἐπὶ ὄνου λέγονται. | |
beta24 | βύειν ἀντὶ τοῦ ἐμφράττειν οὐ μόνον ἐπὶ ἀκοῶν λέγεται, ἀλλὰ καὶ ἐπὶ στόματος. Λιβάνιος· συστρέψας τὸ ἡμιτύβιον ἔβυσα τὸ στόμα. | |
beta25 | βουλεύων ἀντὶ τοῦ βουλὰς λέγων. Ἀριστοφάνης· νικᾶν | |
πράττων καὶ βουλεύων. καὶ βουλεύων ἀντὶ τοῦ ὑποθέμενος. Συνέ‐ σιος· οὐ πράξας, ἀλλὰ βουλεύσας τὸν φόνον. βουλεύομαι δὲ ἀντὶ τοῦ σκέπτομαι, ὡς Εὐριπίδης· ἄκουσον δ’ ὡς καλῶς βουλεύομαι. | 36 | |
5 | καὶ βουλεύομαι ἀντὶ τοῦ βουλὰς δέχομαι καὶ ἀντὶ τοῦ βουλὰς δίδωμι ἀττικῶς. | |
gammat | Γ. | |
gamma1 | γεγονὼς ἀντὶ τοῦ ὑπάρξας. καὶ γεγονὼς ἀντὶ τοῦ γεννη‐ θείς. Μάξιμος· ἀδικεῖ Ἀναξαγόρας γεγονὼς μὲν ἐν τῇ Κλαζομε‐ νίων γῇ καὶ πόλει, καὶ μετασχὼν ἱερῶν καὶ ὁσίων καὶ νόμων καὶ τροφῆς καὶ τῶν ἄλλων ὧν καὶ οἱ λοιποὶ Κλαζομένιοι, ἐπαναχωρῶν | |
5 | δὲ ὥσπερ ἐκ θηρίων. καὶ γεγονὼς ὁ ὑπάρξας. καὶ γεγονὼς ὁ ἐλθών. | |
gamma2 | γυνὴ καὶ ἐπὶ τῆς παρθένου λέγεται. Εὐριπίδης εἰσάγει τὴν Ἠλέκτραν πρὸς τὸν Ὀρέστην λέγουσαν· ἢν σὺ κατθάνῃς, ἐγὼ γυνὴ τί δράσω μόνη; | |
gamma3 | γῆμαι ἐπὶ ἀνδρὸς λέγεται, γήμασθαι δὲ ἐπὶ γυναικός. | |
gamma4 | γρὺ τὸ μικρότατον καὶ εὐτελέστατον, παρὰ Ἀριστοφάνει καὶ Λιβανίῳ· οὐδ’ ἀνόητός τις ἐγὼ ὥστε γρὺ τῶν ἐμῶν τοῦτον λαβεῖν. | |
gamma5 | γνωρίζω ἀντὶ τοῦ γινώσκω. θεολόγος· γνωρίσωμεν ἡμῶν τὸ ἀξίωμα. καὶ γνωρίζω τὸ γνώριμον καὶ δῆλον ποιῶ. Προκόπιος· ἐγνώρισε γάρ μοι τοῦτον ἡ πεῖρα. καὶ Ἱμέριος· καὶ Φρυγίαν Αἴ‐ | |
σωπος ἐς μόνον τὸν μῦθον ἐγνώρισε. | 37 | |
gamma6 | γελῶ ἐπὶ τοῦ κατὰ φύσιν γέλωτος. γελῶ δὲ μεταβατικῶς χωρὶς προθέσεως ἕτερον. καταγελῶ δὲ ἑτέρου. | |
gamma7 | γίνομαι καὶ συγγίνομαι τῷ δεῖνι. περιγίνομαι δὲ τοῦ δεῖνος ἀντὶ τοῦ νικῶ. ἐξεγένετο δέ μοι τοῦ πράγματος ἀντὶ τοῦ ἄδειά μοι δέδοται. | |
gamma8 | γράφω τὸ ζωγραφῶ, καὶ συντάσσεται αἰτιατικῇ· τὸ ἐπι‐ στέλλω, καὶ συντάσσεται δοτικῇ· καὶ γραψάμενος ἐπὶ μέσου ἀορί‐ στου ἀντὶ τοῦ κατηγορήσας. Συνέσιος· ἐγράψατό τις αὐτόν. καὶ πάλιν· ἂν γράψωμαί σε φιλίας ἀδικουμένης. καὶ γράφω παρ’ | |
5 | Ὁμήρῳ ἀντὶ τοῦ ξύω. | |
gamma9 | γραμμάτιον τὸ μικρὸν γράμμα. Συνέσιος· ἐμοῦ δέ τι μεταξὺ λέγειν ἐπιχειροῦντος ἀναδείκνυται γραμμάτιον ἀνὰ μέσον τοῦ πλήθους. γραμματεῖον δὲ τὸ κατάστοιχον. Ἀριστοφάνης· ἅπτε παῖ τὸν λύχνον κἄκφερε τὸ γραμματεῖον. καὶ γραμματεῖα τὰ τοῦ | |
5 | Ὁμήρου γράμματα. | |
gamma10 | γεννᾶν καὶ ἐπὶ ἀνδρὸς λέγεται, τεκεῖν δὲ ἐπὶ γυναικός. ἐνίοτε δὲ καὶ ἐπὶ ἀνδρός. Σοφοκλῆς· σὺ δ’ ἐμπολήσας ἢ τεκών | |
μ’ αὐτῷ δίδως. | 38 | |
gamma11 | γινώσκω σοι χάριν ἀντὶ τοῦ εὐχαριστῶ σοι. καὶ οἶδα καὶ ἐπίσταμαι καὶ ὁμολογῶ. | |
gamma12 | γέλωτα ἔθηκε τὸν δεῖνα ἀντὶ τοῦ καταγέλαστον ἐποίησεν. Ἡρόδοτος· γέλωτά με ἔθευ. | |
gamma13 | γεύομαι. καὶ γεύω ἕτερον ἐνεργητικῶς. Ἱμέριος· ἀττικῆς ὑμᾶς σύριγγος γεύσωμεν. | |
gamma14 | γένεσις κατὰ πέντε τρόπους· κατὰ μετασχηματισμόν, ὡς ἡ σφαῖρα ἀνδριάς· κατὰ πρόσθεσιν, ὡς τὰ αὐξανόμενα· κατὰ ἀφαίρεσιν, ὡς ὁ λίθος γλυφόμενος γίνεται Ἑρμῆς· κατὰ σύνθεσιν, ὡς οἰκία ἐκ τῶν λίθων· κατὰ ἀλλοίωσιν, ὡς τὰ τρεπόμενα· κατὰ | |
5 | ὕλην, ὡς τὰ σπέρματα τῶν ζῴων. | |
gamma15 | γελοῖος ὁ καταγέλαστος· γέλοιος ὁ γελωτοποιός. | |
gamma16 | γνώμη ἡ βουλή. Ἀριστοφάνης· γνώμας οὐδεὶς νικήσει πλείονας ἢ σύ. γνώμη καὶ ἡ διάθεσις, ὅθεν καὶ εὐγνώμων καὶ κα‐ κογνώμων. καὶ γνώμη ὁ γνωμικὸς λόγος. καὶ γνώμη καὶ ἡ πεῖρα, ὅθεν καὶ ἀργυρογνώμων. | |
gamma17 | γοργὸν οἱ Ἀττικοὶ οὐ τὸ σύντομον λέγουσιν, ἀλλὰ τὸ κατα‐ | |
πληκτικόν. Ξενοφῶν· γοργότεροί θ’ ὁρᾶσθαι καὶ φοβερώτεροι φθέγ‐ γεσθαι. καὶ Δίων· καὶ ὃς ἀνέβλεψεν εἰς αὐτὸν γοργὸν ὥσπερ οἱ λέοντες. | 39 | |
gamma18 | γὰρ σύνδεσμος λαμβάνεται καὶ ἀντὶ τοῦ δή. Ἀφθόνιος· Διογένης μειράκιον ἑωρακὼς ἀτακτοῦν τὸν παιδαγωγὸν ἔπαισεν ἐπειπών· τί γὰρ τοιαῦτα παιδεύεις; | |
gamma19 | γενεὰ ἡ φύσις. ὁ Ὅμηρος· ἠύτε φύλλων γενεή. καὶ γε‐ νεὰ ἡ εὐγένεια. τέκνον ἐμόν, γενεῇ μὲν ὑπέρτερός ἐστιν Ἀχιλλεύς. καὶ γενεὰ ἡ ἡλικία· οὕνεκ’ ἐγὼ γενεῆφι νεώτατος ἔσκον. καὶ γενεὰ οἱ ἀπόγονοι· κρείσσων δ’ αὖτε Διὸς γενεὴ ποταμοῖο τέτυκται. καὶ | |
5 | γενεὰ ἐπὶ διαστημάτων χρόνων· τῷ δ’ ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίατο. | |
gamma20 | γυναικωνῖτις ἡ συνάθροισις τῶν γυναικῶν. ὁ μέγας Βασίλειος· ἄλλως τε καὶ εἰ τύχοι ἔξω τῆς γυναικωνίτιδος ἑστὼς ὁ τὴν ὥραν ἀποτιθέμενος. γυναικὼν δὲ ὁ τόπος ὁ περιεκτικὸς γυ‐ ναικῶν, ὡς παρθενών. Χρυσόστομος· καὶ γυναῖκες γυναικῶνας | |
5 | καὶ ἄνδρες τὴν ἀγορὰν κενώσαντες. | |
gamma21 | γραμματιστής, ὡς παρὰ τῷ μεταφραστῇ καὶ ἄλλοις | |
πλείστοις, ὁ τοῦ ἁπλοϊκοῦ λόγου διδάσκαλος. λέγεται δὲ καὶ ὁ γραμματεύς. Ἡρόδοτος· τῶν βιβλίων ἕκαστον περιελόμενος ἐδίδου τῷ γραμματιστῇ τῷ βασιληίῳ ἐπιλέγεσθαι. | 40 | |
gamma22 | γράφω τὸ ἐπιστέλλω ἐπὶ προσώπου χωρὶς προθέσεως δο‐ τικῇ, μετὰ δὲ προθέσεως τῆς πρός ἀεὶ αἰτιατικῆ, ἐπὶ δὲ τόπου μετὰ τῆς πρός ἢ μετὰ τῆς εἰς, καὶ τότε ἀεὶ αἰτιατικῇ· γράφω εἰς τόνδε ἢ πρὸς τόνδε τὸν τόπον. μετὰ δὲ τῆς ἐπί ἀεὶ γενικῇ. Συνέ‐ | |
5 | σιος· τοιγαροῦν ὁμοῦ μὲν ἐπὶ Θρᾴκης γράφω. | |
gamma23 | γνώμης ἁμαρτάνει ἀντὶ τοῦ ἐκπίπτει γνώσεως, οὐ νοεῖ. Θουκυδίδης: τὸν δὲ πόλεμον, δι’ ὅνπερ χρήσιμοι ἂν εἴημεν, εἴ τις ὑμῶν μὴ οἴηται ἔσεσθαι, γνώμης ἁμαρτάνει. | |
deltat | Δ. | |
delta1 | διαφέρει ἀντὶ τοῦ διαλλάσσει ἐπὶ μὴ σφόδρα κατὰ πολὺ διισταμένων πραγμάτων λεγόμενον. καὶ διαφέρει ἀντὶ τοῦ καρτερεῖ καὶ ὑπομένει. Θουκυδίδης· περιουσίαν δὲ εἰ ἦλθον ἔχοντες τροφῆς καὶ ὄντες ἀθρόοι ἄνευ λῃστείας καὶ γεωργίας ξυνεχῶς τὸν πόλεμον | |
5 | διέφερον. καὶ διαφέρει ἀντὶ τοῦ συντελεῖ. Συνέσιος· ἐμοὶ δὲ καὶ ἰδίᾳ διαφέρει τὸ παρ’ αὐτά σε πράττειν εὖ τὰ βασίλεια. καὶ διαφέ‐ ρει ἀντὶ τοῦ κεκλήρωται. θεολόγος· ὥσπερ ἂν εἰ καὶ τῶν τεχνῶν ἀπεῖρξεν ἡμᾶς, ὅσαι παρ’ Ἕλλησιν εὕρηνται, καὶ τοῦτο διαφέρειν αὐ‐ τῷ διὰ τὴν ὁμωνυμίαν ἐνόμισε. καὶ διαφέρει ἀντὶ τοῦ οἰκονομεῖ. ὁ | |
10 | αὐτός· μικρὸν ὅσον τὸν τοῦ πολέμου καιρὸν διαφέρειν καὶ τὴν τῶν αἱρετικῶν δυναστείαν. καὶ διαφέρει ἀντὶ τοῦ διέρχεται. Ἡρόδοτος· καὶ οὕτω διαφέρειν τὸν αἰῶνα ἐναλλὰξ πρήσσων. καὶ διαφέρει ἀντὶ τοῦ συντελεῖ. Ἡρωδιανός· ἐπεὶ μηδὲ αὐτοῖς διέφερε ταῦτα εἰδέ‐ ναι. διαφέρεται δὲ παθητικῶς ἀντὶ τοῦ μάχεται, καὶ ἀντὶ τοῦ διά | 41 |
15 | τινος φέρεται. Δημοσθένης διεφέρετο κατατετρωμένος. | |
delta2 | δέον ἀντὶ τοῦ πρέποντος ὄντος. Χρυσόστομος· ἀλλὰ δέον φυλάξαι τὴν ἐντολήν, τοῦτο μὲν οὐκ ἐποίησεν. οὕτω λέγεται καὶ ἐνὸν ἀντὶ τοῦ δυνατοῦ ὄντος, καὶ ἐξὸν ἀντὶ τοῦ ἀδείας οὔσης, καὶ ἐπὶ τῶν ἄλλων τῶν μετοχικῶν οὐδετέρων. | |
delta3 | δευτεροῦν ἀντὶ τοῦ δὶς λέγειν ἢ ποιεῖν. Χρυσόστομος· ταῦτα οὐχ ἁπλῶς οὐδὲ μάτην νῦν ἀναγκάζομαι ἐπαναλαμβάνειν καὶ δευτεροῦν. | |
delta4 | δημόκοινος ὁ δημόσιος βασανιστής. παρ’ Ἰσοκράτει. | |
delta5 | δικελλίτης ὁ δικέλλῃ ἐργαζόμενος. Λουκιανός· διὰ ταῦτα δικελλίτης καὶ διφθερίτης, ὡς ὁρᾷς. | |
delta6 | διεξελθόντες διὰ πάντων ἀντὶ τοῦ τελέσαντες πάντα. Ἡρόδοτος· κατὰ ἕνα ἕκαστον τῶν παίδων ἔσφαζον ἐς τὸν κρητῆρα· διὰ πάντων δὲ διεξελθόντες τῶν παίδων. | |
delta7 | δημοποίητος ὁ ξένος μὲν ὢν τῇ φύσει, ὑπὸ δὲ τοῦ δήμου | |
πολίτης γενόμενος. | 42 | |
delta8 | διαιτηταὶ ἕτεροι παρὰ τοὺς δικαστάς εἰσιν. οἱ γὰρ δικα‐ σταὶ ἐν δικαστηρίοις ἐδίκαζον ἀποδεδειγμένοις καὶ τὰς ἀπὸ τῶν διαιτητῶν ἐφεσίμους ἔκρινον, οἱ δὲ διαιτηταὶ πρότερον κλήρῳ λαχόν‐ τες ἢ ἐπιτρεψάντων αὐτοῖς τῶν κρινομένων διῄτουν. καὶ εἰ μὲν ἤρε‐ | |
5 | σκε τοῖς ἀντιδίκοις, τέλος εἶχεν ἡ δίκη· εἰ δὲ μή, τὰ ἐγκλήματα καὶ τὰς προκλήσεις καὶ τὰς μαρτυρίας, ἔτι δὲ καὶ τοὺς νόμους καὶ τὰς ἄλλας πίστεις ἐμβαλόντες εἰς καδίσκους καὶ σημηνάμενοι παρ‐ εδίδοσαν τοῖς εἰσαγωγεῦσι τῶν δικῶν. | |
delta9 | δανειστὴς ὁ ἕνεκεν τόκου παρέχων χρήματα, χρήστης ὁ χωρὶς τόκου, καταχρηστικῶς δὲ καὶ ὁ ἕνεκεν τόκου. Λιβάνιος· εἰ δ’ ἄμεινον διοικεῖν ἐπίσταται, ζητείτω καὶ χρήστας τόκων πλείονας. | |
delta10 | δεύτερος οὐ μόνον πρώτου προηγησαμένου λέγεται τά‐ ξεως ἕνεκεν, ἀλλὰ καὶ ἑνὸς προηγησαμένου λέγεται ἀριθμοῦ ἕνεκεν. Χρυσόστομος· καὶ οὐκέτι ἑνὸς καὶ δευτέρου. | |
delta11 | δουλοῦμαί σοι ἀντὶ τοῦ δοῦλος σὸς γίνομαι, καταδου‐ λοῦμαι δέ σε ἀντὶ τοῦ δοῦλον ποιῶ. | |
delta12 | δήπουθεν ἀντὶ τοῦ ὄντως. Ἑρμογένης· πολὺ δὲ δήπου‐ θεν διενήνοχε τεχνολογῆσαι διδασκαλικὴν θεωρίαν. | |
delta13 | διιστῶ τόδε τοῦδε καὶ τόδε πρὸς τόδε ἀττικῶς. Μάξι‐ μος· καὶ διαστήσαντες αὐτῶν τὰς φύσεις καθάπερ ἡμέρας πρὸς | |
νύκτα καὶ φωτὸς πρὸς ζόφον. | 43 | |
delta14 | δείλη ἐπὶ ὀψίας χωρὶς προσθήκης τῆς ὥρας λέγεται· ἐπὶ δὲ πρωίας καὶ ἐπὶ ἄλλης ὥρας μετὰ προσθήκης. Συνέσιος· λύ‐ σαντες ἐκ Βενδειδίου πρὸ δείλης ἑῴας. | |
delta15 | διώκω τὸ κατηγορῶ, φεύγω τὸ κατηγοροῦμαι. καὶ διώκω τὸ ποθῶ, φεύγω τὸ μισῶ. θεολόγος· φεύγεις διώκοντας ἡμᾶς. καὶ διώκω τὸ ἀποσοβῶ, καὶ φεύγω τὸ εἰς ἐξορίαν ἀπέρχομαι. | |
delta16 | δυσειδὴς ἐπὶ προσώπου, δυσειδία δὲ ἐπὶ εἴδους τοῦ ἐν τῷ προσώπῳ. Λιβάνιος· τούτου μὲν τοῦ καλοῦ παρόντος καὶ πενία γυναικὸς καὶ δυσειδία κοῦφον. | |
delta17 | διδασκάλιον τὸ μάθημα. ὁ μέγας Βασίλειος· κατά‐ δεξαι μεθ’ ἡμῶν τὸ διδασκάλιον τῆς ἀληθείας. | |
delta18 | δωροξενίας γραφή, ὅταν τις γραφεὶς ξενίας καὶ δῶρα δοὺς ἐκφύγῃ τὴν συκοφαντίαν. | |
delta19 | διώρισαν ἀντὶ τοῦ ὁρισμῷ ἐβεβαίωσαν. καὶ διώρισαν ἀντὶ τοῦ μετέστησαν. Εὐριπίδης· καὶ τὰς ἀνάγκας οἱ νόμοι διώρισαν. καὶ διώρισαν ἀντὶ τοῦ ἁπλῶς ἀνήγγειλαν. Σοφοκλῆς· τοιαῦτα φῆμαι μαντικαὶ διώρισαν. | |
delta20 | δοκῶ ἀντὶ τοῦ δόκησιν παρέχω. Λιβάνιος· νῦν δ’ ἐκεί‐ | |
νοις μὲν οὕτως ἔδοξας εἶναι πιθανός. καὶ δοκῶ ἀντὶ τοῦ ὑπολαμβάνω. | 44 | |
delta21 | δωροῦμαι ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν καὶ ἀντιστρόφως κατὰ Ἀττικούς. Λουκιανός· ὥστε τὸν μὲν Ἀπελλῆν ἑκατὸν ταλάν‐ τοις ἐδωρήσατο. | |
delta22 | διαπράττομαι τὸ φονεύω. καὶ διαπράττομαι τὸ ἐνεργῶ. Ἀριστοφάνης· κἂν δέῃ με ἀποθανεῖν, αὐτὸς ταῦτα διαπράξομαι. | |
delta23 | διωμοσίας δίκη, ὅταν οἱ κατηγοροῦντες ὡς ἀληθῶς κατη‐ γοροῦντες ὀμνύωσι. | |
delta24 | διαιτῶμαι τὸ ἰατρικῶς τρέφομαι. καὶ διαιτῶμαι τὸ ἁπλῶς τρέφομαι. καὶ διαιτῶμαι τὸ ἀναστρέφομαι. Συνέσιος· πῶς οὖν ἔστι Νίκαιον νικᾶν ὑπερόριον ἐν ἀγρῷ διαιτώμενον. καὶ διαιτῶ τὸ κρίνω. Μάξιμος· πῶς ἄν τις διαιτήσῃ τὴν διαφοράν. | |
delta25 | δελεάσει ἀντὶ τοῦ ἐξαπατήσει. καὶ δελεάσει ἀντὶ τοῦ δέ‐ λεαρ θήσει. Ἡρόδοτος· ἐπεὰν νῶτον ὑὸς δελεάσει περὶ τὸ ἄγκι‐ στρον. | |
delta26 | διαφθείρεται ἡ δεῖνα μετὰ τοῦ δεῖνος. Χρυσόστομος· μήτε διαφθείρονται μετ’ αὐτῶν. τὸ γὰρ κοινὸν διαφθείρεται ἡ δεῖνα τῷ δεῖνι λέγεται. | |
delta27 | δεινῶς φέρειν ἀντὶ τοῦ δεινοπαθεῖν καὶ οὐχ ὑπομένειν. | |
Ἡρόδοτος· ἀνακρεμαμένου δὲ τοῦ νέκυος τὴν μητέρα δεινῶς φέρειν. | 45 | |
delta28 | δι’ ἔτους ἀντὶ τοῦ δι’ ὅλου τοῦ χρόνου. οὕτω καὶ διὰ χει‐ μῶνος καὶ διὰ θέρους καὶ τὰ ὅμοια. | |
delta29 | διοίσω ἀντὶ τοῦ διακομίσω καὶ ἐπάξω. Εὐριπίδης· ψῆ‐ φον διοίσουσιν, ἔνθα νικῆσαί σε χρή. καὶ διοίσω ἀντὶ τοῦ διαφορὰν ἕξω. Ἀριστοφάνης· οὐδὲν διοίσεις τὴν φύσιν Χαιρεφῶντος. | |
delta30 | δεῦρο ἀντὶ τοῦ ἐνταῦθα. καὶ δεῦρο ἀντὶ τοῦ ἐκεῖσε. Ἀρι‐ στοφάνης· φράσαι δὲ οὔπω τέτληκας ἡμῖν ὅτου χάριν ὁ δεσπότης ὁ σὸς κέκληκέ με δεῦρο. καὶ δεῦρο παρακελευσματικὸν ἀντὶ τοῦ ἐλθέ. | |
delta31 | διδῶ λέγουσιν οἱ Ἀττικοί. Ἑρμογένης· καὶ ὅταν ὁ νό‐ μος τοῦτο σαφῶς διδῷ. | |
delta32 | δοκῶ μοι ἀντὶ τοῦ οἶμαι. Ἀριστοφάνης· τὸν οὖν Δία τὸν σωτῆρα δοκῶ μοι χαίρειν ἐάσας. | |
delta33 | δουλούμενος ἀντὶ τοῦ δοῦλος γενόμενος. καὶ δουλούμε‐ νος ἀντὶ τοῦ δοῦλον ποιῶν. Ἱμέριος· ἀρρήτῳ πόθῳ τὸ πλησιάζον δουλούμενος. | |
delta34 | διαγγελλομένους ἀντὶ τοῦ παρακελευομένους. Ξενο‐ φῶν· ἐγίνωσκον αὐτοὺς ἀπιέναι βουλευομένους καὶ διαγγελλομένους. | |
delta35 | διαπνέει ἀντὶ τοῦ θνήσκει. καὶ τὰ λοίσθια πνέει. καὶ διαπνεῖ ὁ Ζέφυρος τὸν λειμῶνα. | |
delta36 | διὰ ῥᾳθυμίας καὶ ἀμελείας ὁμιλεῖ ἀντὶ τοῦ ῥᾳθύμως καὶ ἀμελῶς. | |
delta37 | δυνατά μοι τὰ πράγματα ἀντὶ τοῦ δύναμιν ἔχω εἰς τὰ πράγματα. καὶ ἀδύνατά μοι τὰ πράγματα ἀντὶ τοῦ οὐκ ἔχω δύνα‐ μιν εἰς τὰ πράγματα. κατὰ τοῦτον τὸν τρόπον φέρονται πληθυντι‐ καὶ πτώσεις τῇ συντάξει τῶν ῥημάτων, ἀττικῶς ἀπωθουμένης αἰτια‐ | 46 |
5 | τικῆς πτώσεως ἐπιρρηματικῶς φερομένης. Θουκυδίδης· οἱ δὲ Πλα‐ ταιῶν πρέσβεις ἀκούσαντες ταῦτα ἐπῆλθον ἐς τὴν πόλιν καὶ τῷ πλήθει τὰ ῥηθέντα κοινώσαντες ἀπεκρίναντο ὅτι ἀδύνατα σφίσιν εἴη ποιεῖν ἃ προκαλεῖται ἄνευ Ἀθηναίων. ἀντὶ τοῦ οὐ δυνατὰ σφίσι, τουτέστι δύναμιν σφῶν οὐκ ἐχόντων εἰς ἐκεῖνα. | |
delta38 | διάλυσις ἀμφιβαλλομένου πράγματός ἐστι τομή, ὡς ὅταν δικαζόμενοί τινες καὶ μέλλοντες εἰς ὅρκους χωρεῖν διαλύσωνται πρὸς ἀλλήλους καὶ καταπαύσωνται τὴν φιλονεικίαν. | |
delta39 | δίφρος κυρίως τὸ ἅρμα, καταχρηστικῶς ἡ καθέδρα. Ὅμηρος· ἀεικέλιον δίφρον καταθείς. | |
delta40 | δικάσαι ἀντὶ τοῦ κρῖναι, δεκάσαι ἀντὶ τοῦ παρακρῖναι. Συνέσιος· ἡ γὰρ εὔνοια δεινὴ δεκάσαι τὰς ψήφους. λέγεται καὶ δεδεκασμένη κρίσις καὶ δεδεκασμένη μαρτυρία. Συνέσιος· παρ’ ᾧ μηδεὶς εὕρατο μαρτυρίαν χάριτι δεδεκασμένην. | |
delta41 | διημερεύω ἀντὶ τοῦ ἅπασαν τὴν ἡμέραν ἔν τινι τόπῳ ἢ ἔργῳ ἐπιμένω. τοιοῦτόν ἐστι καὶ τὸ διανυκτερεύω. | |
delta42 | δεῆσαν ἀντὶ τοῦ χρείας ἐπελθούσης. Συνέσιος· ἐδεξά‐ μην εἰς τὸν ἀπόπλουν δεῆσαν παρ’ αὐτοῦ χρυσίνους ἑκατόν. | |
delta43 | δικάζομαι ἀντὶ τοῦ ἐγκλητεύω καὶ κατηγορῶ. Ἀριστο‐ φάνης· εἶτ’ αὖθις ἀκαρῆ διαλιπὼν δικάζομαι. καὶ Λιβάνιος· ἐκεῖ‐ νός σε τῶν ἡμετέρων ἐκβέβληται, ἐκεῖνο δικάζων. | 47 |
delta44 | διαθρύπτεται παθητικῶς ἀντὶ τοῦ ἑταιρικῶς σχηματίζε‐ ται. διαθρύπτει δὲ ἐνεργητικῶς ἀντὶ τοῦ ἄρτον διαμερίζει. θεολό‐ γος· καὶ διαθρύπτει πεινῶσι τὸν πνευματικὸν ἄρτον. | |
delta45 | διάθεσις λέγεται ἐπὶ ποιότητος λογισμοῦ. | |
delta46 | διῆλθεν ἀντὶ τοῦ ἐνήργησε. καὶ ταῦτα μέντοι τὰ τοσαῦτα καὶ τοιαῦτα διῆλθε σὺν πολλοῖς δ’ ὅμως ἐναντιώμασι τῶν Ἑλλήνων. | |
delta47 | δεδίττομαι τὸ ἐκφοβῶ. καὶ δέδοικα καὶ δέδια τὸ φοβοῦ‐ μαι. καὶ δέδοικα περὶ σοῦ καὶ περὶ σοί. ὁμοίως καὶ δειλιῶ καὶ δει‐ μαίνω. | |
delta48 | διεκορήσατό τις παρθένον. | |
delta49 | δικαιῶ τὸ ἀθῳῶ. καὶ δικαιῶ τὸ καταδικάζω. | |
delta50 | δεῦρο κεῖται καὶ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου. καὶ γνώμης ἕνεκα καὶ τῆς εἰς τὸ δεῦρο τύχης. | |
delta51 | διάθεσις λέγεται ἐπὶ ποιότητος λογισμοῦ καὶ ἐπὶ ἁπλῶς θέσεως ἀψύχων τινῶν πραγμάτων. θεολόγος· καὶ ψηφῖδος λεπτῇ διαθέσει καὶ ποικιλίᾳ γραφῆς. | |
delta52 | διαγράφων ἀντὶ τοῦ σημειούμενος. καὶ ἀντὶ τοῦ παραλο‐ γιζόμενος. Ἀριστείδης· οὐκ ἂν φθάνοι διαγράφων πάσας ἀρχάς τε | |
καὶ δυνάμεις ἁπλῶς. | 48 | |
delta53 | διαβάλλω ἀντὶ τοῦ ψευδῶς κατηγορῶ. καὶ διαβάλλω ἀντὶ τοῦ ἀναγγέλλω. Ἀριστείδης· τοῦτο δὲ ἐγὼ μὲν οὐδέποτ’ ἂν φήσαιμι, ἄλλος δ’ ἄν τις εἴποι διαβάλλων οὐ πόρρω κακοηθείας εἶ‐ ναι. ἀντὶ τοῦ ψέγων ἀληθῶς. | |
delta54 | διατετριφὼς ἀντὶ τοῦ διατρίψας. Κύπριος· ὥσπερ οὐκ ἐν Σπάρτῃ, ἀλλ’ εἰς δικαστήρια διατετριφὼς ἀττικά. | |
delta55 | διεῖχον ἀντὶ τοῦ διίσταντο. Θουκυδίδης· διεῖχον δὲ πολὺ ἀπ’ ἀλλήλων καὶ ἔστιν ὅτε οὐδὲ ἑωρῶντο. | |
delta56 | δήμιος ὁ ὑπηρέτης τοῦ δήμου· δημότης δὲ ὁ μετέχων τοῦ δήμου. | |
delta57 | διὰ φυλακῆς ἔχοντες ἀντὶ τοῦ φυλάσσοντες. Θουκυδί‐ δης· καὶ οἱ μὲν Ἕλληνες τεταγμένοι τε προσῄεσαν καὶ διὰ φυλα‐ κῆς ἔχοντες, ἕως ἐστρατοπεδεύοντο ἐν ἐπιτηδείῳ. | |
delta58 | δάπις γράφεται καὶ διὰ τοῦ ι καὶ κλίνεται διὰ τοῦ δος. Ἀριστοφάνης· οὐδ’ ἐν δάπισιν ἔσται καταδαρθεῖν. καὶ Συνέσιος· δάπιδα μεγάλην τῶν Αἰγυπτίων. γράφεται καὶ τάπης διὰ τοῦ η, καὶ ἀμφιτάπης ἡ ἀμφοτέρωθεν ἔχουσα μαλλόν. | |
delta59 | διὰ βραχέος ἀντὶ τοῦ συντόμως. Θουκυδίδης· καὶ πέντε ναῦς τὰς ἄριστα πλεούσας, ὅπως ἐκπλέοιμεν διὰ βραχέος παραγινό‐ | |
μενοι. | 49 | |
delta60 | δεῦρ’ ἀεὶ ἀντὶ τοῦ ἕως τούτου. | |
delta61 | διαπρεπὴς ἐν ἀρετῇ, καὶ διαπρεπὴς ἐν κακίᾳ. | |
delta62 | διαπαρθενεύεται τὴν παρθενίαν ἀπόλλυσιν. Ἡρόδοτος· ἣ δὲ ἂν τῷ βασιλεῖ γένηται ἀρεστή, ὑπὸ τούτου διαπαρθενεύεται. | |
delta63 | διάβροχος ὁ μεθύων. Λιβάνιος· ὡς δ’ ἐμέθυεν ὁ πορνο‐ βοσκὸς καὶ διάβροχος ἦν. | |
delta64 | δεινὸς ὁ ἐπιτήδειος. Ἰώσηπος· Ἀμμοραίους μὲν τοιοῦτον πάθος κατέλαβεν οὔτε φρονῆσαι δεινοὺς οὔτε κατὰ τὰ ἔργα ἀγα‐ θοὺς γεγονότας. | |
delta65 | διεχρήσατο ἀντὶ τοῦ ἐφόνευσε. καὶ ἀντὶ τοῦ ἁπλῶς ἐχρή‐ σατο. ὅτι ἐξεδήμησέ τε εἰς τὴν Ἑλλάδα καὶ ξενικοῖσιν ἔθεσι διε‐ χρήσατο. | |
delta66 | διασφὰξ ὁ διεστὼς τόπος τοῦ ὄρους. Ἡρόδοτος· διὰ τῆς διασφάγος ῥεῖ. | |
delta67 | διαιτηταὶ λέγονται οἱ παρὰ τοῖς Ἀθηναίοις κρίσεις ὑπερά‐ | |
νω τῶν πεντήκοντα νομισμάτων κρίνοντες. | 50 | |
delta68 | διαγραφὴ ἡ διατύπωσις τῶν πιπρασκομένων μετάλλων, καὶ τὸ καθυποβάλλεσθαι ζημίαις πολλαῖς τὴν πόλιν. διαγραφὴ καὶ ὅταν ἀπαλλαγῇ τοῦ ἐγκλήματος ὁ φεύγων ἢ κατὰ συγχώρη‐ σιν τοῦ διώκοντος ἢ κατὰ διάγνωσιν καὶ μηκέτι ὑπὲρ οὐδενὸς ἐγκα‐ | |
5 | λῆται. | |
delta69 | διαγέγραπται ἀντὶ τοῦ ἀνῄρηται ἀπὸ τῆς τοῦ γραμμα‐ τέως δέλτου, ὅπου αἱ δίκαι ἐγράφοντο. Ἀριστοφάνης· ὡς ἥδομαι ὅτι πεντατάλαντός μοι δίκη διαγέγραπται. | |
delta70 | διαφάσκουσα ἡ ἀνατέλλουσα ἡμέρα. Ἡρόδοτος· ἐν ἡμέρῃ δὲ διαφασκούσῃ συμβολὴν ποιέεσθαι. | |
delta71 | διαγορεύει ἀντὶ τοῦ δημηγορεῖ καὶ ἀντὶ τοῦ διάφορα λέγει. | |
delta72 | διαδικασάμενος ὀνειδίσας, διελέγξας. ὃς διαδικασάμενος αὐτῷ περὶ τῆς ἀποστασίας ἀπέκτεινε. | |
delta73 | δὲ σύνδεσμος καὶ παρὰ τοῖς λογογράφοις ἀντὶ τοῦ δὴ λαμ‐ βάνεται πολλάκις. Συνέσιος· ὁ δὲ Καρνᾶς ἔτι μέλλει καὶ οὔθ’ | |
ἑκὼν οὔθ’ ὑπ’ ἀνάγκης γίνεται χρήσιμος. | 51 | |
delta74 | διακέκοπται ἀντὶ τοῦ ἀποδεδοκίμασται. ἡ μεταφορὰ ἀπὸ τοῦ διακοπτομένου ἀδοκίμου νομίσματος. | |
delta75 | διάφορος ὁ πολέμιος. Ἡρόδοτος· τότε ἐὼν διάφορος τοῖσι Ζαγκλαίοισι, συμμίξας τοῖσι Σαμίοισι. | |
delta76 | διαύγεια ἡ λαμπρότης. | |
delta77 | διὰ βίου ἀντὶ τοῦ κατὰ πάντα τὸν βίον. ὁ μέγας Βασί‐ λειος· δουλείαν αὐθαίρετον ἐδέξατο διὰ βίου. | |
delta78 | δεσπότης καὶ δεσπόζων ὁ κύριος, δεσπόσυνος ὁ τού‐ του υἱὸς καὶ τρόφιμος. καὶ δεσπόσυνον τὸ τοῦ δεσπότου κτῆμα. Εὐριπίδης· τὰς δεσποσύνους σκηνὰς προλιποῦσα. ἡ γυνὴ δὲ δεσ‐ πότις καὶ δέσποινα λέγεται. | |
delta79 | δοῦλος τὸ ἀρσενικόν, τὸ θηλυκὸν δούλη. τὸ δουλὶς οὐκ ἐπαινετόν. | |
delta80 | δειπνῶ ἐγώ, δειπνίζω ἕτερον. Λιβάνιος· ὅταν ἐπιλίπωσι μὲν οἱ δειπνίζοντες. | |
epsilont | Ε. | |
epsilon1 | εἰσάπαξ ἀντὶ τοῦ ὁλοτελῶς. Λιβάνιος· πλὴν ἴσως ὑφῆκά τι τῆς ὀργῆς ὁρῶν οὐκ εἰσάπαξ ἀπολωλότα μοι τὸν υἱόν. | |
epsilon2 | ἔτι ἀντὶ τοῦ ἀκμήν. ἔτι ἀντὶ τοῦ σὺν τούτοις. καὶ ἔτι ἀντὶ τοῦ εἰς τὸ ἑξῆς. Δημοσθένης· ἂν δ’ ἐκεῖνα Φίλιππος λάβῃ, τίς | |
αὐτὸν ἔτι κωλύσει δεῦρο βαδίζειν; | 52 | |
epsilon3 | εἱλούμενοι ἀντὶ τοῦ ἀναστρεφόμενοι. Μάξιμος· τοιοῦτον γάρ τοι ἀμέλει καὶ οἱ περὶ τὰς δίκας εἱλούμενοι δρῶσιν. | |
epsilon4 | ἐνάγει ἀντὶ τοῦ εἰσφέρει. Χρυσόστομος· οὐδὲν γὰρ οὕτως ἐνάγει πρὸς τὴν τῆς ἀληθείας ὁδόν. καὶ ἐνάγει ἀντὶ τοῦ ἐγκλητεύει. καὶ ἀντὶ τοῦ ποιεῖ. Ἡρόδοτος· ὅστις μαίνεσθαι ἐνάγει ἀνθρώπους. | |
epsilon5 | ἐκπίπτει γενικῇ καὶ τίθεται ὡς ἐπὶ πλεῖστον ἐπὶ βλάβης, οἷον ἐκπίπτει πλούτου, ἐκπίπτει φωτός. ὑπερεκπίπτει δὲ ἀντὶ τοῦ νικᾷ. θεολόγος· ὑπερεκπίπτει πᾶσαν ἔννοιαν καὶ χρόνου καὶ φύ‐ σεως. | |
epsilon6 | ἐπεξέλθωμεν ἀντὶ τοῦ ἐπεξεργαστικῶς διηγησώμεθα. Χρυ‐ σόστομος· ἀκολούθως τοῖς σήμερον ἀναγνωσθεῖσιν ἐπεξέλθωμεν. καὶ ἀντὶ τοῦ κολάσωμεν. Ἰουλιανός· ὅτι κλέπτοντας ἑλόντες οὐκ ἐπεξήλθομεν. καὶ ἀντὶ τοῦ πράξωμεν. ὁ αὐτός· οὐ προμηθέστατα | |
5 | δὲ πάσαις ἐπεξῆλθε ταῖς οἰκονομίαις τῆς πόλεως. | |
epsilon7 | ἔτεμε λέγεται καὶ ἐπὶ ὁδοῦ ἀντὶ τοῦ ἁπλῶς ἐνήργησε. Χρυ‐ σόστομος· πόσας ὁδοὺς ἀπωλείας ὁ διάβολος ἔτεμε τοῖς αὐτὸν θεραπεύειν βουλομένοις. | |
epsilon8 | ἐπιχαλαζῶ ῥῆμα. Λουκιανός· ἐπιχαλαζῶ πόρρωθεν αὐ‐ | |
τούς. | 53 | |
epsilon9 | ἐν πρόθεσις σημαίνει καὶ τὸ ἐνώπιον. Ἀριστοφάνης· πολὺ γὰρ μᾶλλον ἐν τοῖς πολλοῖσι λέγων ἀπολῶ. | |
epsilon10 | ἔκβλητον τὸ τῆς θαλάττης ἔκβρασμα. καὶ ἔκβλητον βρέφος. | |
epsilon11 | ἔχε μοι χάριν ἀντὶ τοῦ εὐχαρίστει μοι. Λουκιανός· ἀλλ’ οὖν ἐχέτω καὶ τούτων τῶν παιδευμάτων τῇ πατρίδι τὴν χάριν. ἔχω σοι δὲ χάριν ἀντὶ τοῦ εὐχαριστῶ σοι. | |
epsilon12 | ἐξαιρέσεως δίκη. ὅταν τις ἄγῃ τινὰ ὡς δοῦλον, ἔπειτά τις αὐτὸν ὡς ἐλεύθερον ἐξαιροῖτο, ἐξῆν τῷ ἀντιποιουμένῳ τοῦ ἀνθρώ‐ που ὡς δούλου λαγχάνειν ἐξαιρέσεως δίκην τῷ εἰς τὴν ἐλευθερίαν αὐτὸν ἐξαιρουμένῳ. | |
epsilon13 | εἰ δ’ οὖν ἐλλειπτικῶς λέγεται, οἷον εἰ δὲ οὔ. τὸ οὖν δὲ λαμβάνεται διὰ καλλιφραδίαν ἀργὸν ἀντὶ τοῦ δή. | |
epsilon14 | ἔφαγεν ἐπὶ τραπέζης καὶ ἔφαγεν ἀπὸ τραπέζης Συνέσιος· καὶ οὔτε ἐμβαλοῦμεν αὐτῷ δεξιὰν οὔτε ἀπὸ τῆς αὐτῆς ποτὲ σιτησόμεθα. | |
epsilon15 | ἐξαράσασθαι ἀντὶ τοῦ ἐκτελέσαι τὰς ἀράς, τουτέστι τὰς | |
εὐχὰς ἐπὶ ταῖς ἱδρύσεσι τῶν ναῶν ἃς εἰώθασι ποιεῖσθαι. | 54 | |
epsilon16 | εἰκάσαι ἀντὶ τοῦ στοχάσασθαι. Συνέσιος· ἄνθρωπος οὐκ ἔχων εἰπεῖν ὄνομα πάππου, ἀλλ’ οὐδὲ πατρός, φασί, πλὴν ὅσον εἰκά‐ σαι. καὶ εἰκάσαι ἀντὶ τοῦ παρεικάσαι. | |
epsilon17 | ἐμψυχοῖ μετὰ προθέσεως καὶ χωρὶς προθέσεως. Συνέ‐ σιος· ἥ τε οὖν ὅλη ψυχὴ σφαῖραν ὄντα τὸν ὅλον κόσμον ψυχοῖ. | |
epsilon18 | ἐξούλης ὄνομα δίκης ἣν ἐπάγουσιν οἱ φάσκοντες ἐξείργε‐ σθαι τῶν ἰδίων κατὰ τῶν ἐξειργόντων. | |
epsilon19 | εἶεν ἀντὶ τοῦ εἴησαν οἱ Ἀττικοὶ γράφουσι. Συνέσιος· ἵν’ εἶεν οἶκοι ψυχαὶ ἐν κόσμῳ κόσμοι μικροί. καὶ εἶεν κατὰ ῥήτορας ἀποθετικὸν τῶν λεχθέντων καὶ ἐναρκτικὸν τῶν λεχθησομένων. | |
epsilon20 | ἐξάντεις οἱ ἀπαλλαγέντες νόσου τινός. Συνέσιος· ἅμα δὲ καὶ ἐξάντεις ἐσομένους τῆς νόσου. | |
epsilon21 | ἐξωμοσία τὸ πρᾶξίν τινα μεθ’ ὅρκου ἀπαρνήσασθαι διὰ νόσον ἤ τινα ἑτέραν πρόφασιν, ὡς δῆλον ποιεῖ Δημοσθένης ἐν τῇ περὶ τῆς πρεσβείας. | |
epsilon22 | ἐνθύμιον γράφεται. Ἀριστείδης· ἐνθύμιον βασιλεῖ καὶ Μαρδονίῳ γίνεται, ὃ δὴ καὶ φρόνιμον ἔξεστιν εἰπεῖν. | |
epsilon23 | ἔγκλημα κοινόν, ἐπίκλημα ἀττικόν. | 55 |
epsilon24 | ἐμφοροῦμαι ἐπὶ πόματος. Λιβάνιος· οἱ δὲ τὸν ἄκρατον ἐνεφοροῦντο. | |
epsilon25 | ἐπαγγελία λέγεται μὲν καὶ ἐπ’ ἄλλων, λέγεται δὲ καὶ ἐπὶ τῶν ἐγκαλούντων τινὶ δημηγορεῖν καὶ πολιτεύεσθαι οὐκ ἐξόν. | |
epsilon26 | εἴποις ἀντὶ τοῦ λέξεις, ὃ συντάσσεται δοτικῇ. καὶ εἴποις ἀντὶ τοῦ ὀνομάσεις, ὃ συντάσσεται αἰτιατικῇ. Ἀριστείδης· τί δ’ ἂν εἴποις τὸ φρέαρ τὸ ἱερόν; | |
epsilon27 | εὖ σημαίνει τὸ καλὸν καὶ τὸ ῥᾴδιον. Ἱπποκράτης· εὐ‐ φόρως φέρουσιν. | |
epsilon28 | ἐμβάλλω τὸ εἰσάγω. καὶ ἐμβάλλω τὸ εἰσέρχομαι. Ἀρι‐ στοφάνης· ἀκούσῃ γὰρ μέλη κάλλιστ’, ἐπειδὰν ἐμβάλῃς ἅπαξ. καὶ Λιβάνιος· ἕως εἰς τὸ ἄστυ ποτὲ καὶ τὴν ἀγορὰν ἐνεβάλομεν. | |
epsilon29 | εἰργάσατο τῆς ἡμέρας πολλάκις τῶν Ἀττικῶν ἐστιν. | |
epsilon30 | ἐψεύσατο ἀμέσως χωρὶς προθέσεως. Συνέσιος· Ἀνδρόνι‐ κος τὴν ἐκκλησίαν ψευσάμενος. καὶ Χρυσόστομος· ἕβδομον ὅτι τὸν θεὸν ἐψεύσατο. | |
epsilon31 | ἐμπιστεύω ἐνεργητικῶς. Χρυσόστομος· οὕτω καὶ ὁ δε‐ σπότης ὁ ἡμέτερος πάντα τὰ ὁρώμενα ἐμπιστεύσας τῷ ἀνθρώπῳ. παθητικῶς δὲ ὡς ἐπὶ τὸ πλεῖστον γράφεται. | |
epsilon32 | ἐπιπολῆς γράφεται, ἀλλὰ καὶ ἐξεπιπολῆς. θεολόγος | |
οὐκ ἐξεπιπολῆς χαρασσομένους. καὶ Χρυσόστομος· καὶ ἐξεπιπολῆς τοῖς ἀνεγνωσμένοις προσέχοντες. ἀναλογώτερον δὲ τὸ ἐπιπολῆς, ὅτι καὶ ἐπιπόλαιον. | 56 | |
epsilon33 | ἐπιπάππου γράφει Λιβάνιος. καὶ Χρυσόστομος· τὸ ὄνομα τοῦ πάππου καὶ τοῦ ἐπιπάππου. | |
epsilon34 | ἐχομένως ἀντὶ τοῦ πλησίον. Ἱμέριος· ἄνωθεν μὲν Παιό‐ νων ἐπικαθημένων, ἐχομένως δὲ Ἰλλυριῶν καὶ Μυσῶν παραδιδόντων τὸ γείτοσιν εἶναι τῆς πόλεως. | |
epsilon35 | ἐξεστηκὼς λέγεται ἁρμοζόντως καὶ ἐπὶ τετραμμένου οἴνου. Ἀριστείδης· οἷον εἴ τις μετὰ ἀνθοσμίαν οἶνον τῶν ἐξεστηκότων τι‐ νὰ πίνει. | |
epsilon36 | ἐφήμερος ὁ θνητός. Ἀριστοφάνης· τί με καλεῖς, ὦ ’φήμερε. καὶ Μάξιμος· τί οὖν ἄλλο ἡγῇ τῇ ψυχῇ εἶναι τὸ δέρμα τοῦτο καὶ τὰ ὀστᾶ καὶ τὰς σάρκας; χλανίδια ἐφήμερα καὶ ῥάκια ἀσθενῆ. | |
epsilon37 | ἐνοχλῶ δοτικῇ καὶ αἰτιατικῇ ἀττικῶς. | |
epsilon38 | ἐκτοπίσαι ἀντὶ τοῦ ἀπομακρῦναι. θεολόγος· καὶ ἐκτο‐ πίσας εἰς πέρας. καὶ Μάξιμος· ἐκτοπίσαι τὸ χωρίον ποιητικῶς μάλα τῆς καθ’ ἡμᾶς θαλάττης. | |
epsilon39 | ἐκ τῆς ἴσης γράφουσιν οἱ Ἀττικοὶ ἀντὶ τοῦ ἐπίσης. Μά‐ ξιμος· ὁ μὲν γὰρ φίλος τὸ φαινόμενον αὐτῷ ἀγαθὸν εἰς κοινὸν κα‐ ταθέμενος τῷ φίλῳ, ἐάν τε λυπηρὸν τούτῳ ᾖ ἐάν τε ἡδύ, συναπο‐ λαύει αὐτῷ ἐκ τῆς ἴσης. | 57 |
epsilon40 | ἐπακτὸς ὅρκος ὃν αὐτός τις ἑκὼν αὑτῷ ἐπάγεται, τουτέ‐ στιν αἱρεῖται. Λυσίας ἐν τῷ πρὸς Χαιρέστρατον. | |
epsilon41 | ἐκφυλλοφορῆσαι. εἰ ἐδόκει τις τῶν βουλευτῶν ἀδικεῖν, διεψηφίζετο ἡ βουλὴ περὶ αὐτοῦ, εἰ χρὴ αὐτὸν μηκέτι βουλεύειν· ἀντὶ δὲ ψήφων φύλλοις ἐχρῶντο, δι’ ὧν ἕκαστος ἐπεσημαίνετο τὴν αὑτοῦ γνώμην. Δείναρχος ἐν τῷ κατὰ Πολυεύκτου. | |
epsilon42 | ἐπαιρόμενος ἀντὶ τοῦ ἐπανατεινόμενος. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. | |
epsilon43 | εἰς μέγα ἀντὶ τοῦ πάνυ, οἷον εἰς μέγα φθέγγεται. | |
epsilon44 | ἐκέρδανε τὴν συμφορὰν ἀντὶ τοῦ ἐξέφυγε. Λιβάνιος· παντάπασι γὰρ ἂν τῶν μετὰ ταῦτα συμφορῶν τὴν πεῖραν ἐκέρδανα. | |
epsilon45 | ἐπιδέκατον τὸ δέκατον καὶ ἐπίπεμπτον τὸ πέμπτον. Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου καὶ Εὔπολις ἐν Αὐτολύκῳ. | |
epsilon46 | ἔκκλητος λέγεται κρίσις εἰς ἣν καταφεύγει τις τὴν πρώ‐ την οὐ στέργων. καλεῖται δὲ καὶ ἔφεσις. ἐξῆν δὲ τοῖς ξένοις ἔκκλη‐ | |
τον ζητεῖν, τοῖς δ’ ἐγχωρίοις οὐκέτι. | 58 | |
epsilon47 | ἐν Δελφίνῳ δικαστήριον ἐν Ἀθήναις. δικάζονται δὲ ἐνταῦ‐ θα οἱ ὁμολογοῦντες μὲν ἀπεκτονέναι, δικαίως δὲ πεποιηκέναι τοῦτο λέγοντες. Δημοσθένης ἐν τῷ κατὰ Ἀριστοκράτους. | |
epsilon48 | ἐπισχεῖν ἀντὶ τοῦ ἐμποδὼν στῆναι. καὶ ἐπισχεῖν μαστὸν βρέφει. | |
epsilon49 | εἰμὶ ἀντὶ τοῦ ὑπάρχω. περίειμι ἀντὶ τοῦ ζῶ· καὶ ἀντὶ τοῦ νικῶ, ὅτε μετὰ γενικῆς συνταχθῇ. | |
epsilon50 | ἐπέθηκεν ἐπιστολὴν ἀντὶ τοῦ παρέδωκεν. | |
epsilon51 | ἐπικηρυκεία τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν. | |
epsilon52 | ἐναποψύχειν παρ’ Ἡσιόδῳ τὸ ἐναποφυσᾶν, παρ’ Ὁμή‐ ρῳ τὸ λειποθυμεῖν. | |
epsilon53 | ἐπιτελέωμα λέγεται θῦμα ὑπὲρ τῶν πρότερον θυμάτων. Δημοσθένης· ἔτι τοίνυν πάντων ὕστατα ταῦτα θύεται καὶ ἐπιτε‐ λεώματα τῶν ἄλλων θυμάτων. | |
epsilon54 | ἐπισημαίνεσθαι ἀντὶ τοῦ ἐπαινεῖν καὶ ὡς ἐν τῇ συνη‐ | |
θείᾳ λέγομεν ἐπιφωνεῖν. καὶ ἀντὶ τοῦ ἐπισφραγίσαι. | 59 | |
epsilon55 | ἐπιτείχισμα τὸ γινόμενον κατά τινων χωρίων, ὅθεν ὁρμώ‐ μενοι οἱ τειχίσαντες κακῶς ταῦτα ἐποίουν. Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. | |
epsilon56 | ἐκκεκώφηται καὶ ἐκκεκώφωται τὰ ὦτα μεταβατικῶς γράφεται. | |
epsilon57 | ἑλληνίζει ἀντὶ τοῦ ἑλληνικῶς φθέγγεται. καὶ ἀντὶ τοῦ τὰ τῶν Ἑλλήνων φρονεῖ. | |
epsilon58 | ἐγκεκοισυρωμένη ἡ ὑπερήφανος καὶ κεκαλλωπισμένη. Ἀριστοφάνης· σεμνὴν τρυφῶσαν ἐγκεκοισυρωμένην. εἴρηται δὲ ἡ λέξις ἐπὶ τούτου τοῦ σημαινομένου διὰ τὸ τὴν Κοίσυραν, ἥτις ἦν μήτηρ Μεγακλέους καὶ Ἀλκμαίωνος γυνή, ὑπερήφανον καὶ κεκαλλω‐ | |
5 | πισμένην εἶναι. | |
epsilon59 | ἐν χρῷ κουρὰ καὶ ἐν χρῷ κουρίας ἐπὶ ἀρσενικοῦ. οὐ λέγεται δὲ ἐπὶ μόνης κουρᾶς, ἀλλὰ καὶ ἐπὶ ἄλλων πραγμάτων, οἷον | |
ἐν χρῷ κινδύνου. οὕτω Θουκυδίδης. | 60 | |
epsilon60 | ἐπιτιμηταί. οἱ τὸ πρῶτον τιμώμενοί τι τιμηταὶ ἐκαλοῦν‐ το, οἱ δὲ τοῖς ἑξῆς ἔτεσι τὰ αὐτὰ τιμώμενοι ἐπιτιμηταὶ ἐκαλοῦντο. Λυσίας ἐν τῷ κατὰ Διογένους. | |
epsilon61 | ἐκπαλαίει ἀντὶ τοῦ ἔξω τοῦ νόμου παλαίει. θεολόγος εἰς τὸν περὶ ἱερωσύνης. | |
epsilon62 | ἐπαποδυώμεθα ἀντὶ τοῦ ἐπιχειρήσωμεν. | |
epsilon63 | ἐπικάθηται ἀντὶ τοῦ ἐπάνω κάθηται, καὶ ἀντὶ τοῦ ἐπι‐ κρέμαται. Προκόπιος· ἵνα μηδεὶς φόβος ἐπικάθηται Ταραντίνοις. | |
epsilon64 | ἐτιμήσασθε ἀντὶ τοῦ ἠγοράσατε. Θουκυδίδης· ἣν ὑμεῖς πολλῶν χρημάτων ἐτιμήσασθε. | |
epsilon65 | ἔγημεν ὁ ἀνήρ, ἐγήματο ἡ γυνή. | |
epsilon66 | ἐπιδώσει ἀντὶ τοῦ αὐξηθήσεται. Χρυσόστομος· καὶ ἡ ἐκκλησία εἰς πλῆθος ἐπιδώσει. καὶ ἐπιδώσει ἀντὶ τοῦ ἁπλῶς δώ‐ σει. καὶ ἐπιδώσει ἀντὶ τοῦ ἐκ δευτέρου δώσει. Ἡσίοδος· οὐκ ἐπι‐ μετρήσει οὐδ’ ἐπιδώσει. | |
epsilon67 | ἐπίγαμος ὁ καιρὸν ἔχων γάμου. Ἡρόδοτος· ὅσοι μὲν ἔσκον εὐδαίμονες τῶν Λακεδαιμονίων ἐπίγαμοι, ὑπερβάλλοντες ἀλλή‐ λους ἐξωνέοντο τὰς καλλιστευούσας. | 61 |
epsilon68 | εὐήθης καὶ εὐήθεια παρὰ τοῖς παλαιοῖς καὶ ἐπὶ ἐπαίνου λαμβάνεται. Δημοσθένης· οὐκ ᾤετο δεῖν τῆς ἡμετέρας εὐηθείας ἀπολαύειν. | |
epsilon69 | ἐπίσημος ἐπὶ καλοῦ. Ἱμέριος· τὸ δὲ τοῦ γένους ἐπίση‐ μον οὐκ ὦμός τις, ὥσπερ Πελοπίδαι φασί. καὶ ἐπὶ κακοῦ. Εὐριπί‐ δης· ἐπίσημον Τυνδάρεως εἰς τὸν ψόγον γένος. | |
epsilon70 | εὐθύωρον τὸ κατ’ εὐθεῖαν. Ἀντιφῶν ἐν τῷ πρὸς Νι‐ κοκλέα. | |
epsilon71 | εὐοφθάλμως ἀντὶ τοῦ εὐπρεπῶς. | |
epsilon72 | ἐξέστησεν ἀντὶ τοῦ ἐξέπληξε. καὶ ἀντὶ τοῦ μετήγαγεν. ἢ γὰρ ἀρετῆς ὕψος εἰς ἀπάθειαν ἐξέστησε τὴν ψυχὴν ἢ πάθους μέγεθος εἰς ἀναλγησίαν. | |
epsilon73 | ἐξέθανε παρὰ ῥήτορσιν ἀντὶ τοῦ βιαίως ἀποθανεῖν. | |
epsilon74 | ἐπεξέρχεται ἀντὶ τοῦ κολάζει. καὶ ἀντὶ τοῦ λίαν κινεῖται. Συνέσιος· ὥσπερ οἱ ποταμοὶ ταῖς δοθείσαις ὁδῶν ἀφορμαῖς ἀπλη‐ στότερον ἐπεξέρχονται. καὶ ἐπεξέρχεται ἀντὶ τοῦ ἐπεξεργαστικῶς | |
διηγεῖται. | 62 | |
epsilon75 | ἐπιτήδειος ἀπωλείας ἀντὶ τοῦ ἄξιος. καὶ τούτους οὖν ἐπιτηδείους ἀπωλείας ἐθέμεθα. | |
epsilon76 | ἐνδεῖν ἀντὶ τοῦ ἐλλείπεσθαι. καὶ χρημάτων καὶ στρατιω‐ τῶν ἐνδεῖν αἰσχρόν. | |
epsilon77 | ἐπεξῆλθον ἀντὶ τοῦ κατέφυγον. Ἡρόδοτος· κατὰ δὲ ἀετὸν ἐπάνω πύργων τῆς ῥαχίας τοῦ ὄρεος ἐπεξῆλθον οἵ τε ἐπίκου‐ ροι καὶ αὐτῶν Σαμίων συχνοί. | |
epsilon78 | εἶναι ἀπαρέμφατον μετὰ αἰτιατικῆς συντασσόμενον καὶ δοτικῇ συντάσσεται, εἰ προηγμένην ἔχει δοτικῆς σύνταξιν. Εὐριπί‐ δης· νῦν δ’ ἀναγκαίως ἔχει δούλοισιν εἶναι τοῖς σοφοῖσι τῆς τύχης. καὶ Συνέσιος· οἷς αἱ τυραννίδες ἐπέτρεπον οὕτω πάνυ πονηροῖς | |
5 | εἶναι. | |
epsilon79 | ἔμπηρος ὁ ἀνάπηρος. Ἡρόδοτος· καὶ οὕτως αἱ εὔμορφοι τὰς ἀμόρφους καὶ ἐμπήρους ἐξεδίδοσαν. | |
epsilon80 | ἐπείγω ἕτερον καὶ κατεπείγω μετὰ προθέσεως. καὶ ἐπεί‐ γω ἀντὶ τοῦ ἐπείγομαι. Εὐριπίδης· ἔπειγ’ ὡς μή σε ψῆφος Ἀρ‐ γείων ἕλοι. | |
epsilon81 | ἐπίγαμος ὁ εἰς γάμου ἡλικίαν φθάσας. Κύπριος· ὁ δεῖ‐ να ἡμέτερος θυγατέρα ἔχων ἐπίγαμον καὶ ἄνδρα ῥᾳδίως αὐτῇ μὴ δυνάμενος ἐκ πενίας ἀγαγέσθαι. | |
epsilon82 | ἔμενον ἀντὶ τοῦ ἐξεδέχοντο. Ἡρόδοτος· οἱ δὲ Βαβυλώ‐ | |
νιοι ἐκστρατευσάμενοι ἔμενον αὐτόν. | 63 | |
epsilon83 | εἰσέχων ἀντὶ τοῦ εἰσερχόμενος. Ἡρόδοτος· κόλπος θα‐ λάττης εἰσέχων ἐκ τῆς ἐρυθρῆς καλεομένης θαλάσσης. | |
epsilon84 | ἐς τοῦτο ἀντὶ τοῦ μέχρι τούτου. Ἡρόδοτος· ὁ μὲν δὴ τοῦ Ἀμμωνίου Ἐτεάρχου λόγος ἐς τοῦτό μοι δεδηλώσθω. | |
epsilon85 | εὐοδία ἡ εὐκινησία. ὁ μέγας Βασίλειος· καὶ τὴν εἰς πάντα τὸν βίον εὐοδίαν τὴν εἰς τὰ πνευματικὰ προτιμότερα ποιουμέ‐ νοις διδούς. | |
epsilon86 | ἑψεῖν βρῶμα λέγεται καὶ ἑψεῖν χύτραν. Χρυσόστομος· ἀλλ’ ἱμάτιον πλῦναι καὶ πῦρ ἀνακαῦσαι καὶ χύτραν ἑψεῖν. | |
epsilon87 | ἐξορύττηται τὸν ὀφθαλμὸν καὶ χωρὶς προσθήκης τοῦ ὀφ‐ θαλμὸν εἰς ὀφθαλμὸν λαμβάνεται. Χρυσόστομος· μακάριος οὗτός ἐστι, κἂν ἐξορύττηται κἂν καίηται. | |
epsilon88 | ἐπιχώριον λέγεται τὸ σύνηθες τῷ τόπῳ. Ἀριστοφάνης· ἀσκεῖν τὸν υἱὸν τὸν ἐπιχώριον τρόπον. καὶ Ἱμέριος· αἱ Μοῦσαι τοῖς ἐπιχωρίοις ἑκάστοτε λόγοις τοὺς ἐπιφοιτῶντας ξένους ξενίζουσιν. | |
epsilon89 | ἔστων ἀντὶ τοῦ ἔστωσαν. Λιβάνιος· ἀλλ’ ἔστων καὶ με‐ γάλαι καὶ καλαὶ καὶ θαυμασταί. | |
epsilon90 | ἐκλύει ἀντὶ τοῦ χαυνοῖ, ὅθεν καὶ ἔκλυσις ἡ πάρεσις καὶ χαύνωσις. Χρυσόστομος· οὐ τὸν τόνον τῆς ψυχῆς ἐκλύων. λέγε‐ ται καὶ ἐκλύει ἀντὶ τοῦ ἐλευθεροῖ, ὅθεν καὶ ἔκλυσις ἡ ἐλευθερία. Σοφοκλῆς· πέμψασιν ἡμῖν ἀντέπεμψεν ἔκλυσιν μόνην ἂν ἐλθεῖν | |
5 | τοῦδε τοῦ νοσήματος. | 64 |
epsilon91 | ἐπῆρεν ἀντὶ τοῦ κατέπεισεν. Ἀριστοφάνης· εἴθ’ ὤφελεν ἡ προμνήστρι’ ἀπολέσθαι κακῶς, ἥτις μ’ ἐπῆρε τὴν σὴν γῆμαι μη‐ τέρα. καὶ ἐπῆρεν ἀντὶ τοῦ ἀνύψωσε. Σοφοκλῆς· τί τὴν ἄβουλον, ὦ ταλαίπωροι, στάσιν γλώσσης ἐπήρατε; | |
epsilon92 | ἐφίεμαι ἀττικῶς αἰτιατικῇ. Σοφοκλῆς· ἀλλὰ πρὸς τί τοῦτ’ ἐφίεσαι; | |
epsilon93 | εὐωχοῦμαι παθητικῶς, καὶ ἐνεργητικῶς εὐωχῶ. Συνέ‐ σιος· τὰ δὲ μειράκια ἐπὶ κωβιοῖς εὐώχει καὶ ἰούλοις. | |
epsilon94 | ἑστήξει ἀντὶ τοῦ σταθήσεται. Συνέσιος· ὀρθῶς ἑστήξει καὶ παρέξει σοι τὰς κατατομὰς ἀριθμεῖν. καὶ ἑστήξει ἕτερον μετα‐ βατικῶς. Θουκυδίδης· ἑστήξαντες τὰ τείχη. | |
epsilon95 | ἐξῃρημένος ὁ ἐκλελεγμένος. Ἀριστείδης· χῶρός τις ἀν‐ θρώπων ἴδιος ἐκ πάσης γῆς ἐξῃρημένος. | |
epsilon96 | ἔλεος θεοῦ καὶ ἔλεος ἀνθρώπων ὁ ἀπὸ θεοῦ τοῖς ἀνθρώ‐ | |
ποις, καὶ ἕτερα οὕτω πλεῖστα λέγονται. Σοφοκλῆς· φθίνοντα γὰρ παλαιὰ Λαΐου θέσφατα. οὐ τὰ θέσφατα τοῦ Λαΐου, ἀλλὰ τὰ ἀπὸ θεοῦ τῷ Λαΐῳ. | 65 | |
epsilon97 | ἐργάζομαι τὸν ἄνθρωπον ἀγαθά, ἀττικῶς. Λιβάνιος· ἄνθρωπος πλεῖστα μὲν ἀγαθὰ τὸν Ἀλέξανδρον εἰργασμένος. | |
epsilon98 | ἐπιτέτραμμαι αἰτιατικῇ συντάσσεται. Λουκιανός· τὰ κατὰ τὴν Φοινίκην ἐπιτετραμμένῳ, ἀντὶ τοῦ ἐπιτροπὴν τῶν κατὰ Φοινίκην σχόντι. | |
epsilon99 | ἐξ πρόθεσις σημαίνει καὶ τὸ ἄνω, ὡς τὸ ἐξωγκώθη. | |
epsilon100 | ἐξεστηκὼς οἶνος καὶ ἐκτροπίας λέγεται. | |
epsilon101 | ἐπίρρητος ἐπὶ κακοῦ λέγεται ἀντὶ τοῦ ἐπίψογος. | |
epsilon102 | ἐπιλανθάνομαι γενικῇ, ἐνίοτε δὲ καὶ αἰτιατικῇ. | |
epsilon103 | ἐπήβολος ὁ μέτοχος. Ἡρόδοτος· τούτων δὲ ἔφη ἐπή‐ βολος γενόμενος τοῦ λοιποῦ ἀμήνιτος εἶναι. | |
epsilon104 | ἐκποιεῖται ἀντὶ τοῦ πιπράσκει. | |
epsilon105 | ἐπιμανὴς ὁ μαινόμενος. Μάξιμος· τίς οὕτως ἀνόητος καὶ ἐπιμανὴς καὶ κακοδαίμων; | |
epsilon106 | ἐκ πρόθεσις συντάσσεται καὶ μετὰ γενικῆς καὶ δοτικῆς τῶν δυικῶν. Μάξιμος· κατὰ τὴν Ὁμήρου ᾠδὴν ἐκ τοῖν πίθοιν τού‐ τοιν ἀρυόμενος. | |
epsilon107 | ἐν πρόθεσις σημαίνει καὶ τρόπον, οἷον ἐν κλαυθμοῖς ψάλ‐ λει, ἀντὶ τοῦ κλαίων. Δίων· ἀλλ’ εἶπεν ὅτι οὐ δύνασαι δειπνεῖν ἐν | |
τῷ δέρματι, ἀντὶ τοῦ δέρμα περικείμενος. | 66 | |
epsilon108 | ἐκφορὰ ἡ κηδεία. καὶ ἐκφέρει ἀντὶ τοῦ κηδεύει. συνεκ‐ φέρει δὲ ὁ βουλόμενος καὶ ἀστῶν καὶ ξένων, καὶ γυναῖκες πάρεισιν αἱ προσήκουσαι ἐπὶ τὸν τάφον. | |
epsilon109 | ἐκπετάσας ἀμεταβάτως. καὶ ἐκπετάσας μεταβατικῶς. Λουκιανός· ἐκπετάσας οὖν τὸν πώγωνα. | |
epsilon110 | ἑτέρωσε ἀντὶ τοῦ εἰς ἕτερον μέρος. Ἀριστείδης· οὐδ’ ἑτέρωσε φέρουσαν ὁδὸν προειλόμεθα. ὅμοιον τὸ ὁποτέρωσε ἀντὶ τοῦ εἰς ὁποῖον μέρος. θεολόγος· οὕτω κἀν τούτοις ὁποτέρωσε νεύσει τις. | |
epsilon111 | ἐνέγκω σημαίνει τὸ ὑπομένω καὶ τὸ κομίζω. | |
epsilon112 | ἔστησαν ἀντὶ τοῦ ἐστάθησαν καὶ ἀντὶ τοῦ σταθῆναι ἐποίησαν. τρισαριστέως εἰκόνα ἔστησαν οἱ πολέμιοι. | |
epsilon113 | ἐπίλοιπον γράφεται κοινῶς. Πίνδαρος· ἡμέραι δ’ ἐπί‐ λοιποι. καὶ Λυσίας· καὶ τοὺς προσήκοντας αὐτὸν ἐλεεῖ τοῦ ἐπιλοί‐ που βίου. ἀττικῶς δὲ ὑπόλοιπον. Ἀριστοφάνης· ῦν οὐκοῦν ὑπόλοι‐ πόν σοι τὸ βάραθρον γενήσεται. | |
epsilon114 | ἐμποδὼν καὶ ἀντὶ τοῦ ἔμπροσθεν. Δίων· διὰ μὲν γὰρ τῶν ὀφθαλμῶν μόλις ἔστιν ὁρᾶν τὰ ἐμποδών, διὰ δὲ τῶν φίλων καὶ τὰ ἐπὶ γῆς πέρασι θεάσασθαι. | 67 |
epsilon115 | εὐθὺς δὲ ἀντὶ τοῦ καὶ γάρ. Δίων· μόνῃ δὲ φιλοσοφίᾳ συμβέβηκεν ἁπάντων εἶναι συμφορώτατον, ἁπάντων δὲ ἥδιστον. εὐ‐ θὺς δέ, οἶμαι, τῶν ἀναγκαίων τὰ μέγιστα, ὅπλα καὶ τείχη καὶ στρά‐ τευμα καὶ πόλεις, ἄνευ τῶν διοικούντων φίλων οὔτε χρήσιμα οὔτε | |
5 | συμφέροντα, ἀλλὰ καὶ λίαν ἐπισφαλῆ. | |
epsilon116 | ἐπὶ πρόθεσις μετὰ χρόνου κειμένη καὶ ποσότητα ἀριθμοῦ‐ σα. κατὰ αἰτιατικὴν ταύτην ἐκφέρει Ἡρόδοτος· ἐπὶ μέν νυν ὀκτὼ καὶ εἴκοσιν ἔτεα ἦρχον τῆς Ἀσίης οἱ Σκύθαι. | |
epsilon117 | ἐπιβάλλει ἀντὶ τοῦ ἁρμόζει. Ἀριστείδης· διδόντων καὶ λαμβανόντων ἐκ τῶν αὐτῶν τὰ ἐπιβάλλοντα ἑκατέροις. καὶ ἐπιβάλ‐ λει ἀντὶ τοῦ νοεῖ. Χρυσόστομος· τοῖς ὀξύτερον ἐπιβάλλειν δυναμέ‐ νοις καὶ ἐκ τῆς ἀναγνώσεως δῆλόν ἐστι τὸ εἰρημένον. καὶ ἀντὶ τοῦ | |
5 | ἐπιτίθησι. θεολόγος· ἢ δεῖ καθάπερ τοὺς ἐπιμελεῖς τῶν ζωγράφων πολλάκις ἐπιβάλλειν τὰ χρώματα. | |
epsilon118 | ἔφεσις ἡ ἐπιθυμία. καὶ ἔκκλητος. Ἀριστείδης· πρὸς τὰς νῦν προσοικούσας τῷ τόπῳ θεὰς καταφυγὼν καὶ δοὺς ὥσπερ ἔφεσιν εἰς τὴν πόλιν. | |
epsilon119 | ἐπαγωγὸν τὸ ἀπατηλόν. καὶ ἐπαγωγὸν τὸ διακομιστι‐ κόν. Γοργίας· αἱ γὰρ ἔνθεοι διὰ λόγων ἡδοναὶ ἐπαγωγοὶ ἡδονῆς, ἀπαγωγοὶ λύπης γίνονται. | 68 |
epsilon120 | ἐπήγγειλεν ἀντὶ τοῦ προσέταξε. Συνέσιος· ἔλυσα τὴν ἐκκλησίαν καὶ εἰς τετάρτην ἥκειν ἐπήγγειλα. καὶ Λυσίας· ἐμεμ‐ ψάμην ἂν τοῖς ἐπαγγείλασιν ἐξ ὀλίγων ἡμερῶν λέγειν. | |
epsilon121 | ἐπὶ πρόθεσις συντασσομένη δοτικῇ σημαίνει καὶ τὸ ἐν‐ τός. Εὐριπίδης· τίνα τόνδ’ ἐπὶ σκηναῖσιν ὁρῶ. σημαίνει καὶ τὴν ἐπάνω σχέσιν καὶ πλησιότητα. Ἀριστοφάνης· ἐπὶ ταῖς τοῦ Πλού‐ τωνος οἰκοῦσι θύραις. καὶ αἰτίαν. | |
epsilon122 | ἐπισχόντες ἀντὶ τοῦ προσμείναντες. Ἡρόδοτος· χει‐ ρωσάμενοι δὲ τὴν Ἐρέτριαν καὶ ἐπισχόντες ὀλίγας ἡμέρας ἔπλεον ἐς | |
γῆν τὴν Ἀττικήν. | 69 | |
epsilon123 | ἐπίκαιρος φίλος λέγεται. Ἀριστείδης· καλέσας δὲ τῶν φίλων τοὺς ἐπικαίρους φράζω τὸ πρόσταγμα. | |
epsilon124 | ἔστιν ὅτε ἀντὶ τοῦ ἐνίοτε. καὶ γεωργίαν ἔστιν ὅτε καὶ ναυτιλίαν ἐμποδίζει καιρός. | |
epsilon125 | ἑλκτά εἰσιν ὅσων δυνατὸν εἰς πλάγιον μεθίστασθαι τὸ ἐπίπεδον συνεχὲς ὄν, οἷον θρίξ, ἱμάς, νεῦρον, σταίς· ἄνελκτα δὲ ὅσα μανά, οἷον ὕδωρ, λίθος. | |
epsilon126 | εὔχομαι τῷ ἀνθρώπῳ καὶ εὔχομαι τῷ θεῷ. Μάξιμος· εὔχεται Σατύρῳ μὲν οὐκέτι, θεοῖς δὲ καὶ θεαῖς. | |
epsilon127 | ἐκδέχομαι ἀντὶ τοῦ νοῶ. Μάξιμος· πρὸς ἡδονὴν τὸν χρησμὸν ἐκδεξάμενος διέβη Ἅλυν, κατέλυσε μεγάλην ἀρχήν. | |
epsilon128 | ἐγκρῖναι ἀντὶ τοῦ συναριθμῆσαι. Συνέσιος· ὡς ἥδιστ’ ἂν εἰσποιῆσαι φιλοσοφίᾳ καὶ τοῖς γνησίοις ἐγκρῖναι. | |
epsilon129 | εὔελπι γράφουσιν οἱ Ἀττικοὶ ἐπὶ οὐδετέρου. Ἰουλιανός· τὸ μὲν εὔελπι κεκτῆσθαι καὶ τὰ δέοντα πράττειν. οὕτω καὶ τὸ δύσ‐ ερι καὶ ἕτερα. | |
epsilon130 | ἐπιφοροῦντες ἀντὶ τοῦ ὕλην πυρὸς συνάγοντες. Μάξι‐ μος· καὶ θύουσι Πέρσαι πυρί, ἐπιφοροῦντες αὐτῷ τὴν πυρὸς τρο‐ | |
φήν. λέγεται δὲ καὶ ἐπὶ ἄλλων τινῶν συνάξεως. | 70 | |
epsilon131 | ἐπῆρεν ἀντὶ τοῦ κατέπεισε παρ’ Ἀριστοφάνει καὶ Ἡρο‐ δότῳ· Ἀθηναῖοι δὲ τούτοισιν ἐπαρθέντες παρέδοσαν. | |
epsilon132 | ἐπισκοπώτερος γράφει Δίων· ἐπισκοπώτερος γὰρ εἶ‐ ναί μοι δοκεῖς. | |
epsilon133 | ἐξαίρει ἀντὶ τοῦ ἐκβάλλει. καὶ ἀντὶ τοῦ νικᾷ. Ἀριστεί‐ δης· ἐξαίρει πᾶσαν ἀνθρώπων ἔννοιαν. | |
epsilon134 | ἐξεπίτηδες ἀντὶ τοῦ ἐπὶ τοῦτο. Ἀριστείδης· τυράν‐ νους ἤδη τινὲς ἐξεπίτηδες. | |
epsilon135 | ἔζεσεν ἐπὶ σκωλήκων, καὶ συντάσσεται γενικῇ. Ἡρό‐ δοτος· ζῶσα γὰρ εὐλέων ἔζεσεν. | |
epsilon136 | ἔσχεν ἐν στόματι ἀντὶ τοῦ ἐλοιδορεῖτο, κατελάλει. Ἡρόδοτος· Ἀθηναῖοι δὲ ἐκ Πάρου Μιλτιάδεα ἀπονοστήσαντα ἔσχον ἐν στόμασι οἵ τε ἄλλοι καὶ μάλιστα Ξάνθιππος. | |
epsilon137 | ἔμπυρον μαντείαν Εὐριπίδης τὴν διὰ τοῦ πυρὸς ἐνερ‐ γουμένην λέγει· ὁ μέγας δὲ Βασίλειος ἔμπυρον τέχνην· οὐ μόνον ὅτι αἱ συνεκτικαὶ τῆς ζωῆς ἡμῶν τέχναι τῆς ἐμπύρου ἐργασίας ἐπιδέονται πᾶσαι. | |
epsilon138 | ἐπιεικῶς ἀντὶ τοῦ λίαν. Μάξιμος· ἔστι δὲ ὁ Ἄτλας | |
ὄρος κοῖλον ἐπιεικῶς ὑψηλόν. καὶ ἐπιεικῶς ἀντὶ τοῦ βεβαίως καὶ ἰσχυρῶς. Ἀριστείδης· τὰ δ’ ἄλλα κοινὰ πρόκειται πᾶσιν ὡς εἰ‐ πεῖν τύχης δῶρα, εἰ δὲ βούλει ἀρετῆς· ὑπάρχει μὲν γὰρ καὶ τοῖς | 71 | |
5 | χείροσιν ἐξ ἀρχῆς, σώζεται δὲ ἐπιεικῶς τοῖς κρείττοσι. καὶ ἐπιεικῶς ἀντὶ τοῦ πράως. | |
epsilon139 | ἕρπειν καταχρηστικῶς καὶ ἐπὶ τῶν ἐχόντων πόδας. Εὐ‐ ριπίδης· εἰς ὄχλον ἕρπειν παρθένοισιν οὐ καλόν. γράφεται καὶ ἐπὶ πτηνῶν. Αἰσχύλος· αἰετὸς ἄκλητος ἕρπων. | |
epsilon140 | ἔρρεις ἀντὶ τοῦ ἐφθάρης. Εὐριπίδης· φεῦ μόχθων οἵων ὁ τάλας ὀρεχθεὶς ἔρρεις. καὶ ἔρρεις ἀντὶ τοῦ ἔρρεες. ἔρρει δ’ αἷμα μυρίων νεκρῶν. | |
epsilon141 | ἐν τῷδε ἀντὶ τοῦ τότε, αὐτίκα. Εὐριπίδης· μέλλων δὲ πέμπειν με Οἰδίπους κλεινὸς γόνος μαντεῖα Λοξία τ’ ἐπ’ ἐσχάραις, ἐν τῷδ’ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν. καὶ ἐν τῷδε ἀντὶ τοῦ διὰ τοῦτο. ὁ αὐτός· ἐν τῷδε γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις. | |
epsilon141b | ἐξωνεῖται τὴν ὕβριν ἀντὶ τοῦ ὠνῇ φεύγει τὴν ὕβριν. Ἀριστείδης· τίνας μάλιστ’ εἰκὸς ἐξωνεῖσθαι τὰς κατηγορίας. | |
epsilon142 | εἰς τόδε τῆς ἡμέρας ἀντὶ τοῦ εἰς τήνδε τὴν ἡμέραν. | |
Εὐριπίδης· οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδ’ ἡμέρας. | 72 | |
epsilon143 | ἐπισκήπτω ἀντὶ τοῦ ὑποτίθημι. Εὐριπίδης· πόλει δὲ σοὶ ταῦτ’ ἐπισκήπτω, Κρέον. καὶ ἐπισκήπτει κεραυνὸς ἀντὶ τοῦ καταπιμπρᾷ. | |
epsilon144 | ἐγείρεται τῆς νυκτὸς ἐλλειπτικῶς ἀντὶ τοῦ κατὰ τὸν καιρὸν τῆς νυκτός. Ἀριστοφάνης· ἀλλ’ οὐδ’ ὁ χρηστὸς οὑτοσὶ νεα‐ νίας ἐγείρεται τῆς νυκτός. τοιοῦτόν ἐστι καὶ τὸ πράττει τῆς ἡμέρας. | |
epsilon145 | ἐπιτήδειος ὁ ἁρμοζόντως ἔχων τινί. Συνέσιος· ἅτ’ ἐπιτήδειος ἀτυχεῖν ἄνθρωπος. καὶ ἐπιτήδειος ὁ φίλος. Λιβάνιος· συνδραμόντες δέ τινες τῶν ἐπιτηδείων ἐπέσχον καὶ κατεκράτησαν. | |
epsilon146 | εἰσεχόντων ἀντὶ τοῦ εἰσερχομένων. Ἀριστείδης· κόλ‐ πων ὧν ἴσασιν ἄνθρωποι τῶν εἰσεχόντων ἀπὸ τῆς ἔξω θαλάττης. καὶ Δίων· κόλπος θαλάττης εἰσέχων ἐπὶ πολὺ τῆς χώρας. | |
epsilon147 | ἐξορμᾷ ἀμετάβατον καὶ μεταβατικόν. Μάξιμος· δότω μοί τις ἡδονὴν οἵαν καὶ ἐπὶ σάλπιγγος ἁρμονίας ἐν μόνοις τοῖς ὁπλί‐ ταις τεταγμένην καὶ ἐξορμῶσαν τὰς ψυχὰς τῷ μέλει. | |
epsilon148 | εἰς πρόθεσις λαμβάνεται καὶ εἰς δήλωσιν τελικοῦ αἰτίου. οἷον ἔπιε φάρμακον εἰς τὸ ὑγιᾶναι, ἦλθε πρὸς τὸ σχολεῖον εἰς τὸ | |
μαθεῖν. | 73 | |
epsilon149 | εἶτα περιττὸν κατὰ τοὺς Ἀττικούς. Ἀριστοφάνης· εἶτ’ ἐσίγας Πλοῦτος ὤν. καὶ εἶτα ἀντὶ τοῦ ἆρα. καὶ εἶτα ἀντὶ τοῦ με‐ τὰ ταῦτα. | |
epsilon150 | ἐπιτιθεμένων ἀντὶ τοῦ μαχομένων, καὶ ἀντὶ τοῦ ἐγχει‐ ρούντων. Μάξιμος· τὸν Μαχάονα ἐκεῖνον καὶ τὸν Ποδαλείριον ἧτ‐ τόν τι εἶναι δεξιωτέρους ἰᾶσθαι τῶν αὖθις ἐπιτιθεμένων τῇ τέχνῃ. | |
epsilon151 | ἐκβεβρασμένον λέγεται τὸ ἐκριφὲν ἐκ θαλάττης πεπνιγ‐ μένον. Δίων· καὶ τοὺς λάρους ἅπαξ εὗρόν ποτε ἐκβεβρασμένους. | |
epsilon152 | ἐν καλῷ σοι κείσεται ἀντὶ τοῦ εἰς καλόν σοι ἀποβή‐ σεται. Συνέσιος· ἐν καλῷ σοι κείσεται παρὰ τοῖς κάτω δικαστη‐ ρίοις τὸ προκαθηράμενον ἀπελθεῖν. | |
epsilon153 | ἐξήκει ἀντὶ τοῦ παρῆλθε. Συνέσιος· ἔτος ἤδη τουτὶ τρίτον ἐξήκει μετὰ τὴν ἀμνηστίαν καὶ τὰς διαλλαγάς. | |
epsilon154 | ἐξαίσιον λέγεται καὶ ἐπὶ κακοῦ. Συνέσιος· νῦν δὲ ὡς ἄλλο τι κακὸν ἐξαίσιον ἔχει. | |
epsilon155 | ἐκτήσατό τις δόξαν καὶ ἐκτήσατό τίς τινι δόξαν. Ἱμέ‐ ριος· καὶ ἡ μὲν μουσικὴ Τιμοθέῳ δόξαν ἐκτήσατο, καὶ τῷ Πυθα‐ γόρᾳ ἡ σοφία τὴν εὐφημίαν προυξένησεν, ἡ δὲ ῥητορικὴ τῷ Γοργίᾳ τὰς χρυσᾶς εἰκόνας ἀνέστησεν. | |
epsilon156 | ἐπακούω ἀττικῶς αἰτιατικῇ. Σοφοκλῆς· κἀγὼ ἐπα‐ κούσας ταῦτα τὴν Κορινθίαν ἄστροις τὸ λοιπὸν ἐκμετρούμενος χθόνα ἔφευγον. | 74 |
epsilon157 | ἔνεστιν ἀντὶ τοῦ ἐνυπάρχει. ἔξεστιν ἀντὶ τοῦ δυνατόν ἐστιν. Ἱμέριος· λεκτέον οὖν οὐχ ὅσα ἔνεστιν, ἀλλ’ ὅσα ἔξεστιν. | |
epsilon158 | ἔχω μετὰ ἐπιρρήματος γενικῇ συντάσσεται. Κύπριος· ἔτι περιττῶς ἔχομεν τῶν ἀνιαρῶν. | |
epsilon159 | εἰ μὴ καὶ πλέον ἀντὶ τοῦ ἀλλὰ καὶ πλέον. Ἀριστεί‐ δης· σοφίας δὲ καὶ δικαιοσύνης καὶ ἀληθείας καὶ χρηστότητος οὐκ ἔλαττον, εἰ μὴ καὶ πλέον ἐν τοῖς ὅπλοις ἰσχύος περίεστιν. | |
epsilon160 | ἔγημεν ἡ παρθένος ..... οὐ γὰρ ἀποδώσομεν τῇ παρ‐ θένῳ τὴν ἀμοιβὴν ἀνθ’ ὧν οὐκ ἔγημεν. | |
epsilon161 | ἔχω δίκην παρὰ σοῦ ἀντὶ τοῦ κολάζω σε. Ἡρόδοτος· ἔχω, ὦ ξεῖνε, παρὰ σεῦ πᾶσαν τὴν δίκην. | |
epsilon162 | ἐξήκειν ἀντὶ τοῦ παρελθεῖν. Ἀριστείδης· καὶ πρὶν δώ‐ δεκα ἐξήκειν ἡμέρας. | |
epsilon163 | εὐπρόσωπος ἡ εὐειδής. ἀπὸ τούτου εὐπρόσωπος αἰτία ἡ πιθανὴ καὶ εὐπρεπής. | |
epsilon164 | ἐκ σημαίνει καὶ ὑστεροχρονίαν. Ἡρόδοτος· ὑπέλαβε ναυμαχίη, ἐκ δὲ τῆς ναυμαχίης ὄμβρος κατέλαβεν. | |
epsilon165 | εὐλαβὴς καὶ ὁ περιδεής. Ἰώσηπος· ἐπεὶ τοὺς Ἰσραη‐ λίτας τοσοῦτο φυομένους ἑώρα καὶ περὶ τῶν αὑτοῦ πραγμάτων λίαν εὐλαβὴς ἦν. | |
epsilon166 | ἐπὶ συντασσομένη αἰτιατικῇ σημαίνει καὶ αἰτίαν. Θου‐ κυδίδης· πολλοὶ γὰρ τῶν αὐτονόμων Θρᾳκῶν ἀπαράκλητοι ἐφ’ ἁρ‐ παγὴν ἠκολούθουν. ἐπὶ συντασσομένη γενικῇ σημαίνει καὶ τὸ ἐντός. ἐπὶ τοῦ ὄρους ἢ ἐπὶ τῆς οἰκίας διατρίβει. Ἰώσηπος· καὶ οἱ μὲν | 75 |
5 | ἀπορραγέντες ἔφευγον ἐπὶ τῶν πόλεων. συντασσομένη δὲ γενικῇ ση‐ μαίνει καὶ τρόπον, οἷον βαδίζει ἐπὶ τῶν ποδῶν. ὡς καὶ ὁ ἅγιος Νεῖλος· ἐπικατάρατος ὅστις ἐπὶ τεσσάρων βαδίζει. ἐπὶ τεσσάρων δὲ βαδίζει ὁ ταῖς χερσὶν ἐπερειδόμενος. | |
epsilon167 | ἐνταῦθα τοῦ λόγου γενόμενος ἀντὶ τοῦ εἰς τοῦτο τὸ μέρος τοῦ λόγου. | |
epsilon168 | εἰς καιρὸν ἀντὶ τοῦ ἐγκαίρως. θεολόγος· εἰς καιρὸν ἐπανήλθετε, οὐχ ἵνα πρόβατον πλανώμενον ἐπιστρέψητε. | |
epsilon169 | ἐν δίκῃ ἀντὶ τοῦ δικαίως. Ἱμέριος· ἦ πολλὰ ἂν ἡμῖν ἡ βασιλὶς πόλις ἐν δίκῃ μέμψαιτο. | |
epsilon170 | ἐμβατεύω αἰτιατικῇ. Ἱμέριος· ἀλλ’ ὅσοι νέων ψυχὰς ἁπαλὰς ἐμβατεύοντες. | |
epsilon171 | ἐδημώθη ἀντὶ τοῦ δῆλος τῷ δήμῳ ἐγένετο. Δίων· καί τις λόγος περὶ αὐτοῦ τοιόσδε ἐδημώθη. | |
epsilon172 | ἐδικαίωσαν ἀντὶ τοῦ κατεδίκασαν ..... οἱ δὲ Ῥωμαῖοι | |
καταγαγόντες αὐτὸν ἐδικαίωσαν θανάτῳ. | 76 | |
epsilon173 | ἐθελήσει ἀντὶ τοῦ δυνηθῇ. Ἀριστοφάνης· οὐδ’ ἐθε‐ λήσει μαθεῖν. εὕρηται καὶ ἀντιστρόφως. | |
epsilon174 | εἴθε ὁριστικῷ πλέον ἢ ἀπαρεμφάτῳ συντάσσεται. εἴθ’ ἐξεκόπην πρότερον τὸν ὀφθαλμόν. | |
epsilon175 | ἐμβάδες τὰ ἀνδρῷα ὑποδήματα. Ἀριστοφάνης· ἐκτυ‐ πείτω δ’ ἐμβὰς γερόντων. καὶ Συνέσιος· παρ’ οὗ μοι δοκεῖν πέ‐ ρυσιν ἐξωνεῖσθαι τὰς ἀνατρήτους ἐμβάδας. | |
epsilon176 | ἐμπαλασσόμενοι ἀντὶ τοῦ ἐν ποταμῷ πίπτοντες. Θου‐ κυδίδης· ἐμπαλασσόμενοι κατέρρεον εἰς τὰ ἐπὶ θάτερα τοῦ ποταμοῦ. | |
epsilon177 | ἐνδείξασθαι ἀντὶ τοῦ κατηγορῆσαι. Ἰώσηπος· πολλοὺς γὰρ διὰ τὰ οἰκεῖα μίση καὶ διαφορὰς ἰδίας ἐνδείξασθαι ἀναιτίους. ὅθεν καὶ ἐνδεῖκται οἱ κατήγοροι. | |
epsilon178 | ἐμβάλλουσιν ἀντὶ τοῦ καταντῶσιν. ἐμβάλλουσι δὲ ὁ | |
μὲν βασιλεὺς εἰς Λυδίαν, Προκόπιος δὲ εἰς τὴν ἄνω Φρυγίαν. | 77 | |
epsilon179 | ἐπιστολὴ καὶ ἡ παραγγελία. Πλάτων· μεμνημένοι τῆς τοῦ πατρὸς ἐπιστολῆς. | |
epsilon180 | ἐθελοντὶ ἐπίρρημα καὶ ἐθελοντηδόν, Θουκυδίδης δὲ ἐθελοντὴν γράφει· τοὺς παραβόλους κινδύνους ἐθελοντὴν ἀναδε‐ δεγμένος. καὶ ἐθελοντὴς ἐπὶ ὀνόματος. Συνέσιος· δεξαίμην ἂν βαρυτέρους ἀγῶνας ὑπὲρ τῆς πατρίδος ἐθελοντής. | |
epsilon181 | ἐπιβαλλόμενος ἀντὶ τοῦ ἐγχειρῶν. Συνέσιος· σὺν θεῷ δὲ εἴην ἐπιβαλλόμενος. | |
epsilon182 | ἐπὶ μέγα τύχης καὶ ἐπὶ μέγα δόξης ἀντὶ τοῦ ἐπὶ με‐ γάλην τύχην καὶ δόξαν. | |
epsilon183 | ἔκφορος ὁ μαινόμενος. Συνέσιος· αἰσθάνομαι γινόμενος ὑπὸ τοῦ πάθους ἔκφορος. καὶ ἔκφορος ὁ δῆλος, ὅπερ λέγεται ἐπὶ μυστηριώδους τινός. Ἑρμογένης· οὐ γὰρ ἔκφορα τοῖς πολλοῖς τὰ μυστήρια. | |
epsilon184 | ἐπὶ τούτοις ἀντὶ τοῦ μετὰ ταῦτα. Ἀριστοφάνης· μηχανὰς ἤδη ἐπὶ τούτοις πρὸς σὲ καινὰς προσφέρω. καὶ ἐπὶ τούτοις | |
ἀντὶ τοῦ σὺν τούτοις. | 78 | |
epsilon185 | ἐργάζομαί σε κακὸν ἀντὶ τοῦ κακοποιῶ σε. Ἀριστο‐ φάνης· ἀλλ’ ἢν πύθησθ’ ὅστις εἶμ’, εὖ οἶδ’ ὅτι κακόν τί με ἐργά‐ σεσθον. | |
epsilon186 | ἐς ἐμὲ ἀντὶ τοῦ μέχρις ἐμοῦ. Ἡρόδοτος· ἔτι καὶ ἐς ἐμὲ κατὰ πενταετηρίδα ἐγίνετο. | |
epsilon187 | εἴξασιν ἀντὶ τοῦ ὡμοιώθησαν. Ἀριστοφάνης· εἴξασι δ’ οὖν ἐρίοις πεπταμένοις. | |
epsilon188 | ἔπειτα παρὰ τοῖς ῥήτορσι περιττὸν λαμβάνεται. Συνέ‐ σιος· πῶς ἔτι ταῦτα οἰστά, κἂν ἀλλοίως ἔοικεν εἶναι ἐμὸν ἀδελ‐ φὸν ὄντα ἔπειτα δειλὸν εἶναι. | |
epsilon189 | ἐξέζεσεν ἐπὶ ἕλκους. | |
epsilon190 | ἐπεσταλμένοι ἀντὶ τοῦ δι’ ἐπιστολῆς μαθόντες. Θου‐ κυδίδης· καὶ οἱ μὲν Βοιωτοὶ καὶ οἱ Κορίνθιοι ταῦτ’ ἐπεσταλμένοι ὑπὸ τοῦ Ξενάρους καὶ Κλεοβούλου. | |
epsilon191 | ἐπιστεῖλαι ἀντὶ τοῦ ἐντείλασθαι. Ἀριστοφάνης· ἡ σελήνη ἐντυχοῦσα ἡμῖν ἐπέστειλε φράσαι πρῶτα μὲν χαίρειν Ἀθη‐ | |
ναίοις. καὶ Θουκυδίδης· ἐπιστείλαντες τὰ πρέποντ’ εἰπεῖν. | 79 | |
epsilon192 | ἐπανάκρουσαι ἀντὶ τοῦ ἐπανάκαμψον. Ἀριστοφάνης· δεῦρ’ ἐπανάκρουσαι πάλιν. | |
epsilon193 | ἐπανεῖπον ἀντὶ τοῦ ἐκήρυξαν. Θουκυδίδης· ἐπανεῖ‐ πον ἀργύρια τῷ ἀποκτείναντι. | |
epsilon194 | ἐτιμήσασθε ἀντὶ τοῦ ἠγοράσατε. Θουκυδίδης· ἣν ὑμεῖς πολλῶν χρημάτων ἐτιμήσασθε. | |
epsilon195 | ἐσχάτως ἀντὶ τοῦ ἄκρως. Μένανδρος· φοβοῦμαί σε ἐσχάτως. | |
epsilon196 | ἐτεχνίτευεν ἀντὶ τοῦ μετὰ τέχνης καὶ δόλου ἀνηρεύνα. Ἰώσηπος· ἐτεχνίτευε τίνι τρόπῳ προέχει κατ’ ἀρετήν. | |
epsilon197 | ἐξωμοσίας δίκη, ὅταν οἱ μαρτυρῆσαι ἐπὶ δικαστηρίῳ ὑποσχεθέντες, εἶτα μὴ βουλόμενοι ὀμνύωσι μὴ εἰδέναι. | |
epsilon198 | ἐρήμη δίκη ἡ μονομερής. | |
epsilon199 | ἐπιγραφὴ ὀφρύων λέγεται, ἐπίτριμμα δὲ παρειῶν. | |
epsilon200 | ἐπέραστος γυνὴ λέγεται ἡ ὡραία καὶ ἀγαθὴ τὴν ὄψιν. | |
epsilon201 | ἐμμελὴς ὁ εὔρυθμος. τὸ ἐναντίον ἐκμελής. | |
epsilon202 | εὔοσμα λέγονται τὰ εὐφραντὰ καὶ τὰ εὐαίσθητα. | 80 |
epsilon203 | ἐγγυῶμαι τὸν δεῖνα ἐπὶ γάμου ἐγγύης. καὶ ἐγγυῶμαί σοι τὸν δεῖνα. | |
epsilon204 | εὐθύνω τὸ διορθοῦμαι. καὶ εὐθύνω τὸ κολάζω. | |
epsilon205 | εὐμαρίζω καὶ ἐξευμαρίζω ἐπὶ ὁδοῦ λέγεται. | |
epsilon206 | ἐφεξῆς ἀντὶ τοῦ εἰς τὸ ἔμπροσθεν. Ἀριστείδης· αὕτη πρώτη πρὸς τὴν ναυμαχίαν τοῖς Ἕλλησιν ἐγένετο κοινὴ τῶν τε ἀν‐ δρῶν καὶ γυναικῶν· οὐ μὴν κατῄσχυναν ταύτην τοῖς ἔργοις ἐφεξῆς. | |
epsilon207 | ἐτύγχανε χωρὶς μετοχῆς σπανίως εὑρίσκεται. | |
epsilon207b | [εὐοδεῖν παρὰ τοῖς Ἀττικοῖς εὑρίσκεται.] Θεόπομ‐ πος· ἀλλ’ εἰ δοκεῖ ταῦτα δρᾶν, εὐοδεῖν πορεύομαι. εὐοδίαν δὲ γράφει ὁ μέγας Βασίλειος· καὶ τὴν εἰς πάντα τὸν βίον εὐοδίαν. | |
epsilon208 | ἐφ’ ᾧ συντάσσεται μετὰ ἀπαρεμφάτου καὶ μετὰ ὑπο‐ τακτικοῦ. Θουκυδίδης· ἐφ’ ᾧ φυλακῇ τῇ μετρίᾳ τηρήσωμεν. καὶ μετὰ εὐκτικοῦ. | |
epsilon209 | ἐκλογεῖς λέγονται οἱ ἐκλέγοντες καὶ εἰσπράττοντες τὰ ὀφειλόμενα τῷ δημοσίῳ. Ἀντιφῶν· ᾑρέθησαν γὰρ ἐκλογεῖς παρ’ ἡμῖν οἷς πλεῖστα ἐδόκει χρήματα εἶναι. καὶ Λυσίας· νῦν δὲ πρὸς | |
τοὺς ἐκλογέας τοῦ φόρου ἅπαντα ἀπογραφόμεθα. | 81 | |
epsilon210 | ἐκπολεμῶσαι ἀντὶ τοῦ εἰς πόλεμον καταστῆσαι παρὰ Θουκυδίδῃ καὶ Δημοσθένει, παρὰ δὲ Ἀττικοῖς ἐκπολεμῆσαι γράφεται. | |
epsilon211 | ἔτι ἀντὶ τοῦ ἀκμήν. καὶ ἔτι ἀντὶ τοῦ νῦν. Συνέσιος· πάντα ἀνῄρηται, αἱ πόλεις ἔτι λοιπαί. καὶ ἔτι ἀντὶ τοῦ πρὸς τούτοις. | |
epsilon212 | ἔστιν ἃ ἀντὶ τοῦ τινά. Θουκυδίδης· τοῦ περὶ θάλασ‐ σαν ἔστιν ἃ χωρία βουλόμενοι περιποιήσασθαι. | |
epsilon213 | ἐγρήγορε γράφεται. Δημοσθένης· διὰ ταῦτα ἐγρήγο‐ ρεν, ἐφέστηκε τῇ πόλει. | |
epsilon214 | ἐπὶ κεφαλαίῳ ἀντὶ τοῦ κεφαλαιωδῶς. Ἑρμογένης· πᾶσαν ἡμῖν ἐπὶ κεφαλαίῳ τὴν τομὴν ἐσήμανε τοῦ λόγου. | |
epsilon215 | ἐκπλήττει ἀντὶ τοῦ εἰς ἔκπληξιν ἄγει. καὶ ἀντὶ τοῦ ἐκβάλλει. Θουκυδίδης· ἰδίαις δὲ κατασκευαῖς εὐπρεπέσιν, ὧν καθ’ ἡμέραν ἡ τέρψις τὸ λυπηρὸν ἐκπλήττει. | |
epsilon216 | ἐπεβάτευεν ἐπὶ ἀνθρώπου δοτικῇ. Ἀριστοφάνης· ἐπε‐ βάτευε τῷ Κλεισθένει. ἐπὶ δὲ νηὸς γενικῇ. Ἡρόδοτος· ἐπεβάτευον δὲ ἐπὶ πασέων τῶν νεῶν Πέρσαι. | 82 |
epsilon217 | ἔξαρνος γράφεται. Λιβάνιος· ἢ περὶ ὧν ἥμαρτεν ἔξαρ‐ νος ἦν. | |
epsilon218 | εἰσβολὴ κυρίως ἐπὶ ἐπελεύσεώς τινος βλαπτικοῦ, ἐξαιρέ‐ τως ἐπὶ πυρετοῦ. λέγεται δὲ καὶ ἐπὶ τῆς τυχούσης εἰσελεύσεως. Ἡρόδοτος· εἰσὶ φανεραὶ εἰσβολαὶ ἐπ’ Αἴγυπτον. | |
epsilon219 | ἐξήρτηται ὁ δεῖνα τόδε τὸ πρᾶγμα. Συνέσιος· τοὺς ἡμετέρους γονέας ἐξήρτητο. καὶ ἀλλαχοῦ· χρυσία ἐξήρτητό τε καὶ περιέκειτο. ἐξήρτηται δὲ τόδε τοῦδε ἀντὶ τοῦ ἐξηρτημένον ἐστὶ γενικῇ. | |
epsilon220 | ἐμποδὼν ἀντὶ τοῦ ἐμπόδιον. καὶ ἐμποδὼν ἀντὶ τοῦ πλη‐ σίον. Πλούταρχος· αὐτὸν δὲ τοὺς ἐμποδὼν ἄθλους ἀποδιδράσκειν. | |
epsilon221 | ἐπισκήπτω ἀντὶ τοῦ μετά τινος ἐπιθειασμοῦ ὑποτίθημι. καὶ ἐπισκήπτω ἀντὶ τοῦ ψέγω. ὁ μέγας Βασίλειος· ἐπισκήψει τῇ δόξῃ ὡς ἀδύνατα ἢ πλασματώδη ὑποτίθεμαι. καὶ ἀντὶ τοῦ ἀκρι‐ βῶς σημειοῦται τίθεται ἡ λέξις, καὶ ἐπὶ κεραυνοῦ, οἷον ἐπισκήπτει | |
5 | κεραυνός. | |
epsilon222 | ἐπιβάτης ὁ μὴ κωπηλατῶν ἀλλὰ πρὸς μόνον τὸ μά‐ χεσθαι ἐπιτήδειος. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. | |
καὶ Ἀριστοφάνης· ἐξεκολύμβησεν ἐπιβάτης. | 83 | |
epsilon223 | ἐπιμελητὴς ἐπὶ τῶν μυστηρίων. Ἀριστοτέλης· ὁ δὲ βα‐ σιλεὺς πρῶτον μὲν μυστηρίων ἐπιμελεῖται μετὰ τῶν ἐπιμελητῶν, οὓς ὁ δῆμος ἐχειροτόνησε. καὶ ἐπιμελητὴς ἐπὶ ἄλλου τινὸς πράγματος. | |
epsilon224 | ἐγένετο ὁ δεῖνα τόσου ἔτους, ἀττικῶς ἐγένετο τόσα ἔτη. Συνέσιος· οὐ μὴν οὐδὲ Σωκράτης πω τότε φαλακρὸς ἦν, πέντε καὶ εἴκοσιν ἔτη γεγονώς. | |
epsilon225 | ἐξάψαι ἀντὶ τοῦ ἐξαρτῆσαι. Λιβάνιος· οὐδὲ γνώμης ἑτέρων πρᾶγμα τοσοῦτον ἐξάψαι. | |
epsilon226 | ἐμβαλόντες ἀντὶ τοῦ εἰσάξαντες καὶ ἀντὶ τοῦ συρ‐ ρήξαντες. | |
epsilon227 | ἔσθημα ἡ ἐσθής. θεολόγος· καὶ τούτῳ τρίχινον ἔσθη‐ μα εἶχον αἱ νύκτες ἀγνοούμενον. | |
epsilon228 | ἐνεστησάμην ἀντὶ τοῦ εἰργασάμην. θεολόγος· σοὶ γὰρ θαρρῶν τὸν περὶ σοῦ λόγον ἐνεστησάμην. | |
epsilon229 | ἔκπλους ἡ ἐκ τῶν οἴκοθεν ἐξέλευσις τοῦ στόλου. Ἀρι‐ στείδης· τὸν δ’ ὑπὲρ Μιλησίων ἔκπλουν καὶ τὰς ἐν Σάμῳ ναυμα‐ | |
χίας. κατάπλους δὲ ἡ πρὸς τὰ οἰκεῖα τοῦ στόλου ἐπάνοδος. | 84 | |
epsilon230 | ἐδέησεν ἀντὶ τοῦ ἐκινδύνευσεν. Ἰουλιανός· ἐδέησα μὲν ἀποπνιγῆναι. καὶ ἀντὶ τοῦ ἔλειψεν, οἷον μικροῦ μὲν ἐδέησε πεσεῖν. | |
epsilon231 | ἐγκαλινδούμενος ἀντὶ τοῦ κυλιόμενος. Χρυσόστομος· καὶ πρῴην ἔτι ταῖς τοῦ βίου μερίμναις ἐγκαλινδούμενος. | |
epsilon232 | ἐξημοιβὰ τὰ παρηλλαγμένα. Ἰουλιανός· εἵματα ἐξη‐ μοιβὰ λοετρά τε θερμά. | |
epsilon233 | ἔχω τὸ νοῶ. θεολόγος· ἐγὼ δ’ ὡς ἔχω περὶ τούτων εἰπεῖν. καὶ τὸ κέκτημαι. καὶ τὸ φορῶ. καὶ τὸ περίκειμαι. καὶ τὸ ἐλαύνω. καὶ τὸ ἐπάγω. καὶ τὸ κατοικῶ. ἔστι καὶ περισσόν· πῶς κυρεῖς ἔχων; | |
epsilon234 | ἔγγιον καὶ ἔγγιστα οὐ λέγουσιν οἱ Ἀττικοί, ἀλλ’ ἐγγύ‐ τερον καὶ ἐγγύτατα. | |
epsilon235 | ἐγείρου χρὴ λέγειν, οὐχὶ ἔγειρε, εἰ μή τις προσθήσει τὸ σαυτόν. | |
epsilon236 | ἐγρήγορα χρὴ λέγειν καὶ ἐγρηγόρειν καὶ ἐγρηγόρεσαν καὶ ἐγρήγορθι τὸ προστακτικὸν καὶ ἂν ἐγρηγόρῃ τὸ ὑποτακτικόν. | |
epsilon237 | ἐδοκίμασαν ἀντὶ τοῦ ἔκριναν, ἐκύρωσαν. πολλῶν δὲ ῥη‐ θέντων εἰς ἑκάτερα λόγων οἱ πλείους γνῶναι τὴν προτέραν ἐδοκίμα‐ σαν. καὶ ἀντὶ τοῦ ἐξήτασαν. | |
epsilon238 | ἐζημίωσεν ἀντὶ τοῦ κατεδίκασεν ..... ὁ δὲ βασιλεὺς | |
Αὐρηλιανὸς πολλοὺς τῶν πολιτῶν θανάτῳ ἐζημίωσεν. | 85 | |
epsilon239 | ἐθέλγετο ἀντὶ τοῦ ἐθηλύνετο. οὐ μὴν ἐθέλγετο ὁ ὕπα‐ τος ἐν τοῖς ὑπηρέταις σὺν ὀργῇ βριμώμενος. | |
epsilon240 | ἐκδιαίτησις ἡ τρυφή ..... ὁ δὲ τρυφαῖς μαλακαῖς καὶ ἐκδιαιτήσεσι διαλυθεὶς ἐπανῄει. | |
epsilon241 | ἐπιλαβέσθαι ἀντὶ τοῦ ἁπλῶς λαβέσθαι. Κύπριος· δοὺς ἀμφοτέραις ἐπιλαβέσθαι τοῦ ποθουμένου. | |
epsilon242 | ἐπίκτητος γυνὴ ἡ οὐ κατὰ νόμους. Ἰώσηπος· τοιῶνδε μέντοι ἐμὲ παίδων μητέρα ἐοῦσαν Κῦρος ἐν ἀτιμίῃ ἔχει, τὴν δ’ ἀπ’ Αἰγύπτου ἐπίκτητον ἐν τιμῇ τίθεται. | |
epsilon243 | ἐπέστη τῷ ἔργῳ ἀντὶ τοῦ πλησίον ἐστὶ τοῦ ἔργου. ἐπέ‐ στη δὲ τοῦ ἔργου ἀντὶ τοῦ ἐπιστάτης γέγονε τοῦ ἔργου. Ἡρόδο‐ τος· Πέρσαι δ’ ἐπέστασαν τοῦ ἔργου. | |
epsilon244 | ἐν παιδὶ ἀντὶ τοῦ ἐν παιδικῇ ἡλικίᾳ. Ἡρωδιανός· πρό‐ τερον μὲν ἐν παιδὶ ποιμαίνων, ἐν ἀκμῇ δὲ τῆς ἡλικίας γενόμενος διὰ μέγεθος καὶ ἰσχὺν σώματος εἰς τοὺς ἱππεύοντας στρατιώτα κατα‐ | |
λεγείς. | 86 | |
epsilon245 | εἶχεν ἀντὶ τοῦ ὑπῆρχεν. Ἡρόδοτος· ὕβρισμα γὰρ καὶ εἰς τούτους εἶχεν ἐκ τῶν Σαμίων γενόμενον. | |
epsilon246 | ἐπιβάλλον τὸ κληρωθέν. Ἡρόδοτος· ἐπείτε δὲ ἀπολα‐ χόντες τῶν κτημάτων τὸ ἐπιβάλλον ἦλθον ὀπίσω παρὰ τὰς Ἀμαζόνας. | |
epsilon247 | ἔστε ἀντὶ τοῦ ἕως οὗ. Ἡρωδιανός· ἔστε δὴ ὑποβάλ‐ λοντός τινος αὐτοὶ τὸν δῆμον ἐσοφίσαντο. | |
epsilon248 | ἐκδέχεσθαι ἀντὶ τοῦ ἀπείργειν, ἀναστέλλειν ....... γέρρα τεταγμένα ἦν εἰς τὸ ἐκδέχεσθαι τὰ τῶν βαρβάρων τοξεύματα. | |
epsilon249 | ἔχοντες ἐγκλήματα ἀντὶ τοῦ κατηγοροῦντες. Θουκυ‐ δίδης· πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες οἱ Κορίνθιοι ἔπεμπον εἰς τὴν Ἐπίδαμνον. | |
epsilon250 | ἑλεῖν ἀντὶ τοῦ λαβεῖν. καὶ ἀντὶ τοῦ φονεῦσαι κατὰ ποιη‐ τάς· ἑλέσθαι δὲ ἀντὶ τοῦ προκρῖναι. | |
epsilon251 | ἐκ τοῦ ἐπὶ πλεῖστον ἀντὶ τοῦ ἀνέκαθεν. Θουκυδί‐ δης· ἐκ τοῦ ἐπὶ πλεῖστον διὰ τὸ λεπτόγεων ἀστασίαστον οὖσαν. | |
epsilon252 | ἐναφῆκαν ἀντὶ τοῦ ἐνέβαλον .... ἐναφῆκαν τῇ δρυῒ σφῆνας ὡς διασταίη. | |
epsilon253 | ἐκδέξασθαι ἀντὶ τοῦ παραλαβεῖν καὶ ἀκροάσασθαι. | |
..... οὐδὲ φίλιον λόγον ἐκδέξασθαι τῶν τὰ πολέμια δρώντων. | 87 | |
epsilon254 | ἐπανέσχετο ἀντὶ τοῦ ἐπανελάβετο ...... ὁ δὲ τὸν πρὸς τοὺς Γέτας πόλεμον ὡς μάλιστα ἐπείγοντα ἐπανέσχετο. | |
epsilon255 | ἐπηλύτης ὁ ἔπηλυς. Θουκυδίδης· Πέλοπά τε πλήθει χρημάτων, ἃ ἦλθεν ἐκ τῆς Ἀσίας ἔχων ἐς ἀνθρώπους ἀπόρους, δύναμιν περιποιησάμενον τὴν ἐπωνυμίαν τῆς χώρας ἐπηλύτην ὄντα ὅμως σχεῖν. | |
epsilon256 | ἔνδειξις εἶδος δίκης δημοσίας, ὑφ’ ἣν τοὺς ἐκ τῶν νόμων εἰργομένους τινῶν ἢ τόπων ἢ πράξεων, εἰ μὴ ἀπέχοιντο αὐτῶν, ἐπῆ‐ γον εἰς τὸ δικαστήριον. | |
epsilon257 | ἕνδεκα κληρωτοὶ ἄρχοντες ἦσαν προεστηκότες τοῦ δεσμω‐ τηρίου, καὶ τοὺς ἐπαγομένους κακούργους ἐπὶ θάνατον παραλαμβά‐ νοντες ἐζημίουν, τοὺς δὲ ἀμφισβητοῦντας εἰσῆγον εἰς τὸ δικαστήριον καὶ ἐδείκνυον, καὶ τὸ γνωσθὲν περὶ αὐτῶν ἔπραττον. εἰσῆγον δὲ καὶ | |
5 | τὰ ἀπογραφόμενα χωρία καὶ τὰ δημόσια εἶναι δόξαντα παρεδίδουν τοῖς πολίταις· παρεδίδουν δὲ καὶ ἐνίας ἐνδείξεις. | |
epsilon258 | ἐπὶ ματαίῳ ἀντὶ τοῦ μάτην. | |
epsilon259 | ἐγκεῖσθαι τὸ ἔν τινι κεῖσθαι, καὶ τὸ βαρέως ἐπιτίθεσθαι. | |
epsilon260 | ἐπιθέμενοι ἀντὶ τοῦ μαχόμενοι. καὶ ἐπιθέμενοι ἀντὶ τοῦ ἐνασμενίζοντες. Συνέσιος· δρασμῷ γὰρ ἐπιθέμενον ἐλπὶς ἀγαθῶν | |
καὶ φόβος χειρόνων ἀνέκοψεν. | 88 | |
epsilon261 | ἔπαθε τρόπαιον ἀντὶ τοῦ ἐτράπη. Ἀριστείδης· τὸ δ’ ὀνειδίζεσθαι μὲν ὑπὸ τῶν οἰκείων, ὀνειδιζομένους δὲ αὖθις ἐξελθεῖν, ἀντιστάντας δὲ τρόπαιον μεῖζον τῶν προτέρων παθεῖν αὐτοὺς ἐποίη‐ σεν ἐπισφραγίσασθαι τὴν νίκην. | |
epsilon262 | ἐκεῖθι γράφεται ὡς αὐτόθι. Ἡρόδοτος· καὶ γὰρ δὴ ἐκεῖθι κοιμᾶται ἐν τῷ τοῦ Διὸς τοῦ Θηβαίου γυνή. | |
epsilon263 | ἐπακτὸς ὅρκος ὃν αὐτός τις ἑκὼν αὑτῷ ἐπάγεται. οὕ‐ τω Λυσίας. | |
epsilon264 | ἑκαστάτω ἀντὶ τοῦ πορρωτάτω. οὕτω Προκόπιος. | |
epsilon265 | ἐμπεδοκλέους ἔχθρα ἐπὶ τῶν δυσοργήτων. ᾤμην δ’ ἔγωγε τοιαύτῃ φιλίᾳ συνηρμόσθαι ὥστε μηδ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἐμποδὼν ἡμῖν γενέσθαι. | |
epsilon266 | ἔνσπονδος ὁ εἰρηνικός. Θουκυδίδης· καὶ ἦσαν γὰρ οὐδενὸς Ἑλλήνων ἔνσπονδοι. | |
epsilon267 | ἐκεχειρία ἄνεσις, ἀργία, ἔνδοσις, καὶ πολέμου ἀνακωχή. | 89 |
epsilon268 | ἑλλανοδίκαι ἄρχοντες Ἠλεῖοι οἱ διέποντες τὸν ἀγῶνα τὸν Ὀλυμπιακόν. ἐκλήθησαν δὲ οὕτως ὅτι παρ’ Ἕλλησιν ἐδίκαζον. ἐκαθέζοντο δὲ ἐν τῷ ἀγῶνι πορφύραν περιβεβλημένοι, καὶ ἦσαν τὸ μὲν πάλαι ἐννέα, εἶτα δύο, καὶ πάλιν ὀκτώ. | |
epsilon269 | ἐνωμοτία καὶ ἐνωμοτάρχαι τάξις καὶ ἀρχὴ παρὰ Λα‐ κεδαιμονίοις. διδόναι ὅρκον μὴ λείπειν τὴν τάξιν. | |
epsilon270 | ἐνταῦθα ἀντὶ τοῦ ἐνθάδε, καὶ ἀντὶ τοῦ ἐκεῖσε. καὶ ἐν‐ ταῦθα ἀντὶ τοῦ λοιπόν. Λιβάνιος· ἐνταῦθα ἐγὼ γνοὺς ὅτι τῶν μὲν ζώντων καταφρονεῖ, ταῖς δὲ τῶν παλαιῶν συμβουλίαις τάχα ἂν εἴ‐ ξειε. καὶ Ἡρόδοτος· συλλεγομένων δὲ ἐς τωυτὸ τῶν περὶ τὴν Ἑλ‐ | |
5 | λάδα Ἑλλήνων τῶν τὰ ἐκείνων φρονούντων καὶ διδόντων λόγον καὶ πίστιν, ἐνταῦθα ἐδόκεε βουλευομένοισιν αὐτοῖσιν. | |
epsilon271 | ἐμποδὼν ἔστη καὶ ἐμποδὼν ἔστησαν ἐπὶ πληθυντι‐ κοῦ. καίτοι δίκαιοί γ’ ἐστὲ μάλιστα μὲν ἐμποδὼν στῆναι ἀμφοτέροις. | |
epsilon272 | ἔπεισιν ἐπὶ μέλλοντος καὶ ἐνεστῶτος λαμβάνεται. | 90 |
epsilon273 | ἐν πρόθεσις ἐν ταῖς συνθέσεσιν ὡς καὶ ἐν ταῖς παραθέσεσι καὶ ἑνικῷ συντάσσεται ῥήματι καὶ πληθυντικῷ, οἷον ἔνεισι καὶ ἔνεστιν. | |
epsilon274 | εἱλόμενος γράφεται καὶ εἱλούμενος, ὡς στερόμενος καὶ στερούμενος, καὶ ἐπιμελόμενος καὶ ἐπιμελούμενος. | |
epsilon275 | ἐπιφανῶς ἀντὶ τοῦ ἐνδόξως. καὶ ἐπιφανῶς ἀντὶ τοῦ προ‐ δήλως. Θουκυδίδης· καὶ περὶ αὐτῶν ὁ Θεμιστοκλῆς τοῖς Ἀθη‐ ναίοις κρύφα πέμπει ὡς ἥκιστα ἐπιφανῶς κατασχεῖν καὶ μὴ ἀφεῖ‐ ναι πρὶν ἂν αὐτοὶ πάλιν κομισθῶσιν. | |
epsilon276 | ἐπικηρυκεύεται ἀντὶ τοῦ διὰ κήρυκος συνθήκας τινὰς ἢ πρεσβείας ποιεῖται. καὶ ἐπικηρυκεία ἡ τῶν πολεμίων φιλία ἢ τὸ περὶ φιλίας καὶ διαλλαγῶν κήρυκας πέμπειν. | |
epsilon276b | ἐπικεκηρυχέναι. ὁπότε βούλοιτο πόλις ἢ ἄρχων τινὰ τῶν μὴ ὑφ’ ἑαυτὸν ποιήσασθαι, ἐκήρυττε χρήματα τῷ ἀνελόντι ἢ ζῶντα προσαγαγόντι, καθὰ καὶ Ξέρξην ἐπεκήρυξαν. | |
epsilon277 | ἐπὶ Δελφινίῳ δικαστήριον ἦν ἐν Ἀθήναις, ἐν ᾧ ἐκρίνοντο | |
οἱ πρόδηλον καὶ ἀναμφίβολον φόνον ἐργασάμενοι. | 91 | |
epsilon278 | ἔτυχον λίθῳ ἢ βέλει τοῦ δεῖνος. Δίων· ἑνὸς δὲ ἐγὼ λίθῳ ἔτυχον. | |
epsilon279 | ἐπιγνώμονες ἐλέγοντο ὅσον εἰσφέρει τις καὶ ὅσον ὀφείλει εἰς δημόσιον. | |
epsilon280 | ἐλαφρῶς ἐπὶ τοῦ ἠρέμα φερομένου πνεύματος λέγεται. Ἀριστείδης· καὶ προσέβαλλεν αὔρα τις ἐλαφρὰ καὶ ψυχεινή. | |
epsilon281 | ἑξῆς καὶ ἀντὶ τοῦ ἐπίσης. Συνέσιος· ἐγὼ δὲ καίπερ ἀδήλου τοῦ πράγματος ὄντος οἶμαι δεῖν ἅπαντας ἑξῆς ἀποτροπιά‐ ζεσθαι. | |
epsilon282 | ἔπεισιν ἐπὶ ἑνικοῦ καὶ ἐπὶ πληθυντικοῦ ἀντὶ τοῦ ἁπλῶς εἰσί. καὶ ἔπεισιν ἀντὶ τοῦ ἐπάνω εἰσίν. Ἀριστοφάνης· αἱ χύτραι τῆς γραὸς ἔπεισιν. | |
epsilon283 | ἐκεῖνο λαμβάνεται καὶ ἐπὶ παρεληλυθότος καὶ μέλλοντος. | |
epsilon284 | ἔφθησαν ἀντὶ τοῦ προκατέλαβον. Ἡρόδοτος· ἔφθησαν πολλῷ οἱ Σκύθαι τοὺς Πέρσας ἐπὶ τὴν γέφυραν ἀπικόμενοι. | |
epsilon285 | ἐπίτεξ γυνὴ λέγεται ἡ ἐγκυμονοῦσα. Λιβάνιος· τίς | |
ἔσται τὴν γλῶτταν ἐπίτεξ γενομένη. καὶ Ἡρόδοτος· μετεπέμψατο ἐκ τῶν Περσέων τὴν θυγατέρα ἐπίτοκα ἐοῦσαν, ἀπικομένην δὲ ἐφύ‐ λασσε βουλόμενος τὸ γενόμενον ἐξ αὐτῆς διαφθεῖραι. | 92 | |
epsilon286 | ἐπιγραφεῖς κατά τινας μὲν οἱ τὰ δημόσια γράφοντες, κατά τινας δὲ οἱ ὁρίζοντες καὶ ἐπιγράφοντες τὰ ἐπιτίμια τῶν ἐν ταῖς δίκαις ἁλισκομένων. | |
epsilon287 | ἐπακτὸς ὅρκος ὃν ἄν τις αὐτὸς ἑαυτῷ ἐπάγηται. | |
epsilon288 | ἐπιβόητος ἐπὶ κακοῦ λέγεται· διαβόητος δὲ ἐπὶ καλοῦ καὶ ἐπὶ κακοῦ. | |
epsilon289 | ἐξαίρει ἀντὶ τοῦ νικᾷ. Ἀριστείδης· τὸ δ’ ἐπ’ ἀλλήλους τρέπεσθαι καὶ τὴν ἐπὶ τῇ κοινῇ σωτηρίᾳ κατοικίαν γενομένην ταύ‐ την διαλύοντας καὶ διασπῶντας τὰ αὑτῶν εὖ τίθεσθαι νομίζειν ἑκά‐ στους ἐξαίρει πᾶσαν ἀνθρώπων ἔννοιαν. | |
epsilon290 | ἔφυγον ὑπὸ νύκτα, ἔφυγον ὑπὸ σκότος ἀντὶ τοῦ συνεργῷ τῇ νυκτὶ καὶ τῷ σκότει χρώμενοι τῆς φυγῆς. οὕτω γράφει Θουκυδίδης. | |
epsilon291 | ἐξαπίνης καὶ ἐξαπιναίως γράφεται. Θουκυδίδης· ἐν τούτῳ δὲ οἱ Σάμιοι ἐξαπιναίως ἔκπλουν ποιησάμενοι. | |
epsilon292 | ἐν τούτῳ ἀντὶ τοῦ τότε. Θουκυδίδης· καὶ ἐν τούτῳ οἱ | |
Κορίνθιοι τῆς Ποτιδαίας ἀφεστηκότες. | 93 | |
epsilon293 | ἐξ πρόθεσις σημαίνει καὶ σύγκρισιν. Πίνδαρος· ἐκεῖναι γὰρ ἐξ ἄλλων ἡγεμονεῦσαι ὁδὸν ἐπίστανται. | |
epsilon294 | εὐδαιμονίζω ἔχει ἐναντίον τὸ κακοδαιμονίζω. Φίλων· εὐδαιμονιστέον μὲν οἰκίαν καὶ πόλιν καὶ χώραν, ὅταν ἔχῃ τινὰ σπου‐ δαῖον· κακοδαιμονιστέον δέ, ὅταν ἔρημος ᾖ τοιούτου. | |
epsilon295 | ἐργάζομαί σοι ἀγαθὸν καὶ ἐργάζομαί σε ἀγαθὸν ἀττικῶς, ἔξωθεν λαμβανομένης τῆς εἰς ἢ τῆς πρὸς προθέσεως. Λιβάνιος· ἄνθρωπος πλεῖστα μὲν ἀγαθὰ τὸν Ἀλέξανδρον εἰργα‐ σμένος. | |
epsilon296 | ἐξετασταὶ ἰδικῶς ἐλέγοντο οἱ πεμπόμενοι ἄρχοντες ἐπὶ ἐξετάσει ἀριθμοῦ τινῶν στρατευμάτων ἢ ἄλλο τι δημόσιον ἔργον, ἵνα ὁ μισθὸς ἀκολούθως δοθῇ. | |
epsilon297 | ἐξηγηταὶ ἰδίως ἐλέγοντο οἱ τοὺς νόμους τοῖς ἀγνοοῦσιν ἀνακαλύπτοντες καὶ διασαφοῦντες. | |
epsilon298 | ἐξοστρακισμὸς φυγὴ δεκαετής. | |
epsilon299 | ἐποκείλαντες ἀντὶ τοῦ ἑδράσαντες. Ἡρόδοτος· νέας | |
μὲν δὴ αὐτοῦ ταύτῃ ἐποκείλαντες κατέλιπον. | 94 | |
zetat | Ζ. | |
zeta1 | ζέει οὐ μόνον ἐπὶ τῶν βραζομένων ὑδάτων λέγεται, ἀλλὰ καὶ ἐπὶ θυμοῦ. θεολόγος· ἕως ζέει καθ’ ἡμῶν ὁ τύραννος. καὶ ἐπὶ θαλάσσης. ὁ αὐτός· ναυμαχίᾳ καὶ ζάλῃ, πνευμάτων ἐμβολαῖς καὶ ῥοθίῳ ζέοντι. | |
zeta2 | ζητεῖν ἐπὶ τοῦ βούλεσθαι τιθέασιν οἱ Ἀττικοί. | |
zeta3 | ζηλοτυπεῖν ἀντὶ τοῦ μισεῖν γράφει Αἰσχίνης. | |
zeta4 | ζηλοῦν ἀντὶ τοῦ μακαρίζειν. Σοφοκλῆς· καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω. | |
zeta5 | ζεῦγος οὐ μόνον τὸ ἐκ δυοῖν ζευγνύμενον, ἀλλὰ καὶ ἐκ πλειόνων, οἷον τέθριππον ζεῦγος. | |
zeta6 | ζεῦξαι τὸ τοὺς βόας εἰς ἅμαξαν ἄξαι ἢ ἡμιόνους εἰς ἅρμα ἢ εἰς μυλῶνα. καὶ τὸ πρᾶγμα ζεύξεια καλεῖται. λέγεται δὲ καὶ ζεῦξαι νῆας ἀντὶ τοῦ ζυγώμασι περιδῆσαι. | |
zeta7 | ζημιοῖ χρυσίον τὸν δεῖνα, καὶ ζημιοῖ χρυσίῳ. | 95 |
zeta8 | ζητηταὶ ἀρχή τις ἦν Ἀθήνησι κατὰ καιροὺς καθισταμένη, πρὸς ἣν ἐμηνύοντο οἱ ὀφείλοντες χρήματα τῇ πόλει καὶ μὴ ἀποδε‐ δωκότες. | |
zeta9 | ζημίαν λαβεῖν ἀντὶ τοῦ ζημιωθῆναι. Σοφοκλῆς· ἄμει‐ νόν ἐστι ζημίαν λαβεῖν ἢ κέρδος κακόν. | |
zeta10 | ζῆλος ἡ μίμησις. Ἡσίοδος· ζηλοῖ δέ τοι γείτονα γείτων. καὶ ζῆλος ὁ φθόνος. ὁ αὐτός· ζῆλος δ’ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι. καὶ ζῆλος καταφρονουμένου τινὸς θείου πράγματος ἔμμο‐ νος καὶ διηνεκὴς τῆξις καρδίας καὶ λύπη, ὡς τὸ «ὁ ζῆλος τοῦ οἴκου | |
5 | σου κατέφαγέ με». | |
etat | Η. | |
eta1 | ἠπειρώσας ἀντὶ τοῦ ἤπειρον ἐργασάμενος. Ἱμέριος· ἀλλ’ ἐπισχεθεῖσα μὲν πᾶσιν αἰγιαλοῖς καὶ πᾶσι πεδίοις, ἠπειρώσασα δὲ | |
αὐτὴν ἦγον τὴν θάλασσαν. | 96 | |
eta2 | ἠρίον κυρίως ὁ μὴ ἐν ὕψει ᾠκοδομημένος τάφος. | |
eta3 | ἥκω τὸ ἔρχομαι, μεταβατικῶς δὲ σὺν προθέσει, οἷον ἥκω πρὸς τὴν πόλιν. ἐξήκει μοι δὲ ὁ χρόνος ἀντὶ τοῦ διήνυσται. | |
eta4 | ἡγεμὼν ὁ βασιλεὺς καὶ ὁ ὁδηγὸς καὶ τῆς ὁδοῦ. Ξενοφῶν· καὶ τὸν ἡγεμόνα δήσαντες παραδιδόασιν αὐτοῖς. καὶ ἡγεμὼν ὁ συμ‐ μορίας τινὸς μετέχων. Δημοσθένης. ὁ προέχων πλούτῳ καὶ διὰ τοῦτο τῶν ἄλλων ἡγεμονεύειν ἐπειλημμένος. | |
eta5 | ἦγεν ἀντὶ τοῦ ἐτέλει, καὶ ἀντὶ τοῦ ἐκόμιζε, καὶ ἀντὶ τοῦ ἐπαιδαγώγει. | |
eta6 | ἤδη ἀντὶ τοῦ λοιπόν. οὐκ εἰ σὺ βαρέως τοῖς ἐλευθεριάσασι Ξανθίων προσηνέχθης, ἤδη καὶ ἡμεῖς τοὺς ἐν δούλοις καταδικασθέν‐ τας μιμησόμεθα Μεγαρεῖς. Ἀριστοφάνης· φεύγοις ἂν ἤδη τοὺς | |
πονηρούς. καὶ ἀντὶ τοῦ πρὸ τούτου, καὶ ἀντὶ τοῦ ἀπαρτί, καὶ ἀντὶ | 97 | |
5 | τοῦ νῦν καὶ ἀντὶ τοῦ ποτέ. Ἀριστοφάνης· ἤδη ζωμοῦ Παναθη‐ ναίοις ἐμπλησθείς. | |
eta7 | ἥκιστα ἀντὶ τοῦ οὐδαμῶς. καὶ ἀντὶ τοῦ μᾶλλον. Δημο‐ σθένης· οὐδεὶς ἀγνοεῖ καὶ πάντων ἥκιστα σύ. | |
eta8 | ἤλεγχον ἀντὶ τοῦ δῆλον τὸ πταῖσμα ἐποίουν. καὶ ἤλεγχον ἀντὶ τοῦ ἀνηρεύνων. Ξενοφῶν· τοὺς αἰχμαλώτους ξυναγαγόντες ἤλεγχον τὴν πᾶσαν χώραν τίς ἑκάστη εἴη. | |
eta9 | ἠκρωτηριασμένος εἰς παθητικὴν σημασίαν παθητικὸν ὂν παραλαμβάνεται. θεολόγος· ἄνθρωποι τὰ πλεῖστα μέρη τοῦ σώ‐ ματος ἠκρωτηριασμένοι. ἀλλὰ καὶ εἰς ἐνεργητικήν. Δημοσθένης· ἠκρωτηριασμένοι τὰς ἑαυτῶν πατρίδας ἕκαστοι. | |
eta10 | ἠγόμην ἀντὶ τοῦ ἐφερόμην, καὶ ἀντὶ τοῦ ἐπαιδαγω‐ γούμην. | |
eta11 | ἦλθε τὰ ὀστᾶ, ἦλθε τὰ ξύλα ἀντὶ τοῦ ἐκομίσθη. οὕτω Λυσίας καὶ Δημοσθένης. καὶ ἦλθεν ἀντὶ τοῦ ἐβάδισεν ἀμέσως χωρὶς προθέσεως. θεολόγος· ἑτέραν ἦλθον, ὡς ἐμαυτὸν πείθω, βελτίω τε καὶ ἀπονωτέραν ὁδόν. | |
eta12 | ἦτε ἀντὶ τοῦ ὑπήρχετε. οἱ δὲ Ἀττικοὶ μετὰ τοῦ ς γράφουσι. Πλάτων· παρῆστε γὰρ χθές. καὶ Λυσίας· οὐχ οἷοί τε ἦστε ἐπαρ‐ κέσαι. καὶ Θουκυδίδης· μή μοι βέβαιον ἦστε. | 98 |
eta13 | ἠγάγετο ὁ ἀνὴρ γυναῖκα. Λιβάνιος· ἠγαγόμην, ὦ ἄν‐ δρες, γυναῖκα. | |
eta14 | ἥκω ἀντὶ τοῦ ἧκον, καὶ ἀντὶ τοῦ ἔρχομαι. | |
thetat | Θ. | |
theta1 | θοιμάτιον κατὰ συναλοιφὴν τὸ ἱμάτιον. οἱ Ἀττικοὶ δὲ λέ‐ γουσι καὶ ἐπὶ πληθυντικῶν πτώσεων, ἐπὶ εὐθείας τῶν ἑνικῶν ὀφειλό‐ μενον μόνον γράφεσθαι. Συνέσιος· ἡγοῦμαι δὲ ἀσεβέστερον ἀπο‐ θανόντων λόγους κλέπτειν ἢ θοιμάτια. | |
theta2 | θερμὸν λέγεται καὶ τὸ ἀσυντήρητον. Ἀριστοφάνης· ὦ θερμὸν ἔργον κἀνόσιον καὶ παράδοξον. | |
theta3 | θηλυδρίας ὁ λάγνος· Συνέσιος· ὁ δὲ Ἀλέξανδρος εἰ μὴ θῆλυς, ἀλλὰ θηλυδρίας γε ἦν. | |
theta4 | θραυστὸν ὁ λίθος, οὐ μὴν καὶ κατακτόν. κέραμοι δὲ καὶ θραυστὸν καὶ κατακτόν. κάταξις μὲν γάρ ἐστιν ἡ εἰς μεγάλα μέρη | |
τομή, θραῦσις δὲ εἰς μικρά. | 99 | |
theta5 | θεωρικά. χρήματα ἦν τινα ἐν τῷ κοινῷ ἀπὸ τῶν τῆς πόλεως προσόδων συναγόμενα, ἃ πρότερον μὲν εἰς τὰς τοῦ πολέμου χρείας ἐφυλάττετο καὶ ἐκαλεῖτο στρατιωτικά, ὕστερον δὲ ἐδίδοτο εἴς τε τὰς ἑορτάς, ἵνα μηδεὶς διὰ πτωχείαν ἀνέορτος μένῃ, καὶ εἰς τὰ | |
5 | θεωρικά. | |
theta6 | θευσούμενοι ἀντὶ τοῦ δραμούμενοι ..... οἱ δὲ ἀφίκοντο οἱ μὲν ἀγωνιούμενοι πυγμήν, οἱ δὲ θευσούμενοι στάδιον. καὶ Συνέσιος· ἔνθα καὶ ἱππεῖ συνιππεύσει καὶ πεζῷ συνθευσεῖται. καὶ Ἡρόδοτος· καὶ ἱστία ἀείροντο ὡς θευσούμενοι. | |
theta7 | θίασος τὸ συναγόμενον πλῆθος ἐπὶ τιμῇ καὶ τελετῇ ἑορτῶν. οὕτω Λυσίας. | |
theta8 | θανατοῖ ἀντὶ τοῦ θάνατον ἐπάγει. θανατᾷ ἀντὶ τοῦ θα‐ νάτου ἐφίεται. | |
theta9 | θύλακος ἡ ἀρτοθήκη. Ἀριστοφάνης· ἄρτος οὐκ ἔνεστιν ἐν τῶ θυλάκῳ. | |
theta10 | θεραπεύει ἀντὶ τοῦ δουλεύει, ὅθεν καὶ θεραπεία ἡ δου‐ λεία. καὶ θεραπεία τὸ πλῆθος τῶν θεραπόντων, ὡς καὶ Λιβάνιος· καὶ θεραπείαν ἐπαγόμενος οὐ φαύλην, ἀντὶ τοῦ θεράποντας πλεί‐ στους. καὶ θεραπεύει ἀντὶ τοῦ ἰατρεύει. ἔπειτα τὸ στασιάζον πρὸς | 100 |
5 | ἑαυτὸν μαλάσσει καὶ θεραπεύει. | |
theta11 | θαλάττιος ἰχθὺς ὡς ποτάμιος, καὶ θαλάττιος ὁ πλέων. θεολόγος· ἢ πλοῦς εἷς τὸν θαλάττιον. | |
theta12 | θερίζει τὸ λήιον. καὶ θερίζει ἄνθρωπος, ἀντὶ τοῦ τὸ θέρος ἔν τινι τόπῳ διάγει. | |
theta13 | θράσος ἔλαβον οἱ ἄνθρωποι, καὶ θράσος ἔλαβε τοὺς ἀνθρώπους. Θουκυδίδης· τοὺς δὲ Ἀθηναίους ἰδόντας ταῦτα γιγνόμενα θράσος τε ἔλαβεν. οὕτως εὑρίσκονται καὶ ἕτερα, οἷον μανίαν ἔλαβεν ὁ ἄνθρωπος καὶ μανία τὸν ἄνθρωπον ἔλαβε, καὶ | |
5 | νόσος ἔλαβε καὶ νόσον ἔλαβε. | |
theta14 | θερμῆναι ἀντὶ τοῦ θερμᾶναι. Ἰουλιανός· ὡς δὲ ὁ χει‐ μὼν ἐπεκράτει καὶ ἀεὶ μείζων ἐπεγένετο, θερμῆναι μὲν οὐδαμῶς ἐπέτρεψα τοῖς ὑπηρέταις τὸ οἴκημα. | |
theta15 | θαλάμη καὶ θάλαμος γράφεται. | |
theta16 | θαλαττοκοπεῖ ἀντὶ τοῦ φλυαρεῖ. Λιβάνιος· θαλαττο‐ | |
κοπεῖ δὲ ὡς μάλιστα. | 101 | |
theta17 | θανατᾶν καὶ θανατιᾶν γράφεται. | |
theta18 | θερμαίνεται ἀντὶ τοῦ ἐξαπατᾶται. Σοφοκλῆς· οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτῶν ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται. | |
theta19 | θεμέλιον οὐδετέρως. Ὅμηρος· θεμέλιά τε προυβάλλοντο. καὶ θεμέλιος ἀρσενικῶς. Πλάτων· οἱ γὰρ θεμέλιοι παντοίων λίθων ἀπόκεινται. | |
theta20 | θύμον οἱ Ἀττικοὶ οὐδετέρως λέγουσιν ὡς τὸ νῶτον. | |
theta21 | θὴρ λέγεται καὶ ἐπὶ θηλυκοῦ. Ὀππιανός· εἰναλία θὴρ ἐς πόντον προσφέρει. | |
theta22 | θύρα ἐπὶ οἰκήματος, πύλη ἐπὶ πόλεως. Θουκυδίδης· οἰόμενοι πύλας τὰς θύρας τοῦ οἰκήματος εἶναι. | |
theta23 | θέμενος τὰ ὅπλα ἀντὶ τοῦ περιθέμενος καὶ ὁπλισάμε‐ νος. Δημοσθένης ἐν τῷ κατὰ Μειδίου. | |
theta24 | θυραῖος εἰς στάσιν λαμβάνεται, θύραζε εἰς κίνησιν. | |
theta25 | θεμιστεύειν ἀντὶ τοῦ χρησμῳδεῖν Λυσίας ἐν τῷ περὶ τῆς ἀμβλώσεως. | |
theta26 | θέσθαι ἀντὶ τοῦ ὑποθήκην λαβεῖν Ὑπερίδης ἐν τῷ πρὸς | |
Ὑγιαίνοντα, ἀντὶ δὲ τοῦ προέσθαι καὶ κυρῶσαι νόμον Δημοσθέ‐ νης. ἐπὶ γὰρ τῶν νόμων λέγεται ὡς ἔθηκεν ὁ νομοθέτης, ἔθετο δὲ ὁ δῆμος. | 102 | |
theta27 | θηρᾷ ὁ θήρ, θηρῶνται οἱ ἄνθρωποι. | |
theta28 | θυραυλοῦντα ἀντὶ τοῦ ἔξω εἰς τὸ ἀσκεπὲς διάγοντα. Δίων· ἀλλ’ ἐκεῖνοι μὲν ὁρῶντες ῥιγῶντα καὶ θυραυλοῦντα. | |
theta29 | θροεῖ ἀντὶ τοῦ ἐκπλήττει. ποιητικῶς δὲ ἀντὶ τοῦ λέγει. | |
theta30 | θεσμοθέται ἓξ τὸν ἀριθμὸν ἦσαν ἐπιμέλειαν ἔχοντες τῶ νόμων· θεσμοὺς γὰρ ἔλεγον τοὺς νόμους. | |
iotat | Ι. | |
iota1 | ἱππόδρομος ὁ τόπος, ἱπποδρομία ἡ ἐνέργεια. Χρυσόστο‐ μος· ἅπαντες δεδραμήκατε τὴν ἱπποδρομίαν καταλαβόντες. καὶ Ἰουλιανός· μισῶ τὰς ἱπποδρομίας. | |
iota2 | ἰάσιμον φάρμακον καὶ ἰάσιμον ἄνθρωπον τὸν ἰαθῆναι δυ‐ νάμενον λέγομεν. Συνέσιος· ὅταν δέ τις ἰάσιμος ᾖ, μέγα παρὰ τῷ δικαστῇ δύναται. | |
iota3 | ἱδρυμένος ὁ ἐστηριγμένος. Μάξιμος· ἱδρυμένην ἐπὶ χρυ‐ σοῦ θρόνου. καὶ ἱδρυμένος ὁ ἀνατεθειμένος, οἷον ναὸς τῷ θεῷ. καὶ ἱδρυμένος στρατὸς ὁ ἀναπαυόμενος εἴς τινα τόπον. | 103 |
iota4 | ἰλυσπᾶσθαι ἐπὶ τῆς τῶν σκωλήκων πορείας λέγεται. | |
iota5 | ἱμείρω γράφεται καὶ ἱμείρομαι. | |
iota6 | ἶσον ἓν ἑνὶ λέγεται, πολλὰ δὲ πολλοῖς ἰσάριθμα, ἐκτὸς εἰ μὴ ἕκαστον εἰς ἕκαστον τεῖνον τὸν λόγον ἔχει. | |
iota7 | ἰδιωτεύω τὸ τὰ ἴδια πράττω. | |
iota8 | ἴκταρ ἰωνικόν ἐστι καὶ τίθεται ἐπὶ ψιλῆς καὶ ἀμυδρᾶς προσψαύσεως. Πλάτων· τὸ λεγόμενον οὐδ’ ἴκταρ βάλλει. | |
iota9 | ἰπνὸς τὸ παρ’ ἡμῖν μαγειρεῖον Λυκοῦργος λέγει ἐν τῷ κατὰ Λυκόφρονος. | |
iota10 | ἶσα βαίνων ἀντὶ τοῦ συνὼν ἀεί. Δημοσθένης· Ἀριστο‐ λόχῳ τῷ τραπεζίτῃ ἶσα βαίνων ἐβάδιζε. | |
iota11 | ἱστίον λέγεται ἑνικῶς τὸ κατάρτιον, πληθυντικῶς τὸ ἄρ‐ μενον, ὡς λουτρὸν τὸ οἴκημα, λουτρὰ τὰ ἐκπλύνοντα. πολλάκις λέ‐ γεται ἑνικῶς καὶ τὸ ἄρμενον. Συνέσιος· ἤδη σοι τὸ ἱστίον ἦρτο. καὶ λουτρὸν τὸ ἐκπλῦνον. θεολόγος· λουτρὸν παλιγγενεσίας. | |
iota12 | ἰδιώτης ὁ μὴ ἀρχὴν ἔχων τινά. καὶ ἰδιώτης ὁ πρὸς πολ‐ λοὺς ἀντιδιαιρούμενος. Συνέσιος· ἀλλὰ πολλάκις ἡμῖν καὶ ἰδιῶται | |
καὶ πόλεις εἰς δέον ἐχρήσαντο. καὶ ἰδιώτης ὁ ἀγράμματος. θεολό‐ γος· ὑψηλός ἐστι τὰ σαρκικὰ καὶ τοῖς πνευματικοῖς ἀγάλλεται, οὐκ | 104 | |
5 | ἰδιώτης τὴν γνῶσιν. | |
iota13 | ἵνα ἀντὶ τοῦ ὅπου. καὶ ἵνα ἀντὶ τοῦ ὅθεν. Ἀριστοφάνης· ἵνα τηλεφανεῖς σκοπιὰς ἀφορώμεθα. καὶ ἵνα ἀντὶ τοῦ ὡσάν. Χρυ‐ σόστομος· ἵνα χρόνον βραχὺν τὰς ὀφρῦς συναγάγωσι καὶ φαιὰ περιβάλλωνται καὶ κατήφειαν ὑποκρίνωνται, ἐξαίφνης εἰς τοσαύτην | |
5 | ἤγαγον τιμήν. καὶ ἵνα ἀντὶ τοῦ καὶ διὰ τοῦτο, ὅπερ καὶ μετὰ παρεληλυθότος συντάσσεται. Λιβάνιος· ὦ κατάρατε καὶ ὑπὲρ τὸ δέον φιλότιμε, ἐγὼ μόνος ἐδυστύχουν ἀφόρητα, ἵνα μοι δυστυχέστερον τῆς νόσου τὴν ὑγείαν ἀντέδωκας. | |
kappat | Κ. | |
kappa1 | καταστροφὴ ὁ ἀφανισμός· ἀναστροφὴ ἡ πολιτεία. ἀλλὰ καὶ διὰ τοῦ βίου καὶ τῆς ἀναστροφῆς. | |
kappa2 | καταχθεὶς λέγεται ἀπὸ θαλάσσης εἰς ξηράν, καὶ ἀπὸ ξη‐ ρᾶς εἰς ξηράν. Ἰώσηπος· οἱ δὲ Σοδομῖται θεασάμενοι τοὺς νεανί‐ σκους εὐπρεπείᾳ τῆς ὄψεως διαφέροντας καὶ παρὰ Λώτῳ καταχ‐ θέντας. | |
kappa3 | καταβάλλει τὸν πολέμιον, καὶ καταβάλλει τὰ σπέρματα, καὶ καταβάλλει τὸ χρέος, καὶ καταβάλλει θεμέλιον. Χρυσόστο‐ μος· καὶ θεμελίους καταβάλλειν βουλόμενοι. | |
kappa4 | καθίζω ἕτερον, καὶ καθίζω αὐτός. Ἀριστοφάνης· οὐκ ἐσθίεις τῶν κόπρων κἀπὶ ξύλου καθίζεις. καὶ Ἰουλιανός· καθίζει πλησίον τῆς κλίνης ὁρῶν εἰς τὸ πρόσωπον τοῦ μειρακίου. | 105 |
kappa5 | κακουργεῖν ἐπὶ πάσης κακῆς ἐργασίας λεγόμενον ἐπεκρά‐ τησεν ἐπὶ μόνου τοῦ κλέπτειν. | |
kappa6 | κρώβυλος ἐμπλοκὴ τριχῶν ἐστιν ἐπὶ τοῦ μετώπου μόνοις τοῖς Ἀθηναίοις, σημεῖον τοῦ αὐτόχθονας εἶναι. | |
kappa7 | κρίνον καὶ τὸ κρίνος. Ἀριστοφάνης· κρίνεσι στεφανοῖς. | |
kappa8 | κεῖται ἀντὶ τοῦ ἀπόκειται, ἀντὶ τοῦ καταβέβληται, ἀντὶ τοῦ ἵσταται, καὶ ἀντὶ τοῦ πεφόνευται. Εὐριπίδης· Μενέλαε, κεῖ‐ ται σὸς κασίγνητος. | |
kappa9 | κατὰ τάχος ἀντὶ τοῦ ταχέως. | |
kappa10 | κέλης ἐπί τε τοῦ ἱππότου καὶ τοῦ ἵππου. Ἡρόδοτος· ἤλαυνον δὲ κέλητας καὶ ἅρματα. | |
kappa11 | κίνησις κατὰ τρόπους ἕξ· κατὰ γένεσιν, κατὰ φθοράν, κατὰ αὔξησιν, κατὰ μείωσιν, κατὰ ἀλλοίωσιν καὶ κατὰ τόπων με‐ ταβολήν. | |
kappa12 | κακῶς εἰδότες ἀντὶ τοῦ ἀγνοοῦντες Ἰσοκράτης ἐν τῷ περὶ εἰρήνης. | |
kappa13 | καταδικασάμενος ἀντὶ τοῦ νικήσας καὶ καταδικασθῆναί | |
τινα ποιήσας Ἰσαῖος ἐν τῷ κατὰ Διοκλέους. | 106 | |
kappa14 | καθαρτὴς ὁ καθαίρων. Μάξιμος· οὗτος ὁ θηρίων κα‐ θαρτής. οὕτως γράφεται καὶ ἀληθευτὴς καὶ ἕτερα τοιαῦτα, οἷον ἀληθευτὴς λόγων, κατορθωτὴς ἔργων. | |
kappa15 | καιριωτάτη πληγὴ ἡ θανατηφόρος. Λιβάνιος· διὰ τοῦτο τὴν καθ’ ἑαυτοῦ πληγὴν καιριωτάτην ἤνεγκε. καὶ καιριωτάτη ἡ ἔγκαιρος. καὶ καίριον τὸ ἔγκαιρον· οἷον καίριον οὐδὲν λέγεις. | |
kappa16 | καθαπτὸς ὁ ἐνδεδυμένος ἢ ὁ ἐσφιγμένος. Ἀριστοφάνης· νεβρῶν δοραῖς καθαπτός. | |
kappa17 | καθήκοντα τὰ ἁρμόζοντα. καὶ καθήκοντα ἀντὶ τοῦ ἥκον‐ τα. Δημοσθένης· ὅστις οὐκ ἠξίου τὰ καθήκοντα ἐφ’ ἑαυτὸν ποιεῖν. | |
kappa18 | κατακτὸν τὸ ξύλον, οὐ θραυστὸν λέγεται. | |
kappa19 | καθήκειν τὸ προσήκειν, τὸ ἁρμόττειν, τὸ ἐπιβάλλειν καὶ τὸ διαφέρειν. | |
kappa20 | κωφὸν παρὰ τοῖς Ἀττικοῖς τὸ ἄπρακτον καὶ ἀνόητον. Κύπριος· ἀλλ’ ὥσπερ ἔρημα ἡγεμόνος ὑπῆρχε τὰ πρότερα, εἶτ’ ἀπέβη κωφὰ καὶ οἷα οὐκ ἄν ποτε ηὔξω. | |
kappa21 | καὶ σύνδεσμος ἐναντιωματικῶς λαμβάνεται καὶ χωρὶς τοῦ περ. Σοφοκλῆς· ἐγὼ σκοτώσω βλέφαρα καὶ δεδορκότα. | |
kappa22 | κύρβεις λίθοι εἰσὶν ὀρθοί, ἀπὸ μὲν τῆς στάσεως στῆλαι δοκοῦντες, ἀπὸ δὲ τῆς εἰς ὕψος ἀναστάσεως διὰ τὸ κεκορυφῶσθαι κύρβεις καλούμενοι. | 107 |
kappa23 | καλιάδας τὰς τῶν πτηνῶν φωλεὰς Μάξιμος λέγει· ἐπ’ ἄκρων φυτῶν ἐμηχανήσαντο καλιάδας. | |
kappa24 | κατὰ γῆν ἢ κατὰ θάλατταν. τὰ ὅπλα παραπέμψατε ἄχρις Ἑλλησπόντου, ἢ κατὰ γῆν ἢ κατὰ θάλασσαν ἐπιθέμενοι. | |
kappa25 | καθεικὼς καὶ καθήκων τὸ γένειον. Δίων· τὸ πλέον γένειον πολλοὶ καθείκοντας. | |
kappa26 | κατὰ ταὐτὸν ἀντὶ τοῦ ἅμα. ὁ μέγας Βασίλειος· πόσα συνέτρεχε κατὰ ταὐτόν, ὑπὸ τῆς φύσεως ἠπειγμένως παραγόμενα. Ἑρμογένης· κατὰ ταὐτὸν ἄμφω πεφωράκασιν ἀλλήλους ἐξιόντας ἐκ τῶν ἀλλήλων οἰκιῶν. | |
kappa27 | κατάλογος ἡ ἀπαρίθμησις. θεολόγος· ἄλλος ἂν ἡρώων ὤφθη κατάλογος. καὶ κατάλογος ὁ χορός, ἡ τάξις. Ἰουλιανός· πρὶν προσγραφῆναι τῷ καταλόγῳ. | 108 |
kappa28 | κῆδος ἡ συγγένεια, ἡ φροντίς. καὶ τὸ κτῆμα παρὰ Δίωνι. | |
kappa29 | κλιμάζει ἀντὶ τοῦ παρεκκλίνει. Αἰσχίνης· ὅταν οὖν ἀπολογούμενος κλιμάζῃ καὶ παράγῃ τοὺς νόμους. | |
kappa30 | κάκη ἡ δειλία. Αἰλιανός· κάκῃ τὴν στάσιν ἣν ἐτάχθη προδόντα. | |
kappa31 | κατ’ ὄναρ οὐ γενναῖον λέγειν, ἀλλ’ ὄναρ καὶ κατὰ τοὺς ὕπνους καὶ ἐνύπνιον. | |
kappa32 | κήδω ἐνεργητικῶς τὸ λυπῶ. Σοφοκλῆς· ἀλλά με κήδει Διὸς ἀλκίμα θυγάτηρ. παθητικῶς δὲ κήδομαι τὸ φροντίζω. | |
kappa33 | κυλλὸν Ἀττικοὶ ἐπὶ ποδῶν καὶ χειρῶν λέγουσι. | |
kappa34 | κατὰ μίτον ἀντὶ τοῦ λεπτῶς τροπικῶς. Φερεκράτης· κατὰ μίτον τὰ πράγματα ἐκλογίζομαι. | |
kappa35 | κατόπιν ἀντὶ τοῦ ὄπισθεν. Ἀριστοφάνης· ὅστις ἀκολου‐ θεῖ κατόπιν ἀνθρώπου τυφλοῦ. καὶ Λουκιανός· κατόπιν δὲ ἠκο‐ | |
λούθει πάνυ πενθικῶς τις ἐσκευασμένη. | 109 | |
kappa36 | κυμαίνει ἡ θάλαττα ἀμεταβάτως, καὶ μεταβατικῶς ἀντὶ τοῦ ταράσσει. Λουκιανός· τὸν Ἀδρίαν διακυμαινέτω. καὶ κυμαίνει τὸ λήιον. | |
kappa37 | κατέαγα τοῦ κρανίου ἐλλειπτικῶς ἀττικῶς ἀντὶ τοῦ μέρος τοῦ κρανίου. τὸ δὲ κατέαγα ἀντὶ τοῦ κατεάγειν. Λουκιανός· ἄνθρωποι, κατέαγα τοῦ κρανίου ὑπὸ τοῦ ἀχαρίστου, διότι τὸ συμφέρον ἐνουθέτησα αὐτόν. | |
kappa38 | κατέστησαν ἕτερον. καὶ κατέστησαν παθητικῶς. Ἀρι‐ στείδης· οἵ γε αὐτοὶ τοῖς ἄλλοις ἀντὶ θεοῦ κατέστησαν. | |
kappa39 | κομίζω ἐνεργητικῶς τὸ φέρω. παθητικῶς κομίζομαι τὸ λαμβάνω, ἐνίοτε δὲ καὶ τὸ φέρομαι. Ἀριστείδης· ἀλλ’ ὥσπερ ἐφ’ ὑψηλοῦ τοῦ ἀέρος οὕτως ἐκομίζετο. | |
kappa40 | καταπλὴξ ὁ κατὰ πολὺ πεπληγμένος. Λυσίας ἐν τῷ πρὸς Αἰσχίνην. καὶ καταπλὴξ ὁ ἐκπληττόμενος. | |
kappa41 | κατέστη ἀντὶ τοῦ ἠρέμησε. καὶ κατέστη εἰς φόβον ἀντὶ τοῦ ἐφοβήθη. Χρυσόστομος· καὶ εἰς τοσοῦτον κατέστη φόβον. | |
kappa42 | καταψευδομαρτυρησάμενος ἀντὶ τοῦ παρασχὼν τοὺς | |
τὰ ψευδῆ μαρτυρήσαντας. Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. | 110 | |
kappa43 | Κεραμεικοὶ δύο, ὡς ὁ Δημοσθένης φησίν, εἷς μὲν ἐν τῇ πόλει, ἕτερος δὲ ἔξω τῆς πόλεως, ἔνθα καὶ τοὺς ἐν πολέμῳ τελευτή‐ σαντας ἔθαπτον δημοσίᾳ καὶ τοὺς ἐπιταφίους ἔλεγον. | |
kappa44 | καθόσον πολλάκις μὲν οὐκ ἔχει ἀναφορικόν, οἷον· ἥ τε γὰρ γραμμή, καθόσον μέν ἐστι γραμμὴ καὶ μοναχῶς διέστηκεν, οὐ‐ δεμίαν ἔχει ἐναντίωσιν. ποτὲ δὲ ἔχει τὸ κατὰ τοσοῦτον, οἷον καθό‐ σον δὲ ποιόν, κατὰ τοσοῦτον τὸ εὐθὺ καὶ τὸ κυρτὸν ἔχει. ποτὲ δὲ | |
5 | ἔχει τὸ κατὰ τοῦτο, οἷον· τὸ γὰρ σῶμα, καθόσον μὲν ὑποκείμενόν ἐστι καὶ ταὐτὸν καὶ ἓν μόνον τῷ ἀριθμῷ, τῶν ἐναντίων ἐστὶ δεκτικόν, κατὰ τοῦτο οὐσία ἐστί. | |
kappa45 | κακία ἡ δειλία. Θουκυδίδης· ὥστε οὐ κατὰ τὴν ἡμετέ‐ ραν κακίαν τὸ ἡσσῆσθαι προσεγένετο. | |
kappa46 | κακὸς ὁ σκαιός. καὶ κακὸς ὁ ἀειδής. Ὅμηρος· εἶδος μὲν ἔην κακός, ἀλλὰ ποδώκης. καὶ κακὸς ὁ δειλός. Ὅμηρος· κακοὺς δ’ ἐς μέσσον ἔλασσε. | |
kappa47 | καλὸς ὁ ἀγαθός. καὶ καλὸς ὁ ὡραῖος. Ἰουλιανός· ὥσπερ | |
οἱ τράγοι τὸ γένειον ἔχων, οἶμαι, λεῖον αὐτὸ ποιεῖν καὶ ψιλόν, ὁποῖον οἱ καλοὶ τῶν παίδων ἔχουσι. καὶ Πίνδαρος· ἦν δ’ ἐσορᾶν καλὸς ἔργῳ τ’ οὐ κατὰ εἶδος ἐλέγχων. | 111 | |
kappa48 | κόρη κυρίως ἡ ἄγαμος, καταχρηστικῶς ἡ ὡραία. Εὐριπί‐ δης· ὦ κατάραται κόραι Φρυγῶν. | |
kappa49 | κοινῶ χωρὶς προθέσεως Συνέσιος· κοίνωσαι τὸν λόγον τοῖς Ἕλλησι. καὶ ἀνακοινῶ μετὰ προθέσεως Λιβάνιος· ἐχρῆν αὐτὸ τοῦτο ἀνακοινοῦν τῷ δήμῳ. | |
kappa50 | κατωμαδὸν ἀντὶ τοῦ ἄνω τῶν ὤμων. Συνέσιος· καίτοι διὰ τοῦτο τὰς ἁπάντων φροντίδας κατωμαδὸν ἀράμενος φέρω. | |
kappa51 | κομπάζειν ἐστὶ τὸ ἐπὶ κενοῖς μεγαλαυχεῖν καὶ ἐπὶ τού‐ τοις μέγα φρονεῖν. | |
kappa52 | κατωτέρω ἐπιρρηματικῶς γράφεται. Ἀριστοφάνης· καὶ νὴ Δία εἴ τί γε κατωτέρω. ἀκολούθως γράφεται καὶ ἀνωτέρω καὶ πορρωτέρω. | |
kappa53 | καταγινώσκω σου ἀμαθίαν καὶ μεταγινώσκω ἐπὶ τοῖς πεπραγμένοις. ἀπογινώσκω δὲ ποτὲ μὲν γενικῇ, ποτὲ δὲ αἰ‐ τιατικῇ. | |
kappa54 | κατεσκήνωσαν εἰς τόνδε τὸν τόπον τὰ στρατόπεδα καὶ κατέζευξαν. Δίων· κατέζευξαν ἐπὶ ποταμόν τινα. | |
kappa55 | κατέσχε μεθ’ ἑτέρας προθέσεως ἀντὶ τοῦ προσεκαρτέρη‐ σεν. Ἡρόδοτος· καὶ κατέσχε τῆς Μαγνησίης χώρης εἰς τὸν αἰγιαλόν. | |
kappa56 | κάμνειν τὸ νοσεῖν καὶ τὸ τελευτᾶν, ὅθεν καὶ παρ’ Ὁμήρῳ εἴδωλα καμόντων. καὶ κάμνει ἀντὶ τοῦ ἐργάζεται. Ἱμέριος· κρείτ‐ τονά με λύραν, ὦ φίλε, κάμνοντα, ἵνα σε μετὰ Λιβύην ἀσπάσωμαι, φεύγων ἐξαίφνης εἰς στυγνὸν μέλος ἀπέρριψας. | 112 |
kappa57 | κρεμάμενος ἐπὶ τούτου. θεολόγος· ὁ δὲ χαλκοῦς ὄφις ἐπὶ ξύλου κρέμαται. καὶ κρεμάμενος ἀπὸ τούτου ἀντὶ τοῦ ἐπαιωρού‐ μενος, οἱονεὶ οὐκ ἐπικείμενος ᾧ κρέμαται. Συνέσιος· τὸ δὲ λοίδορον βιβλίον ἀπὸ τῆς ἱερᾶς θύρας ἐκρέματο. | |
kappa58 | κομᾷ ἀντὶ τοῦ πολύτριχός ἐστι. Συνέσιος· Λακεδαιμόνιοι γὰρ μετὰ Θυραίαν, Ἀργεῖοι δὲ πρὸ Θυραίας ἐκόμησαν. | |
kappa59 | κηρυκεία ὁ διδόμενος μισθὸς τοῖς κήρυξιν ἐπὶ ταῖς γινο‐ μέναις πράξεσιν. Ἰσαῖος ἐν τῷ κατ’ Ἐλπαγόρου. | |
kappa60 | κατὰ ταῦτα ἀντὶ τοῦ ἐπ’ ἴσης. Κύπριος· καὶ πρὸς σὲ κατὰ ταῦτα διαλεξόμεθα. | |
kappa61 | κατὰ σημαίνει καὶ αἰτίαν. Κύπριος· κατὰ χρείαν μᾶλ‐ | |
λον ἢ φιλοτιμίαν προήκοντα. | 113 | |
kappa62 | κληροῦχοι ἐκαλοῦντο οὓς Ἀθηναῖοι ἔπεμπον ἐπὶ τὰς πόλεις ἃς ἐλάμβανον, κλήρους ἑκάστοις διανεμοῦντας. Ἰσοκράτης ἐν τῷ πανηγυρικῷ· ὑπὲρ ὧν προσήκει τοὺς εὖ φρονοῦντας μεγάλην χάριν ἔχειν μᾶλλον ἢ τὰς κληρουχίας ἡμῖν ἐρανίζειν, ἃς ἡμεῖς εἰς τὰς | |
5 | ἐρημουμένας τῶν πόλεων φυλακῆς ἕνεκα τῶν χωρίων, ἀλλ’ οὐ διὰ πλεονεξίαν ἐξεπέμπομεν. | |
kappa63 | κνίζει ἀντὶ τοῦ ἐρωτικῶς λυπεῖ. κνιζοῦται δὲ κύων ἀμε‐ ταβάτως. | |
kappa64 | κόπτει ἐπὶ ἄλλου πράγματος, κόπτεται δὲ ἀντὶ τοῦ θρη‐ νεῖ. καὶ κόπτεται τὸ στῆθος ἀντὶ τοῦ τύπτει. ὁμοίως καὶ κόπτεται τὴν κεφαλήν. Ἡρόδοτος· τὴν κεφαλήν μιν κόπτεσθαι μεγάλως βοῶντα. | |
kappa65 | κατατρέχει ἐπὶ ἐμψύχου γενικῇ, ἐπὶ ἀψύχου αἰτιατικῇ ὡς ἐπὶ τὸ πλεῖστον· εὕρηται δὲ καὶ γενικῇ. | |
kappa66 | κρύφα ἀντὶ τοῦ κρυφίως. Ἑρμογένης· πᾶν γὰρ πρᾶγμα ᾧ πρόσεστιν ἀδίκημα, κρύφα πράττεται πρὸς τῶν πονηρῶν. | |
kappa67 | καταλύειν καὶ ἀντὶ τοῦ κατασκηνοῦν. Λιβάνιος· παρὰ δὲ τοῖς ἐχθροῖς, ὦ Ἀλέξανδρε, καταλύειν ἔξεστι. | |
kappa68 | κανᾶ λέγονται καὶ τὰ σκεύη, ἔνθα τὰ κανᾶ τίθενται. Ἰώσηπος· τρία, φησί, κανᾶ φέρειν ἐπὶ τῆς κεφαλῆς ἔδοξα, δύο | |
μὲν ἄρτων πλέα, τὸ δὲ τρίτον ὄψου τε καὶ ποικίλων βρωμάτων. | 114 | |
kappa69 | κατὰ κράτος ἀντὶ τοῦ ἀνενδότως. θεολόγος· ὁ μὲν ἐζή‐ τει τὴν οἰκέτιν, ὁ δὲ εἴχετο κατὰ κράτος. | |
kappa70 | κρατεῖ ἀντὶ τοῦ κατέχει αἰτιατικῇ, ἀντὶ τοῦ ἄρχει ἀεὶ γε‐ νικῇ. ἀντὶ τοῦ νικᾷ καὶ τότε γενικῇ, ὅτε μερικὴν τὴν νίκην ὑπεμ‐ φαίνει, αἰτιατικῇ δέ, ὅτε καθόλου τε καὶ ὁλόκληρον. Ἀριστείδης· τέλος δὲ κρατήσας ἅπαντας εἰρήνην ποιεῖται. | |
kappa71 | καλινδούμενος ἀντὶ τοῦ κυλιόμενος. Ἰουλιανός· τοῖς περὶ τοὺς τάφους καλινδουμένοις γραϊδίοις ξυνεχωρήσαμεν. | |
kappa72 | κατάλυσις καὶ ὁ θάνατος. θεολόγος· τὴν ἐν βεβήλοις τόποις κατάλυσιν. | |
kappa73 | Κῶς νῆσος. ὁ ἀπὸ ταύτης ποιητικῶς Κώιος, κοινῶς Κῷος. | |
kappa74 | κρίνον λέγεται τὸ λευκόν· τὸ μέλαν ὑάκινθος. | |
kappa75 | Κρὴς ὁ ἀπὸ Κρήτης· τὸ θηλυκὸν Κρῆσσα, ὡς Θρᾲξ Θρῇσσα. | |
kappa76 | κευθμὼν ὁ βαθύτατος τόπος. ποιητικῶς δὲ κευθμός. | |
kappa77 | κατηγορῶ τὸ κατά τινος λέγω, γενικῇ· κατηγορῶ δὲ τὸ παριστῶ ἀεὶ αἰτιατικῇ. Συνέσιος· μῆκος ἐπιστολῆς ἀνοικειότητα κατηγορεῖ τοῦ διακομίζοντος. | |
kappa78 | κατὰ μόνας ἀντὶ τοῦ μεμονωμένως. Θουκυδίδης· ἀλλ’ | |
ὅπως κατὰ μόνας ἀδικῶ σοι. | 115 | |
kappa79 | κῆδος λέγεται ἡ ἐπιγαμβρία κατὰ Θουκυδίδην, κατὰ δὲ Δημοσθένην ἡ κηδεία. | |
kappa80 | κατὰ πρόθεσις συντασσομένη γενικῇ σημαίνει καὶ τὸ ὄπι‐ σθεν. Θουκυδίδης· καὶ ὅταν Ἀθηναῖοι ἐπὶ σφᾶς χωρῶσι, κατὰ νώτου βοηθοῦντας ἐν μέσῳ ποιεῖν αὐτῶν τοὺς πολεμίους. καὶ Ἡρό‐ δοτος· ἐπὰν δὲ ἀπὸ τοῦ νώτου στείχῃ ἐπὶ τὴν εὐνήν, κατὰ νώτου | |
5 | τε αὐτῆς γένῃ, σοὶ μελέτω τοὐντεῦθεν. | |
kappa81 | κελήτιον τὸ μικρὸν πλοιάριον. Θουκυδίδης· ἔδοξεν οὖν αὐτοῖς ἄνδρας ἐς κελήτιον ἐμβιβάσαντας. | |
kappa82 | κατὰ τὸ δυνατὸν ἀντὶ τοῦ ὡς δυνάμεθα. Θουκυδίδης· περιοψόμεθα κατὰ τὸ δυνατόν. | |
kappa83 | καθιέναι ἑαυτὸν εἰς ζήτησιν, καθιέναι ἑαυτὸν εἰς πρᾶξιν, εἰς ἔργον. | |
kappa84 | κρούω· προσκρούω σοι δέ, ἀνακρούομαι δὲ μέλος. | |
kappa85 | κινδυνεύω ἀντὶ τοῦ εἰς περίστασίν εἰμι. καὶ κινδυνεύω ἀντὶ τοῦ βιάζομαι, οἷον κινδυνεύω τἀληθῆ λέγειν. | |
kappa86 | κακῶ τὸ βλάπτω, ὅθεν καὶ κακωτικόν. κακύνω δὲ τὸ κα‐ κίαν ποιῶ. | |
kappa87 | κληρονομῶ ἐνίοτε γενικῆ. | 116 |
kappa88 | κατηγορῶ σου φόνον, καταδικάζω σου θάνατον, κατα‐ ψηφίζομαί σου ζημίαν. | |
kappa89 | κυλίειν ἐπὶ τὰ κάτω ἀπὸ τῶν ἄνω, ὠθεῖν δὲ ἀπὸ τῶν κάτω ἐπὶ τὰ ἄνω. | |
lambdat | Λ. | |
lambda1 | λῃστρὶς ἐπὶ θηλυκοῦ. τριήρεις λῃστρίδες προσέσχον. | |
lambda2 | λειπόνεως ὁ τῆς νηὸς ἀπολειφθείς. Λουκιανός· αἰτησά‐ μενος οὖν παρὰ τὸν Ἅιδην καὶ αὐτὸς λειπόνεως γενέσθαι ἀνελήλυθα εἰς τὸ φῶς. | |
lambda3 | λέπος τὸ σκέπασμα τῶν ἐρεικτῶν. Λουκιανός· ὁ δὲ ἁρπά‐ σας ποθὲν ἢ κυάμου λέπος ἢ πυροῦ ἡμίτομον θεῖ φέρων. | |
lambda4 | λογοποιὸς λέγεται ὁ ψευδῆ συντιθείς. Συνέσιος· ὡς οὐχ ἕτερος οὕτω τρόπος θεομισὴς ὡς ὁ λογοποιὸς ὁ τιτρώσκων ἐξ ἀφα‐ νοῦς. κατὰ τοῦτο λέγεται καὶ λογοποιὸς ὁ Αἴσωπος. | |
lambda5 | λίπα τὸ ἔλαιον, ὅπερ τοῖς ἀγῶσιν ἠλείφοντο. Θουκυδίδης· καὶ ἐς τὸ φανερὸν ἀποδύντες λίπα μετὰ τοῦ γυμνάζεσθαι ἠλείψαντο. | |
lambda6 | ληνοβάτης ὁ ἀμπελουργός. Ἱμέριος· ὁ γηπόνος τιμᾷ τοῖς | |
δράγμασιν, ὁ ληνοβάτης τοῖς βότρυσιν, ὁ θηρατὴς τῇ θήρᾳ. | 117 | |
lambda7 | Λίβανος ὄρος καὶ λίβανος δένδρον. λίβανον δὲ οὐδετέρως τὸ ἀπὸ τοῦ δένδρου εὐῶδες. καὶ λιβανωτὸν τὸ αὐτό. | |
lambda8 | λῆξις τὸ ἔγκλημα, καθ’ ὃν λόγον φαμὲν καὶ λαχεῖν δίκην. Ἰσαῖος ἐν τῇ πρὸς Βοιωτὸν ἐφέσει. | |
lambda9 | λαμβάνεται ἀντὶ τοῦ καθίκεται. Ἡρόδοτος· ὡς δὲ χαλε‐ πῶς ἐλαμβάνετο ἡ μήτηρ τοῦ περιόντος παιδός. | |
lambda10 | λόγου τυχεῖν ἀντὶ τοῦ ἐπαίνου Δημοσθένης ἐν τῷ κατὰ Κτησιφῶντος. | |
lambda11 | λοιπὸν ἀντὶ τοῦ ἀκολούθως ...... γυμνὸν δὲ ἡμῖν τὸ δένδρον ἔδειξε καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς σαλευόμενον λοιπόν. | |
lambda12 | λουτροφόρος καὶ λουτροφορεῖν. ἔθος ἦν τοῖς γαμοῦσι λουτρὰ μεταπέμπεσθαι ἑαυτοῖς κατὰ τὴν τοῦ γάμου ἡμέραν, ἔπεμ‐ πον δὲ ἐπὶ ταῦτα τὸν ἐγγύτατον τοῦ γένους παῖδα ἄρρενα. ἐλουτρο‐ | |
φόρουν δὲ καὶ τοῖς ἀγάμοις ἀποθανοῦσιν ἐπὶ τὸ μνῆμα ἐφιστάμενοι. | 118 | |
lambda13 | λουτρὰ τὰ ὕδατα, λουτρὸν τὸ οἴκημα, πολλάκις καὶ τὸ ὕδωρ. θεολόγος· λουτρὸν παλιγγενεσίας. | |
lambda14 | ληξίαρχοι· οὗτοι τοὺς ἐκκλησιάζοντας ἐξήταζον, καὶ ὁ εἰς ληξιαρχικὸν γραμματεῖον ἀπογραφεὶς ἤδη τὰ πατρῷα παρελάμβανε. λῆξις γὰρ ἡ πατρῴα καλεῖται κτῆσις καὶ ὕπαρξις. πάντες δὲ οἱ πολῖται ἐπὶ τούτοις ἀπεγράφοντο. | |
lambda15 | λειπομαρτυρίας δίκη ἡ κατὰ τῶν ὁμολογησάντων μὲν μαρτυρῆσαι, ἐν δὲ τῷ καιρῷ τὴν μαρτυρίαν ἐκλειπόντων. | |
lambda16 | λοιδορῶ καὶ λοιδοροῦμαι ποτὲ μὲν δοτικῇ, ποτὲ δὲ αἰτιατικῇ. | |
lambda17 | λόγος ἡ φροντὶς καὶ ἕτερα καὶ ἡ πρόφασις. Πολύβιος· λόγῳ μὲν ὑδρείας καὶ ἐπισιτισμοῦ, ἔργῳ δ’ ἐπιβουλῆς καὶ πράξεως ἐπὶ τὴν πόλιν. | |
lambda18 | λοχεῦσαι ἀντὶ τοῦ γεννῆσαι. Χρυσόστομος· οὐχ ὥστε λοχεῦσαι τικτούσας. | |
lambda19 | λαρὸν ἅπαν τὸ σὺν ἡδονῇ πινόμενον. καὶ λαρὸν τὸ ἁπα‐ λόν. Ἡσίοδος· οὐκέτι δὴ βαίνουσι λαροῖς ποσί. | |
lambda20 | λογίζομαι τὸ ὑπολαμβάνω. καὶ λογίζομαι τὸ λογαριάζω. | |
Ἀριστοφάνης· τρεῖς μνᾶς ἀναλώσας λογίσασθαι δώδεκα. | 119 | |
lambda21 | λουόμενος τῆς ἡμέρας πολλάκις ἀντὶ τοῦ καθ’ ἡμέ‐ ραν πολλάκις. | |
lambda22 | λαμπροὶ οἱ φαιδροὶ καὶ πρόδηλοι. καὶ λαμπροὶ οἱ λαμ‐ πτῆρες. Ἰουλιανός· κομίσαι δὲ ἔνδον ἐκέλευσα καὶ λαμπροὺς ἀπο‐ θέσθαι φανερῶς κεκαυμένους. | |
lambda23 | λακωνίζει ἀντὶ τοῦ τὰ Λακώνων φρονεῖ ...... οἱ μὲν ἠττικίκασιν, οἱ δὲ λελακωνίκασι. λέγεται καὶ λακωνίζειν τὸ παιδικοῖς χρῆσθαι. | |
lambda24 | λογάδην ἀντὶ τοῦ ἐπιλέκτως. Θουκυδίδης· λογάδην φέ‐ ροντες τοὺς λίθους ξυνετίθεσαν. | |
lambda25 | λοιπὸν τὸ ἐπίλοιπον. καὶ ἀντὶ τοῦ διὰ τοῦτο. καὶ ἀντὶ τοῦ ἀπὸ τοῦ νῦν. Λιβάνιος· ἀλλὰ μέχρι τίνος ἑστιᾶταί σου τῆς ὀργῆς; | |
οὐ χαλάσει λοιπὸν τὴν ὁρμήν; οὐ παύσεται ταῖς ναυσὶ γειτνιῶν; | 120 | |
mut | Μ. | |
mu1 | μάλης τῆς ἀγκάλης μετὰ προθέσεως ἀεὶ ἑνικῶς λεγόμενον. Δημοσθένης· οὐδ’ ὑπὸ μάλης ἡ πρόκλησις γέγονε. πληθυντικῶς γὰρ μασχάλαι καὶ μασχάλας γράφεται. | |
mu2 | μεθ’ ἡμέραν ἀντὶ τοῦ κατὰ τὴν ἡμέραν. Μάξιμος· ἐκεῖ‐ νος καὶ μεθ’ ἡμέραν τὸν ἐρώμενον περιέπει καὶ ἀγάλλεται τῷ ἔρωτι. | |
mu3 | μάστιξ καὶ τὸ ὄργανον. Ἡρόδοτος· μάστιγάς τε καὶ κέντρα ἐκέλευσε παραφέρειν. μάστιξ καὶ ἡ πληγή. | |
mu4 | μεταλαβεῖν ἀντὶ τοῦ μεταχεῖν γενικῇ. καὶ μεταλαβεῖν ἀντὶ τοῦ ὕστερον λαβεῖν αἰτιατικῇ. Ἡρόδοτος· πάντων τῶν ἐπί‐ πλων καὶ ἀνδραπόδων τὰ ἡμίσεα μεταλαβεῖν τῶν ἐν τῇ πόλει. | |
mu5 | μόσχιον. Λιβάνιος· ἀλλὰ καὶ τὸ μόσχιον εἴ ποτε ἐσκίρτησε, κατέαξα λίθοις αὐτοῦ τῶν ποδῶν. | |
mu6 | μαστιγίας ὁ εἰθισμένος μάστιξι. Χρυσόστομος· καθά‐ | |
περ γὰρ μαστιγίαι τινὲς καὶ οἰκέται ἀγνώμονες. | 121 | |
mu7 | μὴ ὅτι ἀντὶ τοῦ μὴ μόνον. θεολόγος· μὴ ὅτι τοῖς δι’ ἀγά‐ πην τι πεποιηκόσιν. | |
mu8 | μετιόντα καὶ ἀνιχνεύοντα. Συνέσιος· μετιόντα καὶ θηρώ‐ μενον τὴν ἀλήθειαν. | |
mu9 | μύκημα καὶ μυκηθμὸς ἐπὶ προβάτων· μηκᾶσθαι καὶ μηκασμὸς ἐπὶ αἰγῶν. | |
mu10 | μαθητιῶ τὸ μαθητὴς γενέσθαι ἐπιθυμῶ· μαθητεύω δὲ τὸ μαθητής εἰμι. | |
mu11 | μειδιῶ· προσμειδιῶ δὲ δοτικῇ. | |
mu12 | μετίωμεν ἀντὶ τοῦ ἀνιχνεύσωμεν. Μάξιμος· ἀλλὰ τὸν Διογένην μὲν ἐῶμεν, μετίωμεν δὲ τοὺς νομοθέτας. | |
mu13 | μηδέτεροι πληθυντικῶς. Ἀριστείδης· μηδέτεροι πλεῖον ἰσχύοντες ἢ κοινῇ συμφέρειν. | |
mu14 | μονώτης ὁ μόνωσιν ἔχων βίου. Μάξιμος· ἀλλὰ βιούτω βίον ἀνδρὸς ἐν ἐρημίᾳ γεννηθέντος, μονώτην βίον, οὐ γελαστικόν. | |
mu15 | μεθημερινὴ ἡ κατὰ τὴν ἡμέραν. ὁ μέγας Βασίλειος· καὶ ὅλως τῆς μεθημερινῆς ἀφροσύνης οὐδὲ ἐν ταῖς καθ’ ὕπνον φαν‐ τασίαις ἀφίστανται. | |
mu16 | μείζονα πάντων οὐ χρὴ λέγειν κατὰ τὸ ἀκριβές, ἀλλὰ | |
μέγιστον πάντων. | 122 | |
mu17 | μάργος ὁ μαινόμενος, ἢ ὁ ἕτοιμος εἰς θυμόν. Ἡρόδοτος· τῷ τυράννῳ ἦν ἀδελφεὸς ὑπομαργότερος. | |
mu18 | μετέχω καὶ συμμετέχω σοι τοῦ πάθους, καὶ τὸ ἶσον πά‐ θος ἀττικῶς. | |
mu19 | μέθυσος ἐπὶ ἀρσενικοῦ καὶ ἐπὶ θηλυκοῦ. Λιβάνιος· οὐκ ἔστιν ἡ γυνή μου μέθυσος. καὶ μεθύση ἀττικῶς· παρὰ τούτῳ γραῦν μεθύσην. | |
mu20 | μεθύει ἀμεταβάτως. καὶ μεθύει μεταβατικῶς. Ἱμέριος· οἵας τὰς Λυδὰς ποιοῦσι ζωγράφοι κατὰ πινάκων τέχνῃ μεθύσαντες. | |
mu21 | μὰ ἀπωμοτικὸν ὂν μετὰ τοῦ ναὶ κατωμοτικὸν γίνεται. Ὅμηρος· ναὶ μὰ τόδε σκῆπτρον. καὶ Συνέσιος· ναὶ μὰ τὸν φίλιον τὸν ἐμόν τε καὶ σόν. | |
mu22 | μέλει μοι τοῦ πράγματος, καὶ μέλει μοι τὸ πρᾶγμα ἀττικῶς. | |
mu23 | μέμφομαι συντάσσεται καὶ αἰτιατικῇ. Εὐριπίδης· τὸ μέντοι θῆλυ μέμφομαι γένος. | |
mu24 | μετῆλθεν ἀντὶ τοῦ ἐκόλασεν. Εὐριπίδης· ὡς ταχὺ μετῆλθόν ς’ αἷμα μητρὸς θεαί. καὶ μετῆλθεν ἀντὶ τοῦ μετέπεσεν. Ἀφθόνιος· τὸ ῥόδον τὴν ἀρχὴν λευκὸν γεγονὸς εἰς ὃν νῦν ὁρᾶτε μετῆλθε. | 123 |
mu25 | μεσεγγύημα τὸ ὁμολογηθὲν ἀργύριον παρ’ ἀνδρὶ μέσῳ γινομένῳ ἐγγυητῇ τῆς ἀποδόσεως. καὶ μεσεγγυήσασθαι τὸ ποιῆσαι τοῦτο λέγεται. Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | |
mu26 | μηρύομαι τὸ τὸ σχοινίον συνάγω. | |
mu27 | μαλακὸν ἐπὶ βλέμματος λεγόμενον εἰς ἔπαινον λαμβάνε‐ ται. Ἀριστοφάνης· τὸ βλέμμα θ’ ὡς ἔχει μαλακὸν καὶ καλόν. | |
mu28 | μάττω ἐπὶ ζύμης καὶ μάττομαι. ἀναμάττομαι δὲ τὸ ἀνα‐ λαμβάνω. | |
mu29 | μετοιωνίσασθαι ἀντὶ τοῦ μεταθέσθαι τὸν φαῦλον οἰωνόν. | |
mu30 | μετέρχεται τὸ βιβλίον, καὶ μετέρχεται ἀντὶ τοῦ κολάζει. Ἀφθόνιος· καὶ τὰ μὲν ἁμαρτήματα τῶν παίδων μετέρχονται. | |
mu31 | μικροῦ γράφεται ἐπὶ ἐπιρρήματος. Λιβάνιος· καὶ μι‐ κροῦ τὸ σῶμα λαβὼν ἐκόμισεν οἴκαδε. | |
mu32 | μεταδίδωμι ἀπὸ δοτικῆς εἰς γενικήν· ἀττικῶς ἀπὸ δοτι‐ | |
κῆς εἰς αἰτιατικήν. Ἰουλιανός· μετέδωκε γάρ μοι πρὸς Καππαδο‐ κίαν ὄντι πρὸς μεταγραφήν τινα. καὶ Ἡρόδοτος· μεταδιδοὺς πέντε τάλαντα, ὡς παρὰ ἑωυτοῦ δῆθεν διδούς. | 124 | |
mu33 | μέχρι τούτου ἀττικῶς μέχρι εἰς τοῦτο. Ἱμέριος· Θύμ‐ βρις δὲ ἄνωθεν ἐξ Ἰταλίας πολὺς φερόμενος, μέχρι πρὸς τὴν πόλιν πελαγίζει. | |
mu34 | μετέβαλλεν ἕτερον. καὶ μετέβαλλεν ἀντὶ τοῦ μετεβλήθη. Συνέσιος· καὶ μετέβαλλεν ἡ γλυκύτης τοῦ βίου. | |
mu35 | μικροῦ δεῖν ἀντὶ τοῦ σχεδόν. Ἀριστείδης· ἀντεῖχον μι‐ κροῦ δεῖν ἅπασιν ἀνθρώποις. | |
mu36 | μιμνήσκομαι καὶ ἀναμιμνήσκομαι γενικῇ, ἐνίοτε δὲ καὶ αἰτιατικῇ. | |
mu37 | μετανοῶ σοι γράφεται καὶ μετανοῶ ἐπὶ τοῖς πεπραγμένοις. | |
mu38 | μάτην ἄλλως ὁμοῦ τίθενται. Δίων· ὅτι μάτην ἄλλως οὐδὲ περὶ ἄχρηστα πλανωμένων. | |
mu39 | μύλη τὸ κάτω τοῦ μύλου, μύλος τὸ ἄνω. μυλὼν δὲ μυλῶ‐ νος τὸ ἐργαστήριον. | |
mu40 | μαστὸς ἐπὶ γυναικός, μαζὸς ἐπὶ ἀνδρός, πολλάκις καὶ ἐπὶ θηλείας. Ὀππιανός· καὶ γὰρ τί μαζοί τε καὶ ἐν μαζοῖσι γά‐ λακτος εἰσὶ ῥοαί. | |
mu41 | μαρτύριον ἐπὶ οὐδετέρου. Θουκυδίδης· ὡς ἂν μάλιστα | |
μετὰ ἀειμνήστου μαρτυρίου. | 125 | |
nut | Ν. | |
nu1 | νήσαντες ἀντὶ τοῦ κλώσαντες. καὶ νήσαντες ἀντὶ τοῦ συνάξαντες ὕλην τροφὴν πυρός. Μάξιμος· ἐπειδὰν δὲ αὐτοῖς δέῃ τῆς κατὰ μέθην ἡδονῆς, νήσαντες πυρὰν θυμιώδεις εὐώδεις βοτά‐ νας, περικαθίσαντες ἐν κύκλῳ τῇ πυρᾷ ὥσπερ κρατῆρι, εὐωχοῦνται | |
5 | τῆς ὀσμῆς. | |
nu2 | νεαλὴς ὁ νεωστὶ ἑαλωκώς. Δημοσθένης ἐν τῷ κατ’ Ἀρι‐ στογείτονος. λέγεται δὲ οὕτως κατὰ μεταφορὰν τῶν ἰχθύων. | |
nu3 | νοσῶ ἀμεταβάτως, καὶ νοσῶ μεταβατικῶς τῷ σώματι καὶ τὸ σῶμα. | |
nu4 | νῦν μὲν νῦν δὲ ἀντὶ τοῦ ποτὲ ἐκλαμβάνεται. Συνέσιος· νῦν μὲν εἰς σπουδήν, νῦν δὲ εἰς ἡδονὴν ἀποκλίναντος. | |
nu5 | νύμφη κατὰ τοὺς παλαιοὺς ἐπὶ τῆς νέας συνοίκου λέγεται. Εὐριπίδης· νύμφας τ’ ἔθηκεν ὀρφανὰς ξυναόρων. | |
nu6 | ναυάγιον οὐδετέρως τὸ ἀπὸ τοῦ κλύδωνος ἀνασωθὲν ἢ τῷ κλύδωνι περιφερόμενον, οἷον ξύλον τῆς νηὸς ἢ ἱστία ἢ ἄλλο τι. Λυ‐ σίας· καὶ πολλῶν μὲν συμπιπτόντων καὶ πολεμίων ναυαγίων. καὶ | |
Σοφοκλῆς· πᾶν δ’ ἐπίμπλατο ναυαγίων Κρισαῖον ἱππικὸν πέ‐ | 126 | |
5 | δον. καὶ Θουκυδίδης· διὰ τῶν νεκρῶν καὶ τῶν ναυαγίων προσκο‐ μισθεῖσαι κατέπλεον ἐς τὸ στρατόπεδον. ναυαγία δὲ θηλυκῶς ὁ κλύδων. Συνέσιος· καὶ οὐδὲν ἀξιοῖ παρὰ τῆς ναυαγίας ὠφελεῖσθαι. ἀττικῶς δὲ λέγεται ναυάγιον καὶ ὁ κλύδων. θεολόγος· ἕως ἐξ οὐρίας πλεῖς, φοβήθητι τὸ ναυάγιον. | |
nu7 | νέμεται οὐκ ἐπὶ πυρὸς μόνον λέγεται, ἀλλὰ καὶ ἐπὶ βοσκη‐ μάτων καὶ ἐπ’ ἀνθρώπων. Μάξιμος· ἐνέμετο τὴν πᾶσαν γῆν ὡς οἶκον ἕνα μόνος. καὶ νέμεται ἀντὶ τοῦ δίδοται. Ἡρόδοτος· τὸ μὲν ἀπ’ ἡμέων οὕτως ἀκίβδηλον νέμεται τοὺς Ἕλληνας. | |
nu8 | νυκτὸς καὶ τῆς νυκτὸς μετὰ ἄρθρου, καὶ ἡμέρας καὶ τῆς ἡμέρας, πρωίας καὶ τῆς πρωίας ἐλλειπτικῶς ἔχουσι τὴν σύνταξιν, ἤγουν κατὰ τὸν καιρὸν τῆς νυκτὸς καὶ κατὰ τὸν καιρὸν τῆς ἡμέ‐ ρας καὶ κατὰ τὸν καιρὸν τῆς πρωίας καὶ τὰ ὅμοια. | |
nu9 | νέον τὸ λυπηρόν, ὡς Εὐριπίδης. καὶ Ἡρόδοτος· πυνθά‐ νομαι, Ἱστιαῖε, ἐπίτροπον τὸν σόν, τῷ σὺ Μίλητον ἐπέτρεψας, νεώ‐ τερα ἐς ἐμὲ πεποιηκέναι πρήγματα. | |
nu10 | νομίζοντες ἀντὶ τοῦ νόμον ἔχοντες. Ἡρόδοτος· γυναῖ‐ | |
κας δὲ νομίζοντες πολλὰς ἔχειν ἕκαστος. | 127 | |
nu11 | νῦν δὲ ἐν τῇ φράσει ἀντὶ τοῦ ἀλλὰ λαμβάνεται. Χρυσό‐ στομος· ὅταν γὰρ ὁ βάρβαρος καὶ ἀμαθὴς τοιαῦτα φθέγγηται, ἃ μηδεὶς τῶν ἐπὶ γῆς ἀνθρώπων συνεῖδέ ποτε, καὶ μὴ φθέγγηται μό‐ νον, καίτοι καὶ εἰ τοῦτο μόνον ἦν, μέγα θαῦμα ἦν, νῦν δὲ πρὸς τού‐ | |
5 | τῳ καὶ ἕτερον παρέχει τεκμήριον τοῦ θεόπνευστα εἶναι τὰ λεγόμενα, τὸ τοὺς ἀκούοντας πείθειν ἅπαντας διὰ χρόνου παντός. | |
nu12 | νομίζεται παθητικῶς ἀντὶ τοῦ ὑπολαμβάνεται, καὶ ἀντὶ τοῦ νόμιμόν ἐστι. Συνέσιος· οὐ γὰρ οἶμαι νομίζεται νυμφευτρίαις βαδίζειν ἐπ’ ἐκφοράν. καὶ νομίζω ἐνεργητικῶς τὸ ὑπολαμβάνω, καὶ τὸ νομίμως πολιτεύομαι. Ἀριστείδης· οὐδὲ γὰρ εἰ Βυζάντιοι σι‐ | |
5 | δήρῳ νομίζουσι, τούτου χάριν εἰσὶ δίκαιοι τῶν Ἑλλήνων καταγελᾶν. καὶ Ἱμέριος· τί δὲ Σκύθαις μουσικῆς ὄφελος σιδήρῳ τὰ πάντα νομίζουσι; | |
nu13 | νομίσας ἀντὶ τοῦ ὑπολαβών. καὶ ἀντὶ τοῦ ὑποληφθείς. καὶ ἀντὶ τοῦ νόμον θέμενος. Θουκυδίδης· ἐπιψήφιζε καὶ γνώμας προτίθει αὖθις Ἀθηναίοις νομίσας, εἰ ὀρρωδεῖς τοῦ ἀναψηφίσαι. | |
nu14 | νεώτατα ἀντὶ τοῦ νεωστί. Θουκυδίδης· ὅσαι μὲν νεώ‐ τατα ᾠκίσθησαν. | |
nu15 | νυκτῶν μέσων ἀντὶ τοῦ νυκτὸς μέσης. | |
nu16 | νιπτὴρ ἔνθα νίπτονται· πλυνὸς ἔνθα τινὰ πλύνονται. | 128 |
nu17 | νόμος τὸ ἔθος. Ἀριστείδης· νόμος ἔστι τοῖς Ἕλλησι πα‐ λαιός. καὶ νόμος ὁ γραπτός, ὃς καὶ περιγράφεται οὕτως· νόμος ἐστὶ λόγος ἄκρος, ἔμφυτος τῇ φύσει, τὰ πρακτέα προτρέπων, ἀποτρέπων δὲ τὰ μὴ τοιαῦτα. | |
xit | Ξ. | |
xi1 | ξυραῖος ὁ ἐξυρημένος. Συνέσιος· εἰ τοίνυν ὁ ξυραῖος χει‐ ροποίητός ἐστιν εὐσεβής, ὁ φύσει φαλακρὸς αὐτοφυὴς ᾠκείωται τῷ θεῷ. | |
xi2 | ξυμβαλεῖν ἀντὶ τοῦ νοῆσαι. καὶ ξυμβαλεῖν ἀντὶ τοῦ κοινώ‐ σασθαι. Εὐριπίδης· ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς ἔχω ξυμβαλεῖν πρὸς αὐτὸν βουλεύματα. καὶ ξυμβαλεῖν ἀντὶ τοῦ ἁρμόσαι. | |
xi3 | ξένειν ἐπὶ ἐρίων καὶ σαρκός, ξέειν καὶ ξύειν ἐπὶ ξύλων. | |
xi4 | ξυνάρασθαι τῷ δεῖνι κατὰ τὸν κίνδυνον. καὶ ξυνάρασθαι τὸν κίνδυνον, αἰτιατικῇ μόνῃ. Θουκυδίδης· μετὰ Ἑλλήνων τῶν ἐθελησάντων ξυνάρασθαι τὸν κίνδυνον τῆς μάχης, ἣ παρ’ ἡμῖν ἐγένετο. | |
xi5 | ξενίζειν τὸ ξένῃ διαλέκτῳ χρῆσθαι, καὶ τὸ ξένους δέχεσθαι, καὶ τὸ ἐκπλήττειν. | |
xi6 | ξένος καὶ ὁ δεχόμενος τὸν ξένον καὶ ὁ ἀπὸ ξένης ἥκων. | 129 |
xi7 | ξυλλαβεῖν ἀντὶ τοῦ ἐχθρωδῶς κρατῆσαι αἰτιατικῇ. ξυλλα‐ βεῖν δὲ ἀντὶ τοῦ συμμαχῆσαι δοτικῇ. Ἰσοκράτης· ἐρῶ δὲ τὴν τύ‐ χην ἡμῖν ξυλλαμβάνουσαν. | |
xi8 | ξυρεῖν καὶ ξυρᾶν οἱ Ἀττικοὶ ἐπὶ πρώτης καὶ δευτέρας λέγουσι. | |
xi9 | ξύλωσις τὰ τῶν οἰκημάτων ξύλα. Θουκυδίδης· καὶ αὐ‐ τῶν τῶν οἰκιῶν καθαιροῦντες τὴν ξύλωσιν. | |
omicront | Ο. | |
omicron1 | οἴμοι παρὰ ἀριστοφάνει ἐπὶ ἡδονῆς· οἴμ’ ὡς ἥδομαι, πεντα‐ τάλαντός μοι δίκη διαγέγραπται. οὕτω καὶ τὸ ὤμοι· ὤμοι σοφίας τῆς ἐμῆς. καὶ τὸ παπαὶ παρὰ Λουκιανῷ· παπαὶ τῶν ἐπαίνων Ὁμήρου καὶ τῶν ὀνομάτων. | |
omicron2 | ὀβολοστάται οἱ δανεισταὶ παρ’ Ἀριστοφάνει. καὶ ὀβο‐ λοστατεῖν τὸ δανείζειν παρὰ Λυσίᾳ. | |
omicron3 | ὁμόφωνα τὰ ὁμόγνωμα. καὶ ὁμόφωνα τὰ ὁμόγλωσσα. Ἱμέ‐ ριος· ἦν ἄρα τότε ὁμόφωνα καὶ τὰ θηρία τοῖς ἀνθρώποις. | |
omicron4 | ὀργῶ ἀντὶ τοῦ ἐπιθυμητικῶς κεκίνημαι. Ἡρόδοτος· ὁ γὰρ | |
σὸς υἱὸς ὀργῶσαν ἔχει τὴν ψυχὴν πρὸς τὰ μαθήματα. | 130 | |
omicron5 | ὀξύχειρ ὁ μανικός. Λυσίας· νῦν δὲ ὀξύχειρ λίαν ἐστὶ καὶ πάροινος. | |
omicron6 | ὅτῳ καὶ ὅτου εὕρηνται καὶ ἐπὶ θηλυκοῦ. Σοφοκλῆς· ὅτου νυμφῶν Ἑλικωνιάδων. γράφει δὲ Σοφοκλῆς καὶ ὅτων ἐπὶ θηλυκοῦ. | |
omicron7 | ὄψις ὁ ὀφθαλμός. Σοφοκλῆς· τίς σε δαιμόνων ἐπῆρε σὰς ὄψεις μαρᾶναι; καὶ ὄψις τὸ βλεπόμενον ὑπὸ τῆς ὄψεως. Εὐριπί‐ δης· Πυλάδην δρόμῳ στείχοντα Φωκέων ἄπο ἡδεῖαν ὄψιν ὁρῶ. καὶ ὄψις ἡ ἀπάτη. θεολόγος· εὐσεβείας τι πλάσμα καὶ ὄψιν ἡμῖν | |
5 | περιχρώσαντες. ὄψις καὶ τὸ ἐνύπνιον. Εὐριπίδης· εἶδον γὰρ φοβε‐ ρὰν ὄψιν ἔμαθον ἐδάην. | |
omicron8 | οὖσα ἡ ὑπάρχουσα· τὸ ἐναντίον μὴ οὖσα. οὖσα ἡ ἐπιδη‐ μοῦσα· τὸ ἐναντίον ἀποῦσα. Σοφοκλῆς· κἀγὼ βαρυνθεὶς τὴν μὲν οὖσαν ἡμέραν μόλις κατέσχον. καὶ θεολόγος· τῇ μὲν ὑγίειαν ἢ | |
εὐεξίαν σαρκὸς ἢ οὖσαν φυλάξαι ἢ ἀπελθοῦσαν ἀνακαλέσασθαι. | 131 | |
omicron9 | ὀξυθύμια τὰ ξύλα ἀφ’ ὧν ἀπάγχονταί τινες παρ’ Ὑπε‐ ρίδῃ ἀπὸ τοῦ ὀξέως τῷ θυμῷ χρῆσθαι. καὶ ὀξυθύμια τὰ καθάρ‐ ματα καὶ ἀπολύματα. | |
omicron10 | ὀργεῶνες παρ’ Ἰσαίῳ οἱ ἐπὶ τιμῇ θεῶν ἢ ἡρώων συνιόν‐ τες. ὀργιάζειν γὰρ τὸ θύειν ἐστὶν ἢ τὸ τὰ νομιζόμενα ὁρᾶν, ἢ ἀπὸ τοῦ ὀρέγειν τὰς χεῖρας ἢ ἀπὸ τοῦ τὸ ὄργιον. | |
omicron11 | ὄζει ἀμετάβατον. καὶ ὄζει μεταβατικῶς μύρων. | |
omicron12 | οἰδῶ τὸ ἐξογκοῦμαι. καὶ ἐξῳδηκὼς τὸν πόδα. | |
omicron13 | ὁμολογία καὶ ἡ συμφωνία. Θουκυδίδης· καὶ ἀπόβασιν ποιησάμενοι ἐς τὴν Κρανίων γῆν, ἀπατηθέντες ὑπ’ αὐτῶν ἐξ ὁμολο‐ γίας τινός, ἄνδρας τε ἀποβάλλουσιν. | |
omicron14 | ὀφθαλμία κυρίως ἡ σύγχυσις τῶν ὀφθαλμῶν. Συνέσιος· δεινῇ καὶ πέρα δεινῆς ὀφθαλμίᾳ παλαίεις. καταχρηστικῶς ἡ τύ‐ φλωσις. Ἀριστοφάνης· οἶμαι δὲ οἶμαι, σὺν θεῷ δὲ εἰρῆσθαι, ταύ‐ της ἀπαλλάξειν σε τῆς ὀφθαλμίας. | |
omicron15 | ὁμόσε ἀντὶ τοῦ ἀσχέτως. Συνέσιος· ἔγνωκεν ὁμόσε ἰτέον εἶναι τοῖς ἀποθνήσκουσι. καὶ Εὐριπίδης· ξυνετῶς χωρεῖν ὁμόσε τοῖς λόγοις θέλει. | 132 |
omicron16 | ὄκνος ἡ ῥᾳθυμία καὶ ὁ φόβος. | |
omicron17 | ὄλυμπος ποιητικῶς ὁ οὐρανός. Ὀλύμπια ὁ ἀγών. καὶ Ὀλυμπία ἐπὶ θηλυκοῦ. Λουκιανός· ἀλλ’ οὐδ’ ἐθεώρησα ἐγώ ποτε εἰς Ὀλυμπίαν. | |
omicron18 | ὁμοῖον οἱ Ἀττικοὶ γράφουσιν. | |
omicron19 | ὅσον οὐκ ἤδη ἀντὶ τοῦ συντόμως. Εὐριπίδης· ἥξει δ’ Ὀδυσσεὺς ὅσον οὐκ ἤδη. καὶ μικρὸν ὅσον ἀντὶ τοῦ ὀλίγον λίαν. Θεόκριτος· μικρὸν ὅσον ἄπωθεν ἁλιτρύτοιο γέροντος. | |
omicron20 | οἰωνίζομαι ἀντὶ τοῦ δι’ οἰωνῶν μαντεύομαι. καὶ οἰωνίζο‐ μαι τόδε τὸ πρᾶγμα μεταβατικῶς ἀντὶ τοῦ ἁπλῶς στοχάζομαι καὶ μαντεύομαι. | |
omicron21 | ὁρμεῖ ἡ ναῦς· ὁρμίζει δὲ τὴν ναῦν. | |
omicron22 | ὄπισθεν γράφεται καὶ ἐπὶ μέλλοντος. Ἡρόδοτος· αὐτός τε οὕτω τυγχάνω ἐπιστάμενος καὶ ἐν τοῖς ὄπισθεν λόγοισιν ἀποδέξω. | |
omicron23 | ὁμᾷ ἄνθρωπος ἀντὶ τοῦ κεκίνηται ἀμετάβατον. καὶ ὁρμᾷ μεταβατικὸν ἀντὶ τοῦ κινεῖ. Ἡρόδοτος· ὡς δὲ τὸ στράτευμα τὸ | |
Περσικὸν ὥρμα βασιλεύς. | 133 | |
omicron24 | ὅτε ἀντὶ τοῦ ἐπειδή. Δημοσθένης· ἀντὶ πολλῶν ἄν, ὦ Ἀθηναῖοι, χρημάτων ὑμᾶς ἑλέσθαι νομίζω, εἰ φανερὸν γένοιτο τὸ μέλλον συνοίσειν τῇ πόλει περὶ ὧν νυνὶ σκοπεῖτε· ὅτε τοίνυν τοῦθ’ οὕτως ἔχει, προσήκει προθύμως ἐθέλειν ἀκούειν τῶν βουλομένων | |
5 | συμβουλεύειν. | |
omicron25 | ὀνειδίζω σε καὶ ὀνειδίζω σοι τόδε τὸ πρᾶγμα. | |
omicron26 | ὄμνυμι τὸν θεὸν καὶ εἰς τὸν θεόν. | |
omicron27 | ὀχλῶ καὶ ἐνοχλῶ ἐνίοτε μὲν δοτικῇ, ἐνίοτε δὲ αἰτιατικῇ. | |
omicron28 | οἶδα παρεωραμένος. Συνέσιος· νυνὶ δὲ οἶδα ὑφ’ ἁπάν‐ των ὑμῶν παρεωραμένος. | |
omicron29 | ὅπως ἀντὶ τοῦ ὅτε. Ἡρόδοτος· ὅπως μὲν εἴη ἐν τῇ γῇ καρπὸς ἁδρός, τηνικαῦτα ἐσέβαλλε τὴν στρατιήν. | |
omicron30 | ὀρφανὸς λέγεται καὶ πατὴρ ἐπὶ παιδί. Εὐριπίδης· ἢ γάρ σε λιταὶ διακωλύσουσιν ὀρφανὰν εἶναι παιδός. καὶ γυνὴ ἐπ’ ἀνδρί. Εὐριπίδης· νύμφας τ’ ἔθηκεν ὀρφανὰς ξυναόρων. καὶ οἶκος ἐπὶ δεσπότῃ. Εὐριπίδης· θανὼν γὰρ οἶκον ὀρφανὸν λείψω πατρός. | |
5 | ἐπεκράτησε δὲ λέγεσθαι ὀρφανὸν ἐπὶ πατράσιν. | |
omicron31 | ὅπου ἀντὶ τοῦ ἐπειδή. Εὐριπίδης· ἐγώ τοι πρὸς σὲ δει‐ | |
μαίνω λέγειν, ὅπου γε μέλλω σήν τε λυπήσειν φρένα. καὶ Χρυσό‐ στομος· καὶ τὰ ἄλλα πάντα τὰ ἀνθρώπινα ὑπέμεινεν, ὅπου γε καὶ σταυρὸν κατεδέξατο. | 134 | |
omicron32 | ὀνειροπολῶ τὸ ἐνυπνιάζομαι. Ἀριστοφάνης· ὀνειροπο‐ λεῖ θ’ ἵππους. καὶ Λιβάνιος· ὀνειροπολήσας τὴν δωρεὰν ἀνηγέρθη. | |
omicron33 | ὀνειρώττω τὸ ἀμυδρῶς νοῶ. Μάξιμος· μόγις πως ὀνει‐ ρώττει τὰ ὄντα. πολλάκις δὲ καὶ ἀντὶ τοῦ ἐνυπνιάζεται. Μάξιμος· καὶ μένει βουκολῶν καὶ τὴν Ἑλένην οὐκ ὀνειρώττει. | |
omicron34 | ὁμοῦ ἐπὶ τόπου καὶ ἐπὶ χρόνου. Κύπριος· ὁμοῦ τῷ φα‐ νῆναι παρέχων ἀνάρρωσιν. | |
omicron35 | ὀπωρίζειν ἀντὶ τοῦ ὀπώρας συνάγειν. καὶ ὀπωριᾶν ἐπὶ μέλλοντος. Ἡρόδοτος· ὀπωριεῦντες τοὺς φοίνικας φοιτῶσιν. | |
omicron36 | ὄναρ γράφεται καὶ ὄνειρος καὶ ὄνειρον ἐπὶ οὐδετέρου. Ἡρόδοτος· φοιτῶν ὄνειρον φαντάζεταί μοι οὐδαμῶς συνεπαινέον μετὰ ταῦτα ποιέειν. | |
omicron37 | ὅμως ἐναντιωματικὸς ὢν σύνδεσμος λέγεται ἐπὶ πράγματι, ᾧπέρ τις ἐνδώσει πρῶτον, εἶτα ἐναντιωθῇ. εὕρηται δὲ καὶ ἀντὶ τοῦ ἀλλά. Κύπριος· ἀλλ’ ἐῶ τὴν γῆν, ἣ τοσοῦτον παρέχειν ἐφρόντισεν, ὅσον εἰ μηδὲ τὴν ἀρχὴν διδόναι προσέταττε βασιλεύς, ὅμως σίτου | |
5 | καὶ κριθῆς ἡμᾶς δωρεῖται ὡσεὶ χιλίοις τοῖς πᾶσι μοδίοις ὁ βασιλεύς. | 135 |
omicron38 | οὐ διοίσομαι ἀντὶ τοῦ διαμαχοῦμαι. Ἱμέριος· δόγμα καὶ δόξαν εἴ τῳ φίλον καλεῖν τὸν πίνακα, οὐ διοίσομαι. | |
omicron39 | οὐσία ὁ ὀλίγος πλοῦτος καὶ ὁ πολύς. Λιβάνιος· αἱ τοῦ θειοτάτου βασιλέως πρὸς σὲ καταλλαγαὶ σοὶ μὲν ἀποδεδώκασι τὴν οὐσίαν, ἅπαντας δὲ ἀνθρώπους εὔφραναν. περιουσία δὲ ἀεί ποτε ὁ πολὺς πλοῦτος. | |
omicron40 | ὅσον τάχιστα ἀντὶ τοῦ συντόμως. Σοφοκλῆς· ῥῖψόν με γῆς ἐκ τῆσδε ὅσον τάχιστα. | |
omicron41 | οὔπω ποτὲ μὲν λεγόμενον, τὸ παρὸν ἀπαγορεῦον, τὸ μέλλον ὑπισχνεῖται. Εὐριπίδης· οὔπω δέδωκας, ἀλλ’ ἴσως δώσεις δίκην. ποτὲ δὲ τὴν παντελῆ ἀπαγόρευσιν δηλοῖ. θεολόγος· καὶ γὰρ ἐφι‐ λοτιμεῖτο τοῖς ἐμοῖς λόγοις ὡς οὔπω τοῖς ἑαυτοῦ τῶν πάντων οὐδείς. | |
omicron42 | οὖν λαμβάνεται πολλάκις ἀντὶ τοῦ δὴ ὡς τὸ γάρ. Εὐρι‐ πίδης· τίς γάρ νιν ἔκτειν’; οἶσθ’ ὀνειρόφρων. καὶ Προκόπιος· ἀλλὰ γὰρ εἴθε μὴ τῆς ἐφ’ ἡμῖν ἐλπίδος διήμαρτες. | |
omicron43 | οἴομαι οὐ μόνον τῶν ποιητῶν ἀλλὰ καὶ τῶν ἄλλων. Δη‐ μοσθένης· ἐγὼ δ’ οἴομαι μέν, ὦ Ἀθηναῖοι, νὴ τοὺς θεοὺς ἐκεῖνον μεθύειν τῷ μεγέθει τῶν πεπραγμένων. | |
omicron44 | οἷον ἀντὶ τοῦ καθά, καὶ μετὰ πληθυντικοῦ. Χρυσόστο‐ | |
μος· οἷον εἰσὶν ἐν πόλει οἱ στρατιῶται. | 136 | |
omicron45 | οὐ μὴν ἀντὶ τοῦ οὐδαμῶς. καὶ οὐ μὴν μετὰ τοῦ ἀλλὰ ἀντὶ τοῦ ἔτι, οἷον· ὕβρισεν, οὐ μὴν ἀλλὰ καὶ ἔτυψεν. | |
omicron46 | ὄφλημα ἡ δίκη· ὀφείλημα τὸ χρέος. | |
omicron47 | ὅσον ἐστὶν ἀναφορικόν, λαμβάνεται δὲ καὶ ἐπὶ τοῦ πολύ. θεολόγος· καὶ τὸ τάχος ὅσον ἐκεῖθεν τὸ γράμμα τῆς ἐξορίας. | |
omicron48 | οὐδὲν ὅ τι ἀντὶ τοῦ οὐδαμῶς παρὰ Ἀττικοῖς. ὁ μέγας Βασίλειος· οὐδὲν ὅ τι τῆς θείας ἀπόκληρον εἶναι φύσεως ἐδογ‐ μάτισαν. | |
omicron49 | οἴσω ἀντὶ τοῦ κομίσω, καὶ ἀντὶ τοῦ ὑπομενῶ. θεολόγος· πάντα οἴσει φιλία. | |
omicron50 | ὀνήσομαι τοῖσδε καὶ τόδε ἀττικῶς. Συνέσιος· ὀνήσομαι δὲ οὐ μόνον τοῦτο τῆς ἐπὶ τὰς Ἀθήνας ὁδοῦ. | |
pit | Π. | |
pi1 | πλάττομαι τὸν μὴ εἰδότα ἀντὶ τοῦ ὑποκρίνομαι· καὶ πλάτ‐ τομαι μὴ εἰδέναι. | |
pi2 | προσείποις ἀντὶ τοῦ ἐπονομάσεις. Μάξιμος· ἐρῶντα μὲν τὸν φιλόσοφον, ἐρῶντα δὲ καὶ τὸν μοχθηρὸν ἄνδρα, μὴ προσείποις τὸ πρᾶγμα ὀνόματι ἑνί. καὶ προσείποις ἀντὶ τοῦ χαιρετίσεις. | |
pi3 | πλέον καὶ τὸ κέρδος. Χρυσόστομος· ἄπεισι λοιπὸν κατ‐ αισχυνθείς, εἰδὼς ὅτι αὐτῷ πλέον ἔσται οὐδὲν ἡμῶν πολλὴν τὴν φυ‐ λακὴν ἐπιδεικνυμένων. | 137 |
pi4 | πρόσοψις ἡ ὄψις. καὶ πρόσοψις ἡ θεωρία. Χρυσόστομος· ἀλλ’ εὐθέως ἂν πρὸς τὴν πρόσοψιν ἐξεπλάγη καὶ ἀπεπήδησε. | |
pi5 | ποῦ χώρας καὶ ποῦ λόγου τάξομεν οἱ Ἀττικοὶ λέγουσιν ἀντὶ τοῦ εἰς ποῖον μέρος τοῦ λόγου καὶ εἰς ποῖον μέρος τῆς χώρας. | |
pi6 | πολλοῦ οἱ Ἀττικοὶ λέγουσιν ἀντὶ τοῦ κατὰ πολύ. Ἀριστο‐ φάνης· θρασὺς εἶ πολλοῦ ...... πάμπολυ τῶν νεφῶν ἀποσπάσας. | |
pi7 | πολλοῦ δεήσει ἀντὶ τοῦ παντελοῦς καὶ ὅλου. Συνέσιος· πολλοῦ δὴ δεήσομεν κοινωνῆσαι τῆς ἀπορρήτου τελετῆς, ἀντὶ τοῦ οὐδ’ ὅλως κοινωνήσομεν. καὶ πολλοῦ δεήσω ἐλθεῖν, ἀντὶ τοῦ οὐδ’ ὅλως ἐλεύσομαι. καὶ ἕτερα ὅσα μετὰ τοῦ πολλοῦ τὸ δέω ἔχουσι καὶ | |
5 | ἀπαρεμφάτως συντάσσονται. | |
pi8 | περιγίνεται ἀντὶ τοῦ ὑπερτερεῖ, καὶ συντάσσεται γενικῇ. καὶ περιγίνεται ἀντὶ τοῦ ἐπέρχεται, καὶ συντάσσεται δοτικῇ. Ἀφ‐ | |
θόνιος· φόβος ἀεὶ τοῖς παισὶ περιγίνεται. | 138 | |
pi9 | πεζομαχία ἡ ἁπλῶς ἐν ξηρᾷ μάχη, εἰ τύχοι εἶναι, καὶ ἀπὸ ἱππέων. καὶ πεζομαχία ἡ ἀπὸ μόνων πεζῶν. Ἀριστείδης· καὶ τὰς μὲν πεζομαχίας καὶ ἱππομαχίας. | |
pi10 | πανδαισία ἡ πάντα ἔχουσα ἄφθονα. | |
pi11 | παναθήναια μικρὰ τὰ κατ’ ἔτος· Παναθήναια μεγάλα τὰ κατὰ πενταετηρίδα. | |
pi12 | πριῶμαι γράφεται. Συνέσιος· πριῶ μοι τρεῖς ἢ τέττα‐ ρας τῶν ἀναβολῶν. καὶ πρίαμαι. Κύπριος· ὃ πολλῶν ἂν οὗτοι πρίαιντο χρημάτων. | |
pi13 | παραπεπτωκὼς ἀντὶ τοῦ ὑποπεπτωκώς, Δημοσθένης ἐν τῷ κατὰ Στεφάνου. | |
pi14 | παραβάλλοιτο ἀντὶ τοῦ παραπέμψαιτο Αἰσχίνης ἐν τῷ κατὰ Κτησιφῶντος. | |
pi15 | πρὸς ἐμαυτὸν ἀντὶ τοῦ ἰδικῶς. Ἀριστοφάνης· ἀναγι‐ νώσκοντί μοι τὴν Ἀνδρομέδαν πρὸς ἐμαυτὸν ἐξαίφνης πόθος τὴν | |
καρδίαν ἐπάταξε. καὶ Λιβάνιος· καθίσας πρὸς ἐμαυτόν. | 139 | |
pi16 | παράκλησις ἡ παραμυθία. καὶ παράκλησις ἡ προτροπή. θεολόγος· ἐκείνοις θ’ ἅμα μὲν ἡδονὴ γένοιτο καὶ ἅμα παράκλησις εἰς ἀρετὴν ὁ λόγος. καὶ Ἀριστείδης· καὶ παράκλησις αὕτη πρώτη πρὸς τὴν ναυμαχίαν ἐγένετο. | |
pi17 | πολεμῶ τὸ μάχομαι δοτικῇ· τὸ καταβάλλω αἰτιατικῇ. | |
pi18 | παρακρούεται ἀντὶ τοῦ ἀπατᾷ πολύ ἐστι παρὰ τοῖς Ἀττικισταῖς καὶ τῷ Δημοσθένει. | |
pi19 | προῦπτον ἀντὶ τοῦ πρόδηλον καὶ φανερόν. Δημοσθένης· μηδ’ οὕτως ἀνοήτως ὥστε εἰς προῦπτον κακὸν αὑτὸν ἐμβαλεῖν. | |
pi20 | προσδοκώμενος μετοχικόν, καὶ προσδόκιμος παρά‐ γωγον. Δημοσθένης· καὶ δύναμιν μεγάλην ἔχων αὐτός ἐστι προσ‐ δόκιμος. | |
pi21 | παλαίω ἀμετάβατον. καταπαλαίω σε δὲ καὶ προσπαλαίω σοι μεταβατικόν. | |
pi22 | προσέχω τοῖς πράγμασιν ἀντὶ τοῦ πρόσκειμαι. καὶ προσ‐ έχω ἀντὶ τοῦ προσάγω, ἐπὶ τοῦ νοῦ ὡς ἐπὶ τὸ πλεῖστον λεγόμενον, οἷον πρόσεχε τὸν νοῦν τοῖς λεγομένοις. | |
pi23 | πηδῶ ἐπὶ τοῦ ἀγῶνος. πηδῶ δὲ τὴν τάφρον μεταβατικόν, | |
καὶ ὑπερπηδῶ τὴν δίκην. | 140 | |
pi24 | πλουτῶ καὶ πένομαι γενικῇ .... ἀλλ’ ὅσον χρημάτων ἐπλούτει, τοσοῦτον λόγων ἐπένετο. | |
pi25 | πνέω καὶ ἀναπνέω ἀμετάβατον. πνέω δὲ μάχην καὶ ἐμ‐ πνέω σοι μεταβατικόν. ἔστι δὲ τὸ ἀναπνέω καὶ μεταβατικὸν ὅτε πνοὴν ἔχει τις. ὡς ὁ θεολόγος· καὶ μηδὲν ἕτερον ἀναπνεύσαντι. | |
pi26 | πλεῖν ἀντὶ τοῦ πλέον τῶν Ἀττικῶν. Κύπριος· δέσποτά μου ποθεινότατε, ἀνέγνων τὸν λόγον πλεῖν ἢ τετράκις. | |
pi27 | πρὸς ἥλιον ἀνίσχοντα ἀντὶ τοῦ πρὸς τὸ ἑῷον μέρος. | |
pi28 | περίοδος ἡ περιαργία. ὁ μέγας Βασίλειος· καὶ πῶς οὐ μυθῶδες τῆς τοιαύτης περιόδου τῶν θεῶν χρῄζειν πρὸς τὴν τῶν νοηθέντων δήλωσιν. | |
pi29 | πολλαχοῦ τῶν τόπων ἀντὶ τοῦ εἰς πολλοὺς τόπους. ὁ μέ‐ γας Βασίλειος· πολλαχοῦ δὲ τῶν παραλίων τόπων ἔστιν ἱστορῆσαι. | |
pi30 | πίστις ἡ στοργή. Λιβάνιος· τὸν ἑαυτῆς ἄνδρα παρ’ αὐ‐ τὸν τὸν τῆς πίστεως καιρὸν διαχρησαμένης. | |
pi31 | παράλογος ἀρσενικῶς. Θουκυδίδης· οὐκ ἄν τις προνοή‐ | |
σειεν οἷον τοῦ πολέμου τὸν παράλογον. | 141 | |
pi32 | παρὰ τόπον ἀντὶ τοῦ εἰς κακὸν τόπον, οἱονεὶ ἔξω τοῦ κα‐ λοῦ τόπου. Συνέσιος· παρὰ τόπον ὁρμήσαντι διὰ τὴν ἀπορίαν. | |
pi33 | περιδεῖν ἀντὶ τοῦ περιδεσμεῖν. Ξενοφῶν· διδάσκει περὶ τοὺς πόδας τῶν ἵππων καὶ τῶν ὑποζυγίων σακκία περιδεῖν. | |
pi34 | πράξαντες ἀντὶ τοῦ βουλευσάμενοι. Θουκυδίδης· οἱ δὲ μετὰ Ἀθηναίων πράξαντες ἔφασαν χρῆναι ἀνοίγειν τὰς πύλας. | |
pi35 | πραττομένους ἀντὶ τοῦ ἀπαιτουμένους. Ἰσοκράτης· καὶ τοὺς μαθητὰς μικρὸν πραττομένους. | |
pi36 | προσειλήφεσαν ἀντὶ τοῦ ὑπέλαβον. Ἰώσηπος· προσει‐ λήφεσαν γὰρ ἐκ τοῦ σχήματος μηδὲν αὐτὸν νοήσασθαι ἐκ τῶν ὑπο‐ νοηθέντων. | |
pi37 | παιδίσκη ἡ δούλη. Λυσίας· ἐξελθοῦσα αὐτοῦ ἡ παι‐ | |
δίσκη τὴν θύραν ἀνοίγνυσι. καὶ παιδίσκη ἡ ἄγαμος. | 142 | |
pi38 | παραμόνιμον τὸ διηνεκές. Πλάτων· βέβαιον ἔχουσι καὶ παραμόνιμον τὴν ὠφέλειαν. | |
pi39 | παραιρεῖται ἀντὶ τοῦ ἐλαττοῖ. Πλούταρχος· τοὺς μὲν ἄλλο τι φυτεύοντας ἐν ἀγρῷ πέντε πόδας ἀπέχειν τοῦ γείτονος κε‐ λεύσας, τοὺς δὲ συκῆν ἢ ἐλαίαν ἐννέα· πορρωτέρω γὰρ ἐξικνεῖται ταῦτα ταῖς ῥίζαις καὶ οὐ πᾶσι γειτνιᾷ τοῖς φυτοῖς ἀσινῶς, ἀλλὰ | |
5 | καὶ τροφὴν παραιρεῖται καὶ βλάπτουσαν ἐνίοις ἀπορροὴν ἀφίησιν. | |
pi40 | παρουσία καὶ ἡ περιουσία. Δείναρχος ἐν τῷ περὶ τῆς νεώς. Θηρίοις· ἔχοντες εὐπαθῆ βίον παρουσίαν τε χρημάτων. | |
pi41 | παρήλθοσαν. Κύπριος· ἐξ ὅτου τὰς βεμβράνας εἰλή‐ φεις, μῆνες παρήλθοσαν τρεῖς. | |
pi42 | περιστοιχίζεται ἀπὸ μεταφορᾶς τῶν κυνηγετῶν. κατὰ γὰρ τὰς ἐκδρομὰς τῶν θηρίων ὀρθὰ ξύλα ἱστᾶσιν ἃ καλοῦσι στίχους ἢ στοίχους. | |
pi43 | παραμύθιον ἐπὶ οὐδετέρου. Λιβάνιος· καὶ οὐκ ἔνι πρὸς παράδειγμα βλέψαντι λαβεῖν παραμύθιον. | |
pi44 | πρὸς ὀργὴν εἶπεν ἀντὶ τοῦ ὀργίλως. Πλούταρχος· ἡμᾶς δ’, εἶπεν ἤδη πρὸς ὀργὴν ὁ Κροῖσος. | |
pi45 | περιέπουσιν ἀντὶ τοῦ περιφυλάσσουσιν ἐπὶ τῶν φιλτάτων, οἷον οἱ γονεῖς τὰ τέκνα ἢ τὰ στρατόπεδα τὸν ἄλλον λαόν. καὶ πε‐ | |
ριέπουσιν ἀντὶ τοῦ ὑποβλέπουσιν. Ἡρόδοτος· τοῖσι μὲν δὴ τῶν Αἰγυπτίων ἱροί εἰσιν οἱ κροκόδειλοι, τοῖσι δὲ οὔ, ἀλλ’ ἅτε πολεμίους | 143 | |
5 | περιέπουσιν. | |
pi46 | παραθέειν ἀντὶ τοῦ ἐγγύτατα τρέχειν. θεολόγος· παρα‐ θέων ἐγγύθεν ἐν πωλικῷ τῷ φρυάγματι. καὶ παραθέειν ἀντὶ τοῦ ὑπερτρέχειν. Ἱμέριος· κἂν τάχει παραθέωσι τοὺς ἄλλους ἅπαντας. | |
pi47 | πλευρὰ ἐπὶ οὐδετέρου καὶ ἐπὶ θηλυκοῦ. Εὐριπίδης· περιβαλὼν πλευροῖς ἐμοῖσι πλευρὰν νωχελῆ νόσῳ. | |
pi48 | παρήγγειλεν ἀντὶ τοῦ ἔφθασε, καὶ τίθεται ἐπὶ ἡλικίας, οἷον παρήγγειλε τὸν μείρακα. τάττεται δὲ καὶ ἐπὶ ἄλλου πράγμα‐ τος. Ἱμέριος· καὶ αὐτὸς ὥσπερ ὀλυμπικόν τι στάδιον τὴν ἡμετέραν συνουσίαν παρήγγειλεν. οὕτω τάττεται καὶ τὸ παρήμειψε. | |
pi49 | πρὶν κοινῶς ἀπαρεμφάτῳ ῥήματι συντασσόμενον ἐπάγεται πτῶσιν αἰτιατικήν, ἀττικῶς δὲ μετὰ παρεληλυθότος ῥήματος συν‐ τασσόμενον ἐπάγεται εὐθεῖαν. Σοφοκλῆς· ἠγόμην δ’ ἀνὴρ ἀστῶν μέγιστος τῶν ἐκεῖ, πρίν με τύχη τοιάδ’ ἐπέστη. | |
pi50 | πρωίτερον Πλάτων ἐν Θεαιτήτῳ· πρωίτερον τοῦ δέοντος ἀπελθόντες. καὶ ἐν τῷ περὶ ψυχῆς πρωίτατα λέγει. | |
pi51 | πολλάκις ἀντὶ τοῦ ἅπαξ. θεολόγος· ἐπεὶ καὶ τὰ ἐναν‐ τία πολλάκις πλείω τοὺς ἔχοντας ὤνησεν, ὥσπερ πενίαι τε καὶ πλοῦτοι δόξαι τε καὶ ἀδοξίαι. καὶ πολλάκις ἀντὶ τοῦ πλειστάκις. Προκόπιος· πολλάκις μὲν εἶπε κακῶς, πολλάκις δὲ καὶ χεῖρας | |
5 | ἀνέτεινε κατὰ τῆς τεκούσης, ὦ Ζεῦ. | 144 |
pi52 | πλινθεῖον ὁ τόπος ἐν ᾧ πλίνθος πλάττεται. Λυσίας ἐν τῷ κατὰ Λυσιθέου. | |
pi53 | παλαιὸν ἐνίοτε μὲν τὸ πρὸς ἕτερον νέον λέγεται, ἐνίοτε δὲ οὐ τῶν πρός τί ἐστιν, ἀλλὰ δηλοῖ μόνον τὸ πάλαι γεγονός. | |
pi54 | πομπεῖα οὐδετέρως τὰ εἰς τὰς πομπὰς κατασκευαζόμενα σκεύη. | |
pi55 | προβόλιον εἶδος δόρατος, ᾧ χρῶνται οἱ κυνηγέται πρὸς τὴν τῶν συῶν θήραν, Ὑπερίδης λέγει. | |
pi56 | παρθενίας ἀρσενικὸν ὁ ἀπὸ παρθένου υἱὸς παρά τισι λέγεται. | |
pi57 | παρεξελθεῖν ἀντὶ τοῦ παρεκδραμεῖν. Ἡρόδοτος· σιγῇ δὲ παρεξελθεῖν τὸν κάμνοντα. | |
pi58 | πορεύω γράφεται καὶ ἐνεργητικῶς. Σοφοκλῆς· πόρευσόν με πρὸς τὸν τάφον. καὶ Ἰουλιανός· πορεύοιεν δέ σε σὺν Ἀσκληπιῷ πάντες θεοὶ καὶ πάλιν ἡμῖν συντυχεῖν δοῖεν. | |
pi59 | περὶ πολλοῦ ἀντὶ τοῦ φροντίδος ἄξιον. Λιβάνιος· ἐμοὶ | |
δὲ ἦν ἐκείνη περὶ πολλοῦ, καὶ οὐδὲν ἐκώλυσεν ἡ τύχη. | 145 | |
pi60 | πράγματα ἀττικῶς αἱ ὀχλήσεις. Ἀριστοφάνης· ἀλλά σοι παρέξω πράγματα. καὶ Λιβάνιος· ὡς εἴπερ ἀπαίρειν ἠβούλετο καὶ μὴ παρέχειν πράγματα. | |
pi61 | πιστεύω δοτικῇ, ἀττικῶς αἰτιατικῇ ἐπὶ πραγμάτων. Σοφοκλῆς· ὦ πρὸς θεῶν πίστευσον, Οἰδίπους, τάδε. πιστεύω δὲ ἀντὶ τοῦ ἐμπιστεύομαι ἀπὸ δοτικῆς εἰς αἰτιατικήν. πιστεύω ἀντὶ τοῦ λατρεύω μετὰ προθέσεως· πιστεύω εἰς τὸν θεόν. | |
pi62 | πῶς δοκεῖς ἀντὶ τοῦ λίαν. Εὐριπίδης· κᾆτα πῶς δοκεῖς ἐκ γαληνῶν προσφθεγμάτων. καὶ συνέσιος· πῶς δοκεῖτε δέδηγμαι τὴν καρδίαν. | |
pi63 | πάντοθεν ἀπὸ παντὸς μέρους· πάντοσε εἰς πάντα μέρη· πάντοθι παντὶ μέρει. | |
pi64 | προσεποιήσαντο ἀντὶ τοῦ ἀντεποιήσαντο. Ἰσαῖος ἐν τῷ κατὰ Νικοδήμου· οὐδεὶς πώποτε προσεποιήσατο οὐδ’ ἠμφισβήτησε τῆς κληρονομίας ἐκείνων. | |
pi65 | περιτυγχάνω δοτικῇ ὡς τὸ συντυγχάνω. | |
pi66 | ποδεῶνες οἱ τοῦ δέρματος τόποι τῶν ποδῶν. Ἡρόδοτος· τῶν ἀσκῶν δύο ἢ τρεῖς ποδεῶνας. | |
pi67 | πρόσκλησις ἡ εἰς δικαστήριον κλῆσις, καὶ προσκαλέ‐ σασθαι τὸ παραγγέλλειν εἰς δίκην. Δημοσθένης ἐν τῷ περὶ Ἁγνίου κλήρου καὶ Ὑπερίδης ἐν τῷ πρὸς Δάμιππον. | 146 |
pi68 | περιῆν ἀντὶ τοῦ ἔζη. Συνέσιος· ἕως ὅτε περιῆν ὁ μακα‐ ρίτης Θεόδωρος. καὶ περιῆν ἀντὶ τοῦ ἐνίκα. οὔτε πρότερον ἐγὼ περιῆν. | |
pi69 | προστησάμενος ἀντὶ τοῦ ἔργον ποιησάμενος. Συνέσιος· ὃς δ’ ἂν τὴν ἐκκλησίαν προστησάμενος αὔξει βαλάντιον. καὶ Ἀρι‐ στείδης· μηδεμίαν προπέτειαν μηδὲ εὐήθειαν καταγνῷ τοῦ παν‐ τὸς ἐγχειρήματος, εἰ μήτε προστησάμενοι σχῆμα φαυλότερον τοῦ | |
5 | λόγου. καὶ Δημοσθένης· δόγμα κοινῇ προστησάμενοι. καὶ θεο‐ λόγος· μίαν ἐκ πασῶν ὑπόθεσιν προστησάμενος. καὶ ἀντὶ τοῦ προ‐ στάτην ποιησάμενος. θεολόγος· ἤδη δὲ πρὸς αὐτὴν ἡμῖν ἰτέον τὴν εὐφημίαν, αὐτὸν προστησαμένοις τοῦ λόγου τὸν ἐκείνου θεόν. καὶ ἀντὶ τοῦ ἁπλῶς ποιήσας. Ἰώσηπος· τὸν θεὸν προστησάμενοι | |
10 | στρατηγόν. | |
pi70 | παντάπαν γράφεται καὶ παντάπασιν. Ἀριστείδης· | |
τούτῳ γὰρ παντάπασιν ἡ ψυχὴ καθαίρεται. | 147 | |
pi71 | παραιτοῦμαι ἀντὶ τοῦ ἀπορρίπτω. Ἀριστείδης· καί μοι δοκεῖ τις ἂν εἰπεῖν παραιτησάμενος τὸν φθόνον. καὶ παραιτοῦ‐ μαι τὸ ἀξιῶ. Ἀριστείδης· παραιτεῖσθαι μὲν οὐκ οἶσθα ὅ τι δεῖ. καὶ Ἡρόδοτος· παραιτησάμενος βασιλέα εἰς Σικελίαν ἀπίκετο. | |
5 | καὶ παραιτοῦμαι τὸ αἰτίας ἀπολύω. Ἀριστείδης· ἐγὼ δ’, εἰ μὲν ἢ τῆς αὐτῆς γνώμης ἔτι καὶ νῦν Ἀγαμέμνων εἴχετο ἢ περὶ ὧν ἥμαρ‐ τεν ἔξαρνος ἦν, οὐκ ἂν παρῃτούμην. καὶ Λιβάνιος· τίς γὰρ εἶ σὺ ὁ τοῦτον παραιτούμενος; | |
pi72 | παρεστησάμην ἀντὶ τοῦ ἐδουλωσάμην. Λιβάνιος· μα‐ κρὸν ἐπελθεῖν λόγῳ τὰς πόλεις ἃς ἐγὼ παρεστησάμην. | |
pi73 | παραστήσασθαι ἀντὶ τοῦ εἰς δίκην προσκαλέσασθαι. | |
pi74 | παρακαλῶ ἀντὶ τοῦ καθικετεύω. Λιβάνιος· καὶ Μενέ‐ λεως παρακαλῶν ἀπῆλθεν ἄπρακτος. καὶ ἀλλαχοῦ ὁ αὐτός· τὸ μὲν πρῶτον παρεκάλουν αὐτὴν τίκτειν ἡσυχῆ. καὶ παρακαλῶ ἀντὶ τοῦ καθέλκω. Λουκιανός· παρακαλοῦμαί σε τραύματος εἰς Ἄρειον | |
5 | πάγον. καὶ Εὐριπίδης· παρακαλεῖ δ’ ἐκεῖθεν αὖ λύπη τις ἄλλη. καὶ παρακαλῶ τὸ παραμυθοῦμαι. θεολόγος· αὐτὸς κατὰ τὸ πλῆ‐ | |
θος τῆς αὑτοῦ χρηστότητος παρακαλέσαι ἡμᾶς παρακλήσει πολλῇ. | 148 | |
pi75 | πρόσοψις ἡ θεωρία. Λουκιανός· ἀλλὰ μὴν χρυσίον ὑπέρυθρον βαρὺ καὶ τὴν πρόσοψιν ὑπερήδιστον. | |
pi76 | περιήγησαι ἀντὶ τοῦ λεπτομερῶς εἰπέ. Λουκιανός· περιήγησαι τὰ ἐν τῷ βίῳ ἅπαντα. | |
pi77 | παρ’ ἐλπίδας ἀντὶ τοῦ ἀνελπίστως. Εὐριπίδης· λεύσ‐ σεθ’ ὡς παρ’ ἐλπίδας μοῖρα βαίνει. καὶ Προκόπιος· καὶ νῦν ᾄδουσι τέττιγες καὶ παρ’ ἐλπίδας ἡμῖν ἡ σιγή. | |
pi78 | παιδικὰ τὰ ἐρωτικά. Ἀριστείδης· νομίζοντες χάριεν καὶ κοῦφον ἐπ’ ἀμφότερα ἐν τοῖς παιδικοῖς κριθῆναι. | |
pi79 | παραβάλλει ἀντὶ τοῦ παραγίνεται. Ἰουλιανός· καὶ τὸ μὴ παραβάλλειν τοῖς θεάτροις. καὶ παραβάλλει ἀντὶ τοῦ συγκρί‐ νει. θεολόγος· μηδένα εἶναι ταῖς ἐκείνου παραβάλλειν συμφοραῖς. καὶ παραβάλλει ἀντὶ τοῦ ἐμβάλλει. Γοργίας· σφαλεραῖς καὶ ἀβε‐ | |
5 | βαίοις εὐτυχίαις παραβάλλει τοὺς αὐτῇ χρωμένους. | |
pi80 | προπεπωκότες τροπικῶς ἀντὶ τοῦ προδεδωκότες Δημο‐ | |
σθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος. | 149 | |
pi81 | προορῶν ἀντὶ τοῦ κηδόμενος. Ἡρόδοτος ὡς ἐκείνων προορῶν ὅπως βίον ἄφθονον ἔχωσι. | |
pi82 | προστιμήματα. ἔστι μέν τινα ἐν τοῖς νόμοις ὡρισμένα κατὰ τῶν ἀδικούντων, ὥσπερ ἡ ἐπωβελία παρ’ Ἰσαίῳ ἐν τῷ κατὰ Διοκλέους. | |
pi83 | πολλαχόσε ἐπίρρημα ἀντὶ τοῦ εἰς πολλοὺς τόπους. Θου‐ κυδίδης· λεγόμενον μὲν καὶ πρότερον πολλαχόσε ἐγκατασκῆψαι καὶ περὶ Λῆμνον καὶ ἐν ἄλλοις χωρίοις. | |
pi84 | παραιτούμενος ἀντὶ τοῦ συγγνώμην αἰτῶν καὶ κατηγο‐ ρίας ἀπολύων. Ἀριστείδης· ἀλλ’ ὥσπερ ἐκεῖνός σοι συγχωρεῖ τὰ δίκαια λέγειν, οὕτω σὺ πείθου παραιτουμένῳ. | |
pi85 | παραβαλλόμενον ἀντὶ τοῦ διαμαχόμενον. Συνέσιος· οὐ γὰρ ἦν πρὸς τὴν Θρᾳκῶν χιόνα παραβαλλόμενον τοιαῦτα χαρί‐ ζεσθαι. Λουκιανὸς δὲ παραβάλλεσθαι ἀντὶ τοῦ ἀσπάζεσθαι φησί· τὰ μὲν ἄξια προσίεσθαι καὶ παραβάλλεσθαι, τὰ φαῦλα δὲ ἀπο‐ | |
5 | κλείειν καὶ ἀπωθεῖν. | |
pi86 | περιποιήσαντας ἀντὶ τοῦ διασώσαντας. Ἡρόδοτος· Κροίσῳ μέντοι συνήδεσθαι περιόντι, ἐκείνους μέντοι τοὺς περι‐ ποιήσαντας οὐ καταπροΐξεσθαι. | |
pi87 | πρὸ πρόθεσις σύγκρισιν σημαίνουσα λέγεται μετὰ ἁπλῶς ὀνόματος, οἷον ὁ δεῖνα πρὸ τοῦ δεῖνος ἔχει τὸν δεῖνα, ἀντὶ τοῦ προτι‐ μότερον. πολλάκις λέγεται καὶ μετὰ συγκριτικοῦ ὀνόματος. Ἡρό‐ δοτος· πρὸ ἐλευθερίας ἦν ἀσπαστότερον. | 150 |
pi88 | παρθένος ἐπὶ γυναικός, ἠίθεος ἐπὶ ἀνδρός. Ἡρόδοτος· ἵστασαν χοροὺς παρθένων τε καὶ ἠιθέων. | |
pi89 | παραβάλλεται ἀντὶ τοῦ μάχεται. Συνέσιος· ἀλλὰ καὶ πρὸς πίτταν ἀναζέουσαν παραβάλλεται. | |
pi90 | ποιεῖν ἀντὶ τοῦ πράττειν, καὶ ἀντὶ τοῦ ποιητικῶς γράφειν. Λυσίας· τοσαύτην γὰρ ἀφθονίαν παρεσκεύασεν ἡ τούτων ἀρετὴ καὶ τοῖς ποιεῖν δυναμένοις καὶ τοῖς εἰπεῖν βουληθεῖσι. καὶ Λιβά‐ νιος· καὶ τίς οὗτος ὁ ποιητὴς καὶ πότε ποιεῖν ἤρξατο; | |
pi91 | πρὸ τοῦ ἀντὶ τοῦ πρῴην. Συνέσιος· καὶ τὰ μετὰ ταῦτα καὶ τὰ πρὸ τοῦ. καὶ Ἀριστείδης· ὥσθ’ ὑπερῆρεν αὑτὴν τοσοῦτον ὅσον πρὸ τοῦ τὰς ἄλλας. | |
pi92 | προαγωγὸς ἡ μαστροπός. ὅτε δὲ τὴν προαγωγὸν προσεῖ‐ πον ἐγώ, ἀπέσβεσε τὴν δᾷδα ὁ παῖς. καὶ προαγωγεύει ῥῆμα. Ἰουλιανός· ὑφ’ οὗ σεαυτὸν προαγωγεύεις. | |
pi93 | πρέπων ὁ ἁρμόζων· καὶ πρέπων ὁ διαπρεπὴς καὶ μέγας. | |
Ἰουλιανός· καθάπερ ἀκολάστου λέχους τιμωρὸς πρέπων. | 151 | |
pi94 | προστρόπαιον ἀντὶ τοῦ ἄγος καὶ μίασμα, ὅθεν καὶ προστροπή. Δημοσθένης ἐν τῷ κατὰ Κτησιφῶντος. | |
pi95 | πρὶν συντάσσεται μετὰ εὐκτικοῦ, ἀπαρεμφάτου καὶ ὁριστικοῦ. | |
pi96 | προσέσχες ἀντὶ τοῦ ἔμαθες. καὶ προσέσχες ἀντὶ τοῦ ἐνελιμένισας. Συνέσιος· δείλης ὀψίας τῷ κατ’ ἐρυθρὰν κόλπῳ προσέσχομεν. | |
pi97 | πρότερον λέγεται κατὰ φύσιν, κατὰ χρόνον, κατὰ τάξιν καὶ κατὰ τιμήν. | |
pi98 | πρόγονος λέγεται ἐπὶ υἱοῦ. Ἑρμογένης· ἐν δόξῃ μανίας μητρυιὰ τὸν μὲν υἱὸν ἔτρωσε, τὸν δὲ πρόγονον ἀπέκτεινε. καὶ πρό‐ γονος ὁ τὴν ἄνω τάξιν τοῦ γένους ἔχων. θεολόγος· δαίμονας δή τινας καὶ θεοὺς καὶ μύθους τοῖς προγόνοις ἐπιφημίζοντες. | |
pi99 | προσήκει ἀντὶ τοῦ ἁρμόζει. καὶ προσήκει ἀντὶ τοῦ ἔρχεται. Εὐριπίδης· ἐνταῦθ’ ἐλπίδος προσήκομεν. | |
pi100 | παρρησία κυρίως τὸ ἐν λόγοις θαρρεῖν· καταχρηστικῶς δὲ τὸ καὶ ἑτέροις πράγμασι. | |
pi101 | παύω ἀντὶ τοῦ ἀφίσταμαι καὶ λήγω, καὶ ἀμετάβατον, ὃ γενικῇ μόνῃ συντάσσεται, καὶ μεταβατικόν, ὃ ἀπὸ αἰτιατικῆς | |
εἰς δοτικήν. | 152 | |
pi102 | περιῆλθεν ἀντὶ τοῦ κατὰ κύκλον ἐβάδισεν. Ἀριστο‐ φάνης· περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ. καὶ περιῆλθεν ἀντὶ τοῦ ἁπλῶς ἦλθε, περιττῆς τῆς προθέσεως οὔσης. Ἱμέριος· ὅτε εἰς αὐτὸν περιῆλθε τὰ τῶν Μακεδόνων πράγματα. | |
pi103 | παρέρχεται ἀντὶ τοῦ νικᾷ. Ἱμέριος· οὔτε ἡνιόχῳ τῆς ξυνωρίδος πλέον οὐδέν, κἂν τὰς βορέου αὔρας τῷ τάχει παρέρχηται. καὶ παρέρχεται ἀντὶ τοῦ φθείρεται. καὶ παρέρχεται ἀντὶ τοῦ ἁπλῶς ἔρχεται. | |
pi104 | πάλιν ἀντὶ τοῦ ἐκ δευτέρου, ὅταν ἐπακολουθήσῃ πρᾶξις ὁμοία τῇ προηγησαμένῃ· οἷον ἔπληξέ τις καὶ πάλιν ἔπληξε. καὶ πάλιν ἀντὶ τοῦ ὡς τὸ πρότερον, ὅτε μὴ πρᾶξις ἐπακολουθήσει ὁμοία πράξει. Ἀριστοφάνης· οὐ βούλομαι γὰρ πάλιν ἀναβλέψαι. | |
pi105 | προστρίβω σοι μέμψιν, ἀποτρίβομαι δὲ τὴν κατη‐ γορίαν. | |
pi106 | πιλητὰ ὅσα τῶν πιεστῶν μόνιμον ἔχει τὴν πίεσιν· ἀπί‐ λητα δὲ ἢ ὅσα ὅλως ἀπίεστα ἢ μὴ μόνιμον ἔχει τὴν πίεσιν. | |
pi107 | προσβάλλει ἀντὶ τοῦ ἐχθρωδῶς κινεῖται. καὶ προσ‐ βάλλει ἀντὶ τοῦ ἐπάγει. Συνέσιος· ἀλλὰ κἄν τι προσβάλλω σοι χαλεπόν. | |
pi108 | πλὴν ἀντὶ τοῦ χωρὶς συντάσσεται γενικῇ· πλὴν δὲ | |
ἀντὶ τοῦ παρὸ διαφόρως. Ἀριστοφάνης· ἀλλ’ οὐ θέμις πλὴν τοῖς μαθηταῖσιν λέγειν. καὶ Λιβάνιος· ἀλλ’ ἐπειδὴ καὶ ῥήτωρ ἡμῖν ἀναπέφηνας, δεῖξον προσγεγραμμένον πλὴν ἐάν τις ἀριστεύσῃ. | 153 | |
pi109 | πολυτίμητος ὁ πολλὰ τετιμημένος. ὦ πολυτίμητοι νε‐ φέλαι. πολύτιμος δὲ ὁ πολλοῦ ἄξιος, οἷον λίθος, μάργαρος ἢ τοιοῦτον ἕτερον. | |
pi110 | πρὸς τρόπου μου ἀντὶ τοῦ ὁμοιότροπος. Συνέσιος· κἀγὼ τὸν ἄνδρα τά τε ἄλλα ἐπαινῶ, πάνυ γάρ μοι πρὸς τρόπου. | |
pi111 | πράττω ἐνεργητικῶς χωρὶς προθέσεως σημαίνει καὶ τὸ ἀπαιτῶ. Συνέσιος· Ζηνᾶς ὁ πράξας πέρυσι τοὺς διπλοῦς φόρους. | |
pi112 | προσφέρειν ἀντὶ τοῦ κομίζειν. προσφέρεσθαι ἀντὶ τοῦ ὁμοιοῦσθαι, καὶ ἀντὶ τοῦ μάχεσθαι. Ἡρόδοτος· ἄνδρες Ἴωνες, αἵρεσιν ὑμῖν δίδομεν ἡμεῖς ὁποτέροις βούλεσθε προσφέρεσθαι, ἢ Πέρ‐ σῃσιν ἢ Φοίνιξι. | |
pi113 | περιτροπὴ τὸ ὀλίσθημα, ὡς ὁ θεολόγος· περιτρέπει γὰρ καὶ εἰ μή τις τῶν ἔνδον. καὶ περιτροπὴ ἡ χρονικὴ διαδοχή. | |
θεολόγος· ἑκάστης τοῦ ἐνιαυτοῦ περιτροπῆς τὴν αὐτὴν ἡμέραν ἐπαγούσης. καὶ Ἡρόδοτος· ἐν περιτροπῇσιν αἱ γυναῖκες φοιτῶσι | 154 | |
5 | τοῖσι Πέρσῃσι. | |
pi114 | πόρρω κεῖται καὶ δηλωτικὸν τοῦ ἔξω, οἷον πόρρω τοῦ εἰκότος. καὶ δηλωτικὸν τοῦ εἰς βάθος ἐντός, οἷον πόρρω σοφίας, ἀντὶ τοῦ ἐντὸς εἰς τὸ βάθος τῆς σοφίας. καὶ Ἀριστείδης· ἀρξάμενοι μεταπαιδεύειν ἄνδρα οὕτω σεμνὸν καὶ πόρρω σοφίας ἐλαύνοντα. | |
5 | οὕτω λέγεται καὶ τὸ τηλοῦ, ὡς παρὰ Ἀριστοφάνει· σύγγνωθι, τηλοῦ γὰρ οἰκῶ τῶν ἀγρῶν. | |
pi115 | πρεσβεύεται ἀντὶ τοῦ πρεσβείαν δέχεται. Ἱμέριος· λάθρᾳ δὲ ὑπὲρ αὐτοῦ παρὰ βασιλέως πρεσβεύεται. πρεσβεύει δὲ ἀντὶ τοῦ πρέσβεις ἀποστέλλει. καὶ πρεσβεύει ἀντὶ τοῦ τιμᾷ. μάρ‐ τυρα ποιοῦμαι θεόν, ὃν φιλοσοφία καὶ φιλία πρεσβεύει. | |
pi116 | πρόστιμον ἡ ἀνήκουσα τῷ πταίσματι τιμωρία. θεολό‐ γος· ἀλλ’ ἡμεῖς γε μὴ τὸ πρόστιμον ἐπιτείνωμεν. καὶ προστιμῶμαι ῥῆμα τὸ προσηκόντως κολάζω. Ἰουλιανός· τῇ ὑπακουούσῃ τάξει προστιμήσαιμι λίτρας ἑκατόν. | |
pi117 | πελαγίζει ἀντὶ τοῦ εἰς πέλαγος ἀποκαθιστᾷ, μεταβα‐ | |
τικῶς. Ἱμέριος· καὶ κρουνοὶ πλείους ἀπὸ πάσης πλευρᾶς διὰ θη‐ ρίων εἴδους ποταμοὺς ὅλους ἐκχέοντες πελαγίζουσι μὲν τὴν κολυμ‐ βήθραν. καὶ πελαγίζει ἀντὶ τοῦ πλατύνεται ἀμεταβάτως. Ἱμέ‐ | 155 | |
5 | ριος· πελαγίζει δὲ ὁ λόγος οὐχ ὁρῶν ὅρμον φαινόμενον. | |
pi118 | προβιβάζοντες ἀντὶ τοῦ κατ’ ὀλίγον ἄγοντες. θεολό‐ γος· ἂν δέ τινι αὐτῶν λέγωμεν οὑτωσὶ πράως καὶ λογικῶς προβι‐ βάζοντες. | |
pi119 | πληροῦται ἀντὶ τοῦ γεμίζεται. καὶ πληροῦται ἀντὶ τοῦ τελειοῦται. θεολόγος· ἀλλά μοι νῦν ἐκεῖνο πληροῦσθαι δοκεῖ καθαρῶς. | |
pi120 | πανημέριος ὁ καθ’ ὅλην ἡμέραν. Ἱμέριος· πομπὴν πανημέριον ὑπὸ πυρὶ καὶ λαμπάσι διὰ Καρχηδόνος ἐπόμπευσε. | |
pi121 | πολιτεύω ἐνεργητικῶς γράφει Θουκυδίδης· ἐλευθέρως τά τε πρὸς τὸ κοινὸν πολιτεύομεν. | |
pi122 | περιῆλθεν ἀντὶ τοῦ κατὰ κύκλον ἐβάδισε. καὶ ἀντὶ τοῦ ἐξηπάτησεν. Ἡρόδοτος· ἑλὼν δὲ οὐκ ἀνήγαγεν ἐπ’ Αἴγυπτον, σο‐ φίῃ γάρ μιν περιῆλθεν ὁ Φάνης. καὶ περιῆλθεν ἀντὶ τοῦ προσεκτή‐ θη, οἷον περιῆλθέ μοι τόδε. | |
pi123 | προφέρω κυρίως μετὰ ὀνείδους λέγεται, οἷον προφέρω σοι τὴν δυσγένειαν. | |
pi124 | πλεῖν ἐπὶ τῶν κυμάτων καὶ ἐπὶ θαλάσσης. καὶ πλεῖν θάλασσαν ἀττικῶς. Χρυσόστομος· πλέε θάλασσαν ἣν ἂν ἐθέ‐ λῃς. καὶ Ἱμέριος· πλεῖς δὲ πάλιν Αἰγαίου κύματα. | 156 |
pi125 | πλεῖν ἀντὶ τοῦ πλέον. Ἀριστοφάνης· πλεῖν σταδίου λαλίστερα. | |
pi126 | παρὰ πόδας ἀντὶ τοῦ ἐγγύτατα. Συνέσιος· ἀλλὰ παρὰ πόδας ἀποδίδως τὴν χάριν. | |
pi127 | παθαίνεσθαι ἀντὶ τοῦ ἀγανακτεῖν. καὶ παθαίνεσθαι ἀντὶ τοῦ πάθους μεταλαμβάνειν. Συνέσιος· ἀλλ’ ἔστι περιουσία δυνάμεως ὁμιλοῦντα τοῖς χείροσι μένειν ἐπὶ τῆς φύσεως καὶ μηδένα τρόπον παθαίνεσθαι. | |
pi128 | προστροπὴ ὁ μιασμός. Συνέσιος· καὶ ὁ θιγὼν ἐναγοῦς ἀπολαύει τῆς προστροπῆς. | |
pi129 | ποιῶ τοῖς φίλοις ἀγαθόν, καὶ ποιῶ τοὺς φίλους ἀγα‐ θόν. Συνέσιος· πρόθυμον εἶναι τοὺς φίλους ἀγαθόν τι ποιεῖν. | |
pi130 | πώμαλα ἀντὶ τοῦ οὐδαμῶς Δημοσθένης ἐν τῷ κατ’ Αἰσχίνου. ἔστι δὲ τὸ μὲν πῶ δώριον ἀντὶ τοῦ πόθεν, τὸ δὲ μάλα παρέλκεται, οἷον οὐ μάλα, οὐ πάνυ. | |
pi131 | πῦργος ἀπὸ τξ. | 157 |
pi132 | πρόσω ἀντὶ τοῦ ἔμπροσθεν. καὶ αἱ μὲν ἄλλαι τέχναι πρόσω ἰοῦσαι κατὰ τὴν εὕρεσιν εὐστοχώτεραι γίνονται. | |
pi133 | παραβεβλημένος ὁ ἐξισασμένος. καὶ παραβεβλημένος ὁ ἁπλῶς βεβλημένος, τῆς προθέσεως περιττῆς οὔσης. Κύπριος· ἐξ ὧν ἔσται χάριν οὐ φαύλην εἰκῆ παραβεβλημένοις πράγμασι καὶ ὅλην τὴν ἡμέραν πατουμένοις ὠνήσασθαι. | |
pi134 | προτείνω καὶ ὑποτείνω σοι τόδε τὸ πρᾶγμα. | |
pi135 | πομπεύει ἀντὶ τοῦ μετὰ τιμῆς προάγεται, τὸ ἐνεργη‐ τικὸν ἀντὶ παθητικοῦ. θεολόγος· ἔπειτα πομπεύει διὰ τῆς ἀγο‐ ρᾶς ἐπὶ τὸ λουτρὸν προαγόμενος. καὶ πομπεύει ἕτερος ἕτερον μετα‐ βατικῶς ἀντὶ τοῦ δημοσιεύει καὶ ἀτιμάζει, ὅθεν καὶ πομπεία ἡ | |
5 | ἄτιμος περιαγωγή. πομπὴ δὲ ἐπὶ τιμῆς· μετὰ προσθήκης δὲ τοῦ κακὴ ἡ περιαγωγή. | |
pi136 | πεῖρα ἡ δοκιμή. θεολόγος· ὡς ἃ μὲν λελύπητο πεῖρά τις ἦν τοῦ πονηροῦ. καὶ πεῖρα ἡ μάθησις, ὅθεν καὶ ἄπειρος ὁ ἀδίδακτος. καὶ πεῖρα ἡ μετουσία. Προκόπιος· ὅσον οἱ ἀγαθοὶ λυποῦσιν ἄνδρες πεῖραν αὐτῶν παρέχοντες καὶ ἀφιστάμενοι τῶν | |
5 | ἐγνωκότων. καὶ πεῖρα ἡ ἐμπειρία ἤγουν ἡ ἀπὸ πολλῶν καὶ ὁμοίων συναχθεῖσα περί τι πρᾶγμα εἴδησις. Ἱπποκράτης· ἡ δὲ πεῖρα σφαλερά. καὶ πεῖρα ἡ σύννευσις. Ἰώσηπος· οὐ γὰρ αὐτὸν τοῦτο ὠφελήσει τραπείσης εἰς κατηγορίαν αὐτοῦ καὶ καταψευσαμένης | |
πεῖραν ἐπὶ τἀνδρί. | 158 | |
pi137 | περιτρέπει ἕτερος ἕτερον. καὶ περιτρέπει ἀντὶ τοῦ περι‐ τρέπεται. θεολόγος· καὶ τηνικαῦτα τὸ πάθος γνωρίζεται, περι‐ τρέπει γάρ. | |
pi138 | πώποτε λαμβάνεται καὶ ἀντὶ τοῦ πάντας. Ἰώσηπος· συνέσει τε τοὺς πώποτ’ ἀνθρώπους ὑπερβάλλων, ἀντὶ τοῦ τοὺς φανέντας ποτὲ συνετούς. | |
pi139 | ποῦ ἐπίρρημα κατ’ ἀρχὰς τιθέμενον δηλοῖ τόπον, οἷον ποῦ ποτε εἰσίν; ἐν τέλει δὲ τιθέμενόν ἐστι σύνδεσμος καὶ οὐ δηλοῖ τόπον, ἀλλὰ τίθεται πράγμασι τόπου δηλωτικοῖς ἢ ἀριθμοῦ ἢ ἄλ‐ λου τινός, οἷον περί που τὴν Ἀλεξάνδρειαν. καὶ δίς που καὶ τρὶς | |
5 | ἐνσχεθείσης τῆς νεώς. | |
pi140 | πρόσθεν ἀντὶ τοῦ πρῴην. πρόσθεν ὑμῖν ἐπέστειλα ὅτι ἁμαρτάνετε Δολοβέλλαν ἐν τῇ ὑμετέρᾳ στρατοπεδεύειν ἐῶντες. | |
pi141 | παραλύει ἀντὶ τοῦ διαλύει. καὶ παραλύει τὸν δεῖνα τῆς ἀρχῆς ἀντὶ τοῦ ἐκβάλλει. Ἡρόδοτος· Μαρδόνιον δὲ φλαύρως πρήξαντα τῷ στόλῳ παραλύει τῆς στρατηγίας. | |
pi142 | πόρρω λέγεται καὶ ἐπὶ τόπου καὶ ἐπὶ ὥρας καὶ ἐπὶ γνώ‐ σεως καὶ ἐπὶ νοημάτων. οὕτω καὶ τὸ βαθέως. | |
pi143 | περιίσταται ἀντὶ τοῦ κρύπτεται. Ἰώσηπος· καὶ τὴν αἰτίαν ἐπυνθάνετο, δι’ ἣν πρότερον ἡδόμενος τῇ πρὸς αὐτὸν ὁμιλίᾳ | |
νῦν φεύγει ταύτην καὶ περιίσταται. καὶ ἀντὶ τοῦ τρέπεται. Συνέ‐ σιος· εἰς τοὐναντίον μοι περιίσταται. καὶ ἀντὶ τοῦ καθίσταται. | 159 | |
5 | Ἰώσηπος· ὡς τῆς ἡγεμονίας περιστησομένης εἰς τὸν αὐτῆς τεχ‐ θησόμενον. | |
pi144 | παννυχίζει ἀντὶ τοῦ διανυκτερεύει. Λιβάνιος· ἐν ᾄσμασιν ἐπαννύχιζον καὶ αὐλοῖς. | |
pi145 | πέτομαι καὶ πέταμαι γράφεται καὶ πετῶμαι. | |
pi146 | ποιοῦμαι καὶ ἀντὶ τοῦ ἡγοῦμαι. Εὐριπίδης· μηδὲ τῷ θυμουμένῳ τὸν εὖ λέγοντα δυσμενῆ ποιοῦ φρενί. καὶ θεολόγος· καὶ ἀντὶ βαπτίσματος ποιεῖται τὴν ὁρμὴν τοῦ βαπτίσματος. | |
pi147 | πάντοθεν ἀντὶ τοῦ ἀπὸ παντὸς μέρους, καὶ ἀντὶ τοῦ εἰς πᾶν μέρος. θεολόγος· εὐάλωτον ἡ τιμωρία καὶ πάντοθεν περιπίπτουσα. | |
pi148 | προῦπτον τὸ προφανές. ὁ μέγας Βασίλειος· εἰς προῦπτον κακὸν ἑαυτοὺς ἐμβάλλουσι. κεῖται δὲ ἐπὶ κακοῦ. | |
pi149 | πυθὼν λέγεται ὁ τόπος, καὶ κλίνεται Πυθῶνος. λέγεται δὲ καὶ Πυθὼ Πυθοῦς, ὡς δῆλον ἀπὸ τοῦ ποιητοῦ· Πυθοῖ ἐν ἠγαθέῃ. | |
pi150 | προβατεία ἡ τῶν προβάτων νομή, καὶ ἡ τούτων κτῆ‐ σις, καὶ ἡ τέχνη. Ἰώσηπος· σκηνὰς ἐπήξατο καὶ προβατείαν ἠγάπησε. | |
pi151 | περιελὼν ἀντὶ τοῦ περιλαβών, καὶ ἀντὶ τοῦ κυκλώσας, καὶ ἀντὶ τοῦ κόψας καὶ ἐκβαλών. Ἑρμογένης· διδασκαλικώτερον γὰρ ἐσπούδασα τὰς τέχνας ἀφηγήσασθαι, περιελὼν τὴν ἰσχὺν τοῦ λόγου καὶ γυμνὰ τιθεὶς τὰ νοήματα. | 160 |
pi152 | πρόσκλησίς ἐστι λύσις δίκης ἐπί τινι ὡρισμένῳ ὅρκῳ ἢ μαρτυρίᾳ ἢ βασάνῳ ἢ ἄλλῳ τοιούτῳ. | |
pi153 | πειρῶ ἐνεργητικῶς τὸ ἀπόπειραν λαμβάνω, καὶ συντάσ‐ σεται γενικῇ. Θουκυδίδης· καὶ πειράσαντες πρῶτον τοῦ χωρίου καὶ οὐχ ἑλόντες ἐπορεύοντο κατὰ γῆν. καὶ Ὅμηρος· ἀλλὰ τάχιστα πείρα ὅπως κεν δὴ σὴν πατρίδα γαῖαν ἵκηαι. | |
pi154 | περιφανὲς καὶ ἀντὶ τοῦ ἁπλῶς φανερόν. ὁ μέγας Βα‐ σίλειος· κἀκεῖνος γὰρ ὑπὸ τούτου τοῦ πάθους εἰς τὸ περιφανὲς κατενήνεκται πτῶμα. | |
pi155 | πολίτης λέγεται καὶ ἀστὸς καὶ ἐπιχώριος καὶ ἐγχώ‐ ριος καὶ ἡμεδαπὸς καὶ ὁμόφυλος· τὸ δὲ συμπολίτης οὐ δόκι‐ μον· τὸ ἰθαγενὴς δὲ καὶ αὐθιγενὴς εὐτελές. βέλτιον δὲ ὁ αὐ‐ τόχθων καὶ ὁ δημότης. | |
pi156 | πλόκαμος, τὸ ὑποκοριστικὸν δὲ πλοκαμίς. θεολόγος· ξανθαὶ πλοκαμίδες διαφαινόμεναί τε καὶ ὑποφαινόμεναι. | |
pi157 | περὶ πρόθεσις σημαίνει ἐν ταῖς συνθέσεσι καὶ νίκην, περιγίνεται. καὶ ἄκρον, περιτομή. ὅθεν καὶ παρ’ Ἡσιόδῳ· | |
περιτεμνέμεν οἴνας. | 161 | |
pi158 | πορίζω ἐνεργητικῶς τὸ παρέχω. πορίζομαι παθητικῶς τὸ λαμβάνω, πολλάκις καὶ τὸ παρέχομαι. λαμβάνεται δὲ καὶ τὸ πορίζομαι ἀντὶ τοῦ πορίζω. Συνέσιος· ὅτι σοῦ πρεπούσας ὑπο‐ θέσεις τῇ φύσει πορίζονται. | |
pi159 | πολεμεῖ τῷ δεῖνι. καὶ πολεμεῖ μετὰ τοῦ δεῖνος τῷ δεῖνι ἀντὶ τοῦ σύμμαχον ἔχων. καὶ πολεμεῖ μετὰ τοῦ δεῖνος ἀντὶ τοῦ μά‐ χεται. Θουκυδίδης· καὶ καταστάντες ἐπολέμουν μετὰ Φιλίππου. | |
pi160 | πωλευθείη ἐπὶ τοῦ πώλου, σκυλακευθείη ἐπὶ τοῦ σκύλακος. Μάξιμος· εἰ ὁ μὲν ἵππος ὑπὸ τῆς τέχνης πωλευθείη καλῶς, ὁ δὲ κύων ἐν θήρᾳ σκυλακευθείη δεξιῶς. | |
pi161 | πτήσσω τὸ διὰ φόβον κρύπτομαι. Μάξιμος· ἐπιστὰς τῷ δρυμῷ ἐρωτᾷ ποιμένα, εἴ που εἶδε πτήξασαν τὴν ἔλαφον. γρά‐ φεται καὶ μετὰ τῆς ὑπό. Ὀππιανός· χαράδραις ὑποπτήσσουσι. | |
pi162 | πελάζω ἐγὼ καὶ πελάζω ἕτερον. Ὅμηρος· Γυρῇσίν μιν πρῶτα Ποσειδάων ἐπέλασσε πέτρῃσιν μεγάλῃσι. | |
rhot | Ρ. | |
rho1 | ῥᾴων ἐγένετο ἀντὶ τοῦ ἀνεκουφίσθη τῆς νόσου. Ἰουλια‐ | |
νός· καὶ ἐγενόμην αὐτίκα ῥᾴων, ὥστε μοι γενέσθαι κουφοτέραν τὴν νόσον. καὶ ῥᾴων ἡ νόσος ἐγένετο. θεολόγος· καὶ ἡμῖν τῇ παρου‐ σίᾳ ῥᾴων ἡ νόσος γίνεται. ῥᾷον συγκριτικὸν λαμβάνεται καὶ ἀντ’ | 162 | |
5 | ἐπιρρήματος. γράφεται δὲ καὶ ῥᾴως καὶ ῥᾳόνως. | |
rho2 | ῥαΐσας ἀντὶ τοῦ κουφισμὸν σχὼν τῆς νόσου. οὕτω Δημο‐ σθένης ἐν Φιλιππικοῖς. | |
rho3 | ῥᾳστώνη ἡ ἀμέλεια καὶ ἡ ἡδονή. Μάξιμος· κἂν ψιλῶς λέγῃ, δέξομαι καὶ ἀγαπήσω τὴν ῥᾳστώνην τῶν ἀκουσμάτων. καὶ ἡ εὐκολία. Μάξιμος· ἵππῳ καὶ κυνὶ οὐ χαλεπὸν τὸ οἰκεῖον ἀγαθόν, ἀλλὰ ῥᾳστώνη τούτων ἑκάστῳ ἐπιλαβέσθαι τῆς αὑτοῦ ἀρετῆς. καὶ | |
5 | ἡ ἄνεσις καὶ ἀνακουφισμός. Μάξιμος· καὶ γὰρ τῶν σωμάτων κό‐ πτεται μέρη ὑπὲρ ῥᾳστώνης τοῦ ὅλου. | |
rho4 | ῥοπὴ ἐπὶ σώματος, ὁρμὴ ψυχῆς. | |
rho5 | ῥᾴθυμος λέγεται καὶ ὁ μὴ εἰς λαγνείαν κατωφερής, ὅθεν καὶ ἵππους ῥᾳθύμους καλοῦσι τοὺς μὴ ὁρμῶντας ἐπὶ θηλείας. | |
rho6 | ῥιπτῶ ἀντὶ τοῦ ῥίπτω. θεολόγος· ῥιπτοῦμεν τὰ ἅγια | |
τοῖς κυσί. | 163 | |
sigmat | Σ. | |
sigma1 | σεμνὸς παρὰ ῥήτορσιν ὁ ἐμβριθὴς καὶ ὀγκώδης. | |
sigma2 | σπιλὰς ἡ ὕφαλος, καὶ τὸ κάτωθεν ἐκ τοῦ βυθοῦ ἀνασπώ‐ μενον ἄγριον κῦμα. Συνέσιος· μόλις ἐκβιασθεὶς ἀπέστη τοῦ δια‐ ναυμαχῆσαι πρὸς τὰς σπιλάδας. | |
sigma3 | σπένδω ἐνεργητικῶς τὸ θυσιάζω. σπένδομαι παθητικῶς τὸ φιλιοῦμαι, καὶ τὸ θυσία γίνομαι. θεολόγος· ἄρτι τὴν ἐκδημίαν ποθεῖ καὶ σπένδεται. | |
sigma4 | στασικώτερον τὸ ἑδραιότερον. Μάξιμος· οὐκ ἐν τῇ στα‐ σικωτέρᾳ καὶ ἑδραιοτέρᾳ καὶ ἀπηλλαγμένῃ τοῦ ῥεύματος. | |
sigma5 | σημεῖα αἱ σφραγῖδες. Δημοσθένης ἐν τῷ πρὸς Φαίνιππον. | |
sigma6 | συχνὸς ἐπὶ λόγων ἢ ἐπὶ ἄλλων πραγμάτων λαμβανόμενον, ἀττικῶς λαμβάνεται καὶ ἐπὶ προσώπων. Συνέσιος· συχνοὶ παρ’ ἡμῖν καὶ ἰδιῶται καὶ ἱερεῖς πλαττόμενοί τινας ὀνείρους. | |
sigma7 | σκευωρῶ τὸ ἐπιβουλεύω. καὶ σκευώρημα ἡ ἐπιβουλή. | |
Λιβάνιος· ὅτι δὲ ἐκ ταύτης γέγονε τὸ σκευώρημα δῆλον. | 164 | |
sigma8 | συσσημαίνεσθαι ἀντὶ τοῦ κατασφραγίζεσθαι. Λυκοῦρ‐ γος· συσσημαίνεσθαι τὰ γραμματεῖα. | |
sigma9 | συσκευάζεσθαι τὸ εὐτρεπίζεσθαι. Ξενοφῶν· καὶ συ‐ σκευάζεσθαι σῖτα ἡμερῶν εἴκοσι. | |
sigma10 | συνέφηβος γράφει Αἰσχίνης· τυγχάνει γὰρ ἡλικιώτης ὢν ἐμὸς καὶ συνέφηβος. | |
sigma11 | συμφορὰ ὡς ἐπὶ τὸ πλεῖστον λέγεται ἡ βλάβη, σπανίως καὶ ἡ ἡδονή. Σοφοκλῆς· οὐδ’ ἡσθήσεται τῇ συμφορᾷ. | |
sigma12 | σκοπιὰ ὁ ὑψηλὸς τόπος καὶ σκοπὴ ἀττικῶς. Λουκια‐ νός· καὶ ἐξευρήσω τὴν ἱκανὴν σκοπήν. | |
sigma13 | συνάρασθαι ἀττικῶς συντάσσεται αἰτιατικῇ. Δημο‐ σθένης· δεῖ τοίνυν ἡμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἀκαιρίαν τὴν ἐκείνου καιρὸν ἡμέτερον νομίσαντας συνάρασθαι τὰ πράγματα. | |
sigma14 | σκυζᾶν λέγεται ἐπὶ κυνῶν, ὅτε καθεύδοντες ὑποφωνοῦσι. | |
sigma15 | συμβαλεῖν ἀντὶ τοῦ ἁρμόσαι, καὶ ἀντὶ τοῦ νοῆσαι, καὶ ἀντὶ τοῦ μαχίμως συμπλακῆναι. Ἡρόδοτος· συμβαλὼν ἐν Μαγ‐ δάλῳ. | |
sigma16 | συμβάλλειν ἀντὶ τοῦ συναντᾶν καὶ ἀντὶ τοῦ μίγνυσθαι. | 165 |
sigma17 | σχόντες ἀντὶ τοῦ λαβόντες. καὶ σχόντες ἀντὶ τοῦ ἐλλι‐ μενίσαντες. Θουκυδίδης· σχόντες δ’ ἐν τῷ παράπλῳ ἐς Κεφαλη‐ νίαν καὶ ἀπόβασιν ποιησάμενοι. | |
sigma18 | σκύλαξ ὁ τελείας ἡλικίας κύων, καὶ ὁ νεογνός. ὁ μέγας Βασίλειος· οὔπω οἱ ὀδόντες τῷ σκύλακι, καὶ ὅμως διὰ τοῦ στόμα‐ τος ἀμύνεται τὸν λυπήσαντα. | |
sigma19 | στασιώτης ὁ στάσιν ἐγείρων. Ἀντιφῶν ἐν τῷ περὶ τῆς μεταστάσεως· περὶ τοίνυν ὧν Ἀπόλεξις κατηγόρηκεν, ὡς στασιώτης ἦν ἐγὼ καὶ ὁ πάππος ὁ ἐμός. | |
sigma20 | σαλπίζω ἀμετάβατον· διασαλπίζω δὲ τὰ πεπραγμένα ἀντὶ τοῦ διαφημίζω, μεταβατικόν. | |
sigma21 | σχολὴ ἡ εἴς τι πρᾶγμα ἐπιμονή. Συνέσιος· ὁ γὰρ ἐν‐ νεάσας τῇ κατὰ φιλοσοφίαν σχολῇ. κατὰ τοῦτο λέγονται καὶ σχο‐ λασταὶ οἱ διδάσκαλοι. καὶ σχολὴ ἡ ἀπό τινος πράγματος ἄνεσις. Συνέσιος· σὺ δ’ εἰ μὲν ἄγεις σχολὴν ὑπὸ τοῦ τῶν πραγμάτων | |
5 | ὄχλου. | |
sigma22 | συλλαβὼν ἀντὶ τοῦ ἐγκυμονήσας. καὶ συλλαβὼν ἀντὶ τοῦ συνάξας. Σοφοκλῆς· τὰ δ’ οὖν παρόντα συλλαβὼν θεσπίσματα | |
κεῖται παρ’ Ἅιδῃ Πόλυβος. καὶ Ἑρμογένης· παῖδας τρεῖς ὡς προδιδόντας συνέλαβε. καὶ συλλαβὼν ἀντὶ τοῦ νοήσας. Ἡρόδοτος· | 166 | |
5 | οὐ συλλαβὼν δὲ τὸ ῥηθὲν οὐδ’ ἐπανειρόμενος. | |
sigma23 | σκεύη λέγεται τὰ ἐφόδια. Ἀριστοφάνης· ὁ παῖς ἀκο‐ λούθει δεῦρο τὰ σκεύη φέρων. καὶ σκευοφόρος ὁ τὰ σκεύη φέρων. Λιβάνιος· εἰς τοὺς σκευοφόρους καὶ τελοῦντας εἰς δῆμον καὶ φρο‐ νήματος ἐστερημένους, εἰς τούτους ἀσελγαίνειν ἐχρῆν. | |
sigma24 | συμφέρεται ἀντὶ τοῦ ὁμιλεῖ. καὶ συμφέρεται ἀντὶ τοῦ ᾄδεται. Ἡρόδοτος· τοιοῦτον συμφέρεται πρῆγμα γίγνεσθαι. | |
sigma25 | συμβόλαιον τὸ συμβιβαστικὸν γράμμα. Λιβάνιος· οὐδ’ ἔχει τις καθ’ ἡμῶν συμβόλαιον οὐδέν. καὶ συμβόλαιον τὸ ἁπλῶς σημεῖον τινος καὶ γνώρισμα. Ἱμέριος· οὐ κρώβυλος χρυσοῦς ὑπὲρ κεφαλῆς ἀνακείμενος τῶν Κεκροπιδῶν τὸ συμβόλαιον. | |
sigma26 | σταφυλοβολεῖον τὸ καλούμενον πατητήριον, ὡς Ἀνδρο‐ τίων ἐν τῷ γεωργικῷ. | |
sigma27 | συλλαμβάνει λέγεται καὶ ἀντὶ τοῦ συγκροτεῖ, ὅπερ καὶ δοτικῇ συντάσσεται. Ἑρμογένης· συλλαμβάνει δ’ οὖν τι σμικρὸν | |
τῷ χρωμένῳ. | 167 | |
sigma28 | συμμορία ὁ συνασπισμός. Συνέσιος· ἡμεῖς δὲ συμμο‐ ρίαν ἀδελφῶν αὐτῷ παρεσχόμεθα. | |
sigma29 | σωφρονεῖν ἐπὶ πάσης ἀρετῆς, εἴπερ ἐναντίον ἐστὶ τῷ μαί‐ νεσθαι. τὸ δὲ μαίνεσθαι ἐπὶ τῶν ἀμέτρως χρημάτων ἐρώντων καὶ ἐπὶ τῶν φιλοδόξων καὶ φιληδόνων. | |
sigma30 | σχῆμα τρίγωνον ἢ τετράγωνον ἢ ἄλλο τοιοῦτον. καὶ σχῆ‐ μα ἡ πρόφασις. Ἀριστείδης· τότε καὶ τοῖς Ἀθηναίοις καὶ πρός γ’ ἔτι Θηβαίοις ἦν τι σχῆμα τῶν πρὸς ἀλλήλους πραγμάτων. καὶ σχῆμα τὸ εἶδος. ὁ αὐτός· καὶ μὴν εἰ μὲν ἔχοντας τὸ τῶν ὑπη‐ | |
5 | κόων σχῆμα. καὶ σχῆμα ἡ θέσις. Εὐριπίδης· ὦ σχήματ’ οἴκων. | |
sigma31 | σφάλλει ἀμεταβάτως, καὶ σφάλλει ἕτερος ἕτερον. Θεο‐ λόγος· σφάλλει τοὺς συνετούς, περιτρέπει τοὺς ἰσχυρούς. | |
sigma32 | σεμνύνω ἕτερον καὶ σεμνῶ. Λιβάνιος· ὁ δὲ σεμνώσας τὸ πρόσωπον, τὰ πάντων, ἔφη, μέγιστα πάτερ κτησόμεθα. | |
sigma33 | σπείδω ἐνεργητικῶς τὸ χέω. Ἱμέριος· πόσας δέ σοι πηγὰς δακρύων οὐκ ἔσπεισα. παθητικῶς δὲ τὸ φιλοῦμαι. | |
sigma34 | σοφιστὴς ὁ ῥήτωρ, ὁ παραλογιστὴς καὶ ὁ ἐριστικός. σό‐ φισμα ἡ σοφία. Ἀριστοφάνης· τέχναι δὲ πᾶσαι διὰ σὲ καὶ σοφί‐ σματα. καὶ σόφισμα ἡ ἀπάτη. | 168 |
sigma35 | σκοπὸς ἡ ἔννοια, ὁ πρωτοφανὴς καρπός, τὸ σημεῖον ὃ βάλλουσιν οἱ τοξεύοντες, καὶ ὁ φύλαξ. | |
sigma36 | σαλεύω μεταβατικῶς. θεολόγος· οὐδὲ ἀπὸ οἴνου τοῦ πρὸς ὀλίγον σαλεύοντος. καὶ σαλεύω ἀμεταβάτως. λέγεται δὲ ἡ λέξις κυρίως ἐπὶ τῶν μετεωριζομένων ἐν ὕδασιν. Ἱμέριος· Δῆλον μὲν δὴ λόγος τὴν νῆσον ταύτην τὴν γείτονα, πρὶν μὲν ἀνθρώποις φα‐ | |
5 | νῆναι τὸν θεὸν τὸν Ἀπόλλωνα, ὡς ὑπὸ πελάγει κρύπτεσθαι φερομέ‐ νην τε καὶ σαλεύουσαν. καὶ Χρυσόστομος· μαινομένην τὴν φύσιν καταστέλλουσα καὶ οὐκ ἀφιεῖσα πελάγιον σαλεύειν. | |
sigma37 | συνέδριον καὶ ἐπὶ συνελεύσει θείων ἀνδρῶν λέγεται ..... | |
sigma38 | .................................... τοὺς Ἀττικοὺς ὑποστατικῶν προσώπων. Συνέσιος· συχνοὶ παρ’ ἡμῖν καὶ ἰδιῶται καὶ ἱερεῖς πλαττόμενοί τινας ὀνείρους. | |
sigma39 | σοφίζω ἀντὶ τοῦ σοφὸν ποιῶ. καὶ σοφίζομαι ὑπό τινος ἀντὶ τοῦ σοφὸς γίνομαι. καὶ σοφίζομαι τὸ παραλογίζομαι, καὶ τὸ | |
σοφῶς λέγω, καὶ τὸ μηχανῶμαι, καὶ τὸ ἐφευρίσκω. | 169 | |
sigma40 | συνορᾶν ἀντὶ τοῦ κατανοεῖν, καὶ συνιδεῖν ἀντὶ τοῦ κα‐ τανοῆσαι. ὁρᾶν δὲ ἀντὶ τοῦ βλέπειν, καὶ ἰδεῖν ἀντὶ τοῦ θεά‐ σασθαι. | |
sigma41 | σωφρονῶ ἀμεταβάτως· σωφρονίζω δὲ μεταβατικῶς. θεολόγος· μὴ πλήξωμεν ἀθρόως, οὐ γὰρ ἀσφαλές, ἀλλ’ ἀφόβως σωφρονίσαντες τῇ φιλανθρωπίᾳ νικήσωμεν. | |
sigma42 | σιτίζω ἕτερον, σιτοῦμαι δὲ ἐγώ. Λιβάνιος· τὰς Διομή‐ δους οὐκ ἀκούομεν ἀντὶ τῆς νομιζομένης τροφῆς ἀνθρώπων σιτεῖσθαι σώμασι; | |
sigma43 | συμβάλλομαι ἀντὶ τοῦ συντελῶ. Ἑρμογένης· συμ‐ βάλλεται μέν τι σμικρὸν τῷ χρωμένῳ. καὶ συμβάλλομαι ἀντὶ τοῦ νοῶ. Ἡρόδοτος· καὶ ὡς ἐγὼ συμβάλλομαι, τοῖσιν ἐμφανέσι τὰ μὴ γινωσκόμενα τεκμαιρόμενος. | |
sigma44 | σφαγεὺς ἐπὶ ἀνθρώπου, καὶ ἐπὶ ξίφους. Σοφοκλῆς· ὁ | |
μὲν σφαγεὺς ἕστηκεν. | 170 | |
taut | Τ. | |
tau1 | τρίβος ἡ φανερὰ ὁδὸς ἤγουν ἡ λεωφόρος. καὶ ἐντριβὴς τὸ αὐτό. Μάξιμος· οἱ οἰκεῖοι τὸν κάμνοντα εἰς τῶν ἀγυιῶν τὴν ἐντριβῆ κατετίθεντο. | |
tau2 | τὸ ἀνέκαθεν. Κύπριος· νησιώτας τὸ ἀνέκαθεν ὄντας. | |
tau3 | τρύζειν ἐπὶ τρυγόνων λέγεται· ἐπὶ δὲ περιστερᾶς γογ‐ γύζειν. | |
tau4 | τετύφωμαι ἀντὶ τοῦ ἔξω τῶν φρενῶν γέγονα, ἢ ἀπὸ μετα‐ φορᾶς τῆς βροντῆς ἢ ἀπὸ τῶν ἐπὶ τὸν Τυφῶνα καταφερομένων σκηπτῶν. | |
tau5 | τερετίζειν καὶ τεττίζειν ἐπὶ τεττίγων. | |
tau6 | τέλη τὰ πληρώματα ἤγουν αἱ λήξεις. καὶ τέλη τὰ μέρη. Θουκυδίδης· οἱ δὲ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι τρία τέλη ποιή‐ σαντες τῶν αὐτῶν ἐχώρουν πρὸς τὴν τῶν Στρατίων πόλιν. καὶ τέλη | |
οἱ φόροι. καὶ τέλη ἐπὶ ἀνθρώπων οἱ ὑπερφερεῖς καὶ ἐκλελεγμένοι. | 171 | |
5 | Μάξιμος· ἀλλὰ τῶν Λακεδαιμονίων τὰ τέλη ἀνακαλεσάμενοι τὸν ἄνδρα, ἐκέλευον αὐτῷ ἐξιέναι τῆς Σπάρτης αὐτίκα. καὶ τέλη αἱ πράξεις. ὁ αὐτός· τί γὰρ ἂν εἴη τέλος χαριέστερον δήμου εὐθυμου‐ μένου καὶ δαιτυμόνων οἴκοι ᾠδῆς ἀκροωμένων; καὶ τέλη αἱ δαπά‐ ναι, ὅθεν καὶ πολυτελὴς τράπεζα. | |
tau7 | τελεῖν τὸ λαμβάνειν φόρους καὶ τὸ διδόναι, καὶ τὸ πράτ‐ τειν, καὶ τὸ ἑορτάζειν, καὶ τὸ καταλέγεσθαι καὶ συναριθμεῖσθαι. | |
tau8 | τὸ γοῦν ἐφ’ ἡμῖν ἀντὶ τοῦ κατὰ τὴν ἡμετέραν δύναμιν ἢ προαίρεσιν. | |
tau9 | τότε ἀντὶ τοῦ εἶτα. Χρυσόστομος· σὺ πρῶτος ἀπολαύεις τῶν ἀγαθῶν, ἐὰν υἱὸν ἔχῃς καλόν, τότε καὶ ὁ θεός. | |
tau10 | τέως ἀντὶ τοῦ ἀληθῶς καὶ ὁμολογουμένως. Χρυσόστο‐ μος· καὶ ἔπλασε, φησίν, ὁ θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς· τέως οὐ μικρὰ ἡμῖν ἐντεῦθεν τίκτεται, ἐὰν νήφειν βουλώμεθα, ταπεινοφροσύνης διδασκαλία. καὶ τέως ἀντὶ τοῦ κατὰ τὸ παρόν. | |
5 | Ἀριστοφάνης· τέως μὲν οὖν ἐκρινόμεθα. καὶ τέως ἀντὶ τοῦ λοι‐ πόν· τί μὴ τέως αἱρῇ τῶν φαινομένων τὸ ἄριστον; καὶ τέως ἀντὶ τοῦ μέχρι τοῦ νῦν. Συνέσιος· τέως μὲν ἐπράττομεν εὖ. καὶ τέως ἀντὶ τοῦ ὅμως. Συνέσιος· τέως δὲ ὥσπερ εἴ τί μοι τῶν ἡδέων συν‐ επεπτώκει, ἐκοινωσάμην ἄν σοι τῇ πάντων φιλτάτῃ μοι κεφαλῇ, | |
10 | οὕτω καὶ τῶν δυσχερῶν εἰς σὲ παραπέμπω τὴν ἀκοήν. καὶ τέως ἀντὶ τοῦ τάχα. Χρυσόστομος· τῆς παρ’ αὐτοῦ ἐπιμελείας ἐδεῖτο ὁ παράδεισος, οὐ τοῦτο λέγω, ἀλλ’ ἠβουλήθη τέως μικράν τινα καὶ αὐτὸν ἔχειν μέριμναν. | 172 |
tau11 | τριβωνευόμενοι. Ἀντιφῶν ἐν τῷ περὶ Λινδίων φόρου. ἤτοι ἀντὶ τοῦ τριβὰς ἐμποιοῦντες, ἢ ἀντὶ τοῦ τεχνάζοντες, ἢ ἀντὶ τοῦ τρίβωνες εἶναι πραγμάτων. | |
tau12 | τήβεννον ἀρσενικὸν Πλούταρχος· καὶ τήβεννον ἐφόρει περιπόρφυρον. | |
tau13 | τὸ λοιπὸν ἀντὶ τοῦ διὰ τοῦτο. Ἰώσηπος· σκίδνανται δὴ τὸ λοιπὸν ἐντεῦθεν ὑπὸ τῆς ἀλλογλωσσίας. | |
tau14 | τετριγέναι ἐπὶ νυκτερίδων λέγεται. | |
tau15 | τριηράρχημα τὸ εἰς τὴν τριηραρχίαν ἀνάλωμα. ἐπιτριη‐ ράρχημα δὲ τὸ ἀνευρισκόμενον μετὰ τὸν τῆς τριηραρχίας χρόνον. Δημοσθένης ἐν τῷ περὶ τοῦ τριηραρχήματος. | |
tau16 | ταύτῃ ἀντὶ τοῦ διὰ τοῦτο. καὶ ταύτῃ ἀντὶ τοῦ ἐκεῖσε. | |
Συνέσιος· ἀλλὰ καὶ μὴ λέγοντος Πλάτωνος ἀνάγκη κωφὸν εἶναι τὸν ταύτῃ λάσιον ὅθεν ἀκούομεν, ὥσπερ καὶ τυφλὸν τὸν ταύτῃ λά‐ σιον ὅθεν ὁρῶμεν. | 173 | |
tau17 | τοῦ λοιποῦ ἀντὶ τοῦ εἰς τὸ ἑξῆς. Λιβάνιος· ἐκεῖνός σοι τοῦ λοιποῦ πατήρ. | |
tau18 | τοιαυτὶ ἀντὶ τοῦ τοιαῦτα. Μάξιμος· τοιαυτὶ λέγοντες ἕξιν τινὰ θεωρίας τῇ ψυχῇ προστίθενται. | |
tau19 | ταλαιπωρῶ ἐνεργητικῶς καὶ ταλαιπωροῦμαι. | |
tau20 | τελευτήσας ἀντὶ τοῦ καταντήσας. Μάξιμος· καταβὰς διὰ τῆς βασιλέως γῆς καὶ τελευτήσας ἐκεῖ. | |
tau21 | ταχύνω ἀμετάβατον· ἐπιταχύνω δὲ τὸ ἔργον μεταβατικῶς. | |
tau22 | τρίτην ἡμέραν λέγουσιν οἱ Ἀττικοί, οὐχὶ τρίτης ἡμέ‐ ρας οὐδὲ τρίτῃ ἡμέρᾳ. Ξενοφῶν· χθὲς καὶ τρίτην ἡμέραν. καὶ τρίτον ἔτος, οὐχὶ τρίτῳ ἔτει. ἐνίοτε δὲ προστίθεται καὶ τὸ τοῦτο καὶ τουτί, ἐπειδὰν ἀπὸ τοῦ παρόντος χρόνου λογίζωνται καὶ μὴ ἀπό | |
5 | τινος παρῳχηκότος. Δημοσθένης· τρίτον ἔτος τουτί. ἄνευ δὲ τῆς προσθέσεως τῆς τοῦτο καὶ τουτὶ κοινὸν καὶ τοῦ παρεληλυθότος χρόνου ἐστί. | |
tau23 | τελευτῶ ἀντὶ τοῦ τέλος λαμβάνω ἀμετάβατον. καὶ τε‐ λευτῶ τὸ ἔργον ἀντὶ τοῦ τελειῶ μεταβατικῶς. | |
tau24 | τιμωρῶ ἐνεργητικῶς τὸ ἐκδικῶ καὶ βοηθῶ. Ἡρόδοτος· βοηθέων γὰρ ἡμῖν σεωυτῷ τιμωρέεις. καὶ τιμωρῶ ἀντὶ τοῦ ἀντα‐ μύνομαι. εὐριπίδης· Παλαμήδου σε τιμωρεῖ φόνος. τιμωροῦμαι δὲ παθητικῶς ἀντὶ τοῦ ἀνταμύνομαι καὶ κολάζω ἀεί ποτε. | 174 |
tau25 | τιμωρία ἡ κόλασις, καὶ ἡ ἐκδίκησις. Θουκυδίδης· γνόν‐ τες δὲ οἱ Ἐπιδάμνιοι οὐδεμίαν σφίσιν ἀπὸ Κερκύρας τιμωρίαν οὖσαν ἐν ἀπόρῳ εἶχον τίθεσθαι τὸ παρόν. | |
tau26 | τοξεύω τὸ ἁπλῶς βέλη πέμπω. τοξεύω δὲ σὺν προθέσει ἐπὶ σκοπὸν ἢ κατὰ τοῦ δεῖνος. | |
tau27 | τροπωτὴρ γράφεται. Θουκυδίδης· τὴν κώπην καὶ τὸ ὑπηρέσιον καὶ τὸν τροπωτῆρα. | |
tau28 | τρέχω ἐπὶ δρόμου· τρέχω δὲ ἐπὶ τὸ βραβεῖον μεταβατι‐ κῶς, καὶ τρέχω τὸν περὶ ψυχῆς. | |
tau29 | τὸ δὲ ἀπὸ τούτου ἀντὶ τοῦ μετὰ ταῦτα. Ἡρόδοτος· τὸ δὲ ἀπὸ τούτου Ἕλληνας δὴ μεγάλως αἰτίους γενέσθαι. | |
tau30 | τὸ παράπαν γράφεται χωρὶς καὶ ἀρνητικοῦ μορίου. Ἡρό‐ δοτος· ἀπηλλάσσετο ἐκ τῆς χώρας τὸ παράπαν. | |
tau31 | τρέμω ἐπὶ τρόμου ἀμεταβάτως· τρέμω δὲ τὸν θάνατον ἀντὶ τοῦ φοβοῦμαι μεταβατικῶς. | |
tau32 | τό γ’ εἰς αὐτὸν ἀντὶ τοῦ κατὰ τὴν αὐτοῦ δύναμιν. Κύ‐ πριος· τό γ’ εἰς αὐτὸν οὐ φείσεται τῶν ὅσα δεινὰ καὶ πρᾶξαι καὶ λέξαι. | 175 |
tau33 | τυραννῶ καὶ τυραννεύω. Θουκυδίδης· οἵ τε Ἀθηναίων τύραννοι καὶ οἱ ἐκ τῆς ἄλλης Ἑλλάδος ἐπὶ πολὺ καὶ πρὶν τυραν‐ νευθείσης. | |
tau34 | τραγῳδία ἡ ποίησις τῶν τραγικῶν, καὶ τὸ πάθος, καὶ ἡ συμφορά. | |
tau35 | τεὸν ἐπὶ δευτέρου προσώπου, ἑὸν ἐπὶ τρίτου. | |
tau36 | τοιοῦτος ἔχει ἀναφερόμενον τὸ οἷος· προτάττεται δὲ καὶ ἐπιτάττεται· πολλάκις δὲ ἔχει καὶ τὸ ὥστε. Συνέσιος τὸν μὲν ὅτι τοιοῦτός ἐστιν ὥστ’ εἰ μὴ πεποίηκεν, ἐποίησεν ἄν. | |
tau37 | τυφλώττω ἀντὶ τοῦ ἀβλεπτῶ, καὶ γράφεται ἐπὶ ἐνεστῶτος. | |
tau38 | τυπτήσω ἀττικῶς. Ἀριστοφάνης· οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε. καὶ Λιβάνιος· κἂν ὑβρίσῃ, τυπτήσει γε προϊών. | |
tau39 | τυχεῖν ἀττικῶς αἰτιατικῇ. τὸ δ’ αὖ δύνασθαι πρὸς θεῶν χρῄζω τυχεῖν. | |
tau40 | ταῦτ’ ἄρα ἀντὶ τοῦ διὰ τοῦτο. Ἀριστοφάνης· ταῦτ’ ἄρ’ ἀκούσας’ αὐτῶν τὸ φθέγμα ἡ ψυχή μου πεπότηται. | |
tau41 | τύπος ἡ τάξις, καὶ τὸ ἔθος. Ἱμέριος· διὸ τὰ μὲν πλείω | |
ἐατέον, ἐκ πολλῶν δ’ ὀλίγα λεκτέον, ἵνα κἀνταῦθα τὸν ἶσον τῷ λόγῳ τύπον φυλάξωμεν. καὶ τύπος τὸ σκίασμα. θεολόγος· τὸ γὰρ νομικὸν πάσχα, τολμῶ καὶ λέγω, τύπου τύπος ἦν ἀμυδρότερον. | 176 | |
tau42 | ταρσὸς πόλις, καὶ τὸ ἄκρον τοῦ πτεροῦ, καὶ τὸ πλατὺ τῆς κώπης. | |
tau43 | τοῦ καὶ τινὸς λαμβάνεται καὶ ἐπὶ θηλυκοῦ. Σοφοκλῆς· καὶ τοῦ με χρείας τάδε λιπαρεῖς τυχεῖν; | |
tau44 | ταῦτά τοι ἀντὶ τοῦ διὰ ταῦτα. Ἰουλιανός· ταῦτά τοι διαθεόντων ἀνέχομαι τῶν θεῶν. | |
tau45 | τοσαυτάκις. Ἰουλιανός· καὶ τίς ἀνέξεται τοσαυτάκις εἰς ἱερὰ φοιτῶντος Καίσαρος; | |
tau46 | τάλαντον ἡ πλάστιγξ. Ἀριστοφάνης· καὶ ταλάντῳ μουσικὴ σταθμηθήσεται. καὶ τάλαντον τὸ νόμισμα. θεολόγος· ἐπεργασθήτω τὸ τάλαντον, ἀλλὰ μὴ συγχωσθήτω. | |
tau47 | τάχος οὐχ ἵσταται ἀντὶ τοῦ διὰ τὸ τάχος. θεολόγος· καὶ ὄψιν ἀστραπῆς τάχος οὐχ ἱσταμένης. | |
tau48 | τάριχος καὶ ἐπὶ ἀρσενικοῦ. Ἡρόδοτος· οἱ τάριχοι ἐπὶ τῷ πυρὶ κείμενοι ἐπάλλοντό τε καὶ ἔσπαιρον. | |
tau49 | τὴν ἀρχὴν ἀντὶ τοῦ κατ’ ἀρχάς. Κύπριος· ἀλλ’ ἐῶ τὴν γῆν, ἣν τοσοῦτον παρέχειν ἐφρόντισεν, ὅσον εἰ μηδὲ τὴν ἀρχὴν διδόναι προσέταττε βασιλεύς. | 177 |
tau50 | τρὺξ λέγεται ἡ τοῦ οἴνου ὑποστάθμη καὶ τρυγίας. | |
tau51 | τοῦτο μὲν τοῦτο δὲ ἀντὶ τοῦ ἅμα μὲν ἅμα δέ. Συνέ‐ σιος· τὸ δὲ ἀπαγγεῖλαί σοι περὶ τοῦ υἱοῦ Διοσκουρίου, τοῦτο μὲν ὡς ὑγιαίνει, τοῦτο δὲ ὡς ἀναγινώσκει. | |
tau52 | τηλύγετος λέγεται παρὰ ποιηταῖς ἢ ὁ μονογενὴς ἢ ὁ πρὸς τῷ γήρᾳ τῷ πατρὶ γεγονώς. νόθος ὁ ἐξ ἀλλοτρίας γυναικός, εἰσποιητὸς δὲ καὶ θετὸς ὁ μὴ γεννηθεὶς ἀλλ’ ἀναληφθεὶς ἐπὶ χρήμασι. | |
tau53 | τηθὶς ἡ θεία τοῦ πατρός. | |
tau54 | ταχὺ ἀντὶ τοῦ ταχέως καὶ διὰ ταχέος καὶ ὅτι τάχιστα καὶ ὡς εἶχε τάχους καὶ ἐν τάχει. καὶ ὡς τὸ πολὺ καὶ ὡς τὸ ἐπὶ πολὺ καὶ ὡς τὸ ἐπίπαν καὶ ὡς ἐπὶ τὸ πλεῖστον καὶ ἐκ τοῦ ἐπὶ πλεῖστον καὶ ἐπὶ τὸ πολὺ καὶ ὡς ἐπὶ τὰ πολλά, πάντα ἀντ’ | |
5 | ἐπιρρήματος λαμβάνονται. | 178 |
upsilont | Υ. | |
upsilon1 | ὑπὸ πρόθεσις καὶ ἐπὶ ἀγαθοῦ τίθεται. Λιβάνιος ἡμεῖς, ὦ γενναιότατε, πολλὰ καλὰ παθόντες ὑπὸ σοῦ. κεῖται ἡ ὑπὸ πρόθεσις καὶ ἀντὶ τῆς εἰς. Θουκυδίδης· ἐλθόντες δὲ ὑπὸ Σπάρτολον τὸν σῖτον διέφθειραν. | |
upsilon2 | ὑποστὰς ἀντὶ τοῦ δεξάμενος. ὁ δὲ ὑποστὰς τὴν μήνυσιν πρὸς τὴν ἐκείνου παρασκευάζεται ἐπιβουλήν. καὶ ὑποστὰς ἀντὶ τοῦ ὑπομείνας καὶ θαρρήσας. Ξενοφῶν· ὅστις ὑποστὰς ἐθελοντὴς πορεύεσθαι. καὶ ὑποστὰς ἀντὶ τοῦ ὑποσχεθείς. Ἡρόδοτος· ὦ Πέρ‐ | |
5 | σαι, τίς ἄν μοι τοῦτο ὑμῶν ὑποστὰς ἐπιτελέσειε σοφίῃ καὶ μὴ βίῃ. | |
upsilon3 | ὕπαγε ἀντὶ τοῦ ἄπελθε. Ἀριστοφάνης· ὕπαγε θᾶττον. καὶ ὕπαγε τὸν βοῦν τῇ ζεύγλῃ. | |
upsilon4 | ὑπιδέσθαι ἀντὶ τοῦ ὑποπτεῦσαι. Χρυσόστομος· οὔτε κίνδυνον ἔστιν ὑπιδέσθαι. | |
upsilon5 | ὑπέστη ἀντὶ τοῦ ἐγένετο. Χρυσόστομος· τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι τὰ πρότερον μὴ ὄντα εἰς τὸ εἶναι ὑπέστη. καὶ ὑπέστη ἀντὶ τοῦ ὑπέμεινε, καὶ ἀντὶ τοῦ ὑπεσχέθη. Κύπριος· ὑπέστης δοῦναι τὴν βίβλον. καὶ ἀντὶ τοῦ ἐκρύβη. Πλούταρχος· | |
5 | καὶ προσιοῦσιν αὐτοῖς μετὰ σπουδῆς ὀφθῆναι φοβηθεὶς ὑπέστη λάρνακα κειμένην πρὸ αὑτοῦ ποιησάμενος. καὶ ἀντὶ τοῦ ἐδουλώθη, ὅπερ καὶ δοτικῇ συντάσσεται. Ἀριστείδης· καὶ κατηνάγκασαν ὥσπερ παῖδας ἄκοντας ὑποστῆναι τῇ θεραπείᾳ. | 179 |
upsilon6 | ὑποθαλπόμενοι ἀντὶ τοῦ ἐξαπατώμενοι. Ἰώσηπος· τοὺς δὲ ὑποθαλπομένους ἐλπίδι | |
upsilon7 | ὑπέθηκε τὴν οὐσίαν ὁ δανειζόμενος· ὑπέθετο δὲ ὁ δα‐ νείζων. | |
upsilon8 | ὑπεκθεῖναι ἐπὶ κρυφίᾳ ῥίψει παιδὸς λέγεται. Λιβάνιος· ἐπειδὴ καὶ ὁ φιλοπάτωρ οὗτος ἐγένετο παῖς, ὡς εἴθε μήποτε, ὑπεκ‐ θεῖναι τοῦτον εὐθὺς ἐβουλόμην. | |
upsilon9 | ὑπερέθεντο ἀντὶ τοῦ ἐβουλεύσαντο. καὶ ὑπερέθεντο ἀντὶ τοῦ ὑπέρθεσιν ἐποιήσαντο. | |
upsilon10 | ὑπάγει ἀντὶ τοῦ ἀπέρχεται, καὶ ἀντὶ τοῦ ἐγκαλεῖ, καὶ ἀντὶ τοῦ ἐξαπατᾷ. ὑπάγοντος αὐτὸν τοῦ κέρδους. | |
upsilon11 | ὑπὸ τὸν καιρὸν ἐκεῖνον ἀντὶ τοῦ κατ’ ἐκεῖνον τὸν και‐ ρόν. Ἰώσηπος· ὑπὸ δὴ τοῦτον τὸν καιρὸν οἱ Σοδομῖται πλούτῳ καὶ μεγέθει χρημάτων ὑπερφρονοῦντες. | |
upsilon12 | ὑποκρίνεσθαι παρὰ τοῖς παλαιοῖς ἀντὶ τοῦ ἀποκρίνεσθαι, | |
ἔνθεν καὶ ὑποκριτὴς ὁ ἀπολογούμενος τῷ χορῷ. | 180 | |
upsilon13 | ὑπολαβὼν ἀντὶ τοῦ διακρίνας. Ἱμέριος· δεινὸν δὲ τὸ πρᾶγμα ὑπολαβών, εἰ μὴ καλλωπίζοιτο τοῖς ἐκείνου καλοῖς ἡ πόλις. καὶ ὑπολαβὼν ἀντὶ τοῦ λογισάμενος ἐπ’ ἀμφιβόλῳ, καὶ ἀντὶ τοῦ διακόψας τὸν λόγον καὶ ἀποκριθείς, καὶ ἀντὶ τοῦ λαβών. Ἡρόδο‐ | |
5 | τος· τῶν δὲ ναυαγίων πολλὰ ὑπολαβὼν ἄνεμος Ζέφυρος ἐξέφερε τοῖς Ἀττικοῖς. καὶ ἀντὶ τοῦ ἁπλῶς ἀπολογησάμενος. Θουκυδίδης· τοσαῦτα εἰπόντων Πλαταιῶν Ἀρχίδαμος ὑπολαβὼν εἶπε. καὶ ἀντὶ τοῦ μετὰ ἀπάτης λαβών. Θουκυδίδης· οὐ γὰρ ἂν Κέρκυράν τε ὑπολαβόντες βίᾳ ἡμῶν εἶχον καὶ Ποτίδαιαν ἐπολιόρκουν. | |
upsilon14 | ὑπομιμνήσκω ἀπὸ αἰτιατικῆς εἰς γενικήν. θεολόγος· πάλιν ὑπομιμνήσκω σε τοῦ βαπτίσματος. καὶ ἀπὸ αἰτιατικῆς εἰς αἰτιατικήν. Λιβάνιος· οὐχ ἵνα τὰς συμφορὰς ὑπομνήσω τὴν πόλιν. | |
upsilon15 | ὑπερθέμενοι ἀντὶ τοῦ ἀναβαλόμενοι. καὶ ὑπερθέμενοι ἀντὶ τοῦ ἀναβιβάσαντες. Λυσίας· ὑπερθέμενοι δὲ παῖδας καὶ γυναῖκας εἰς Σαλαμῖνα, συνήθροιζον καὶ τὸ τῶν ἄλλων συμμάχων ναυτικόν. | |
upsilon16 | ὑπὸ νύκτα ἀντὶ τοῦ κατὰ νύκτα. Λυσίας· ἀποδρασάντων δὲ ὑπὸ νύκτα τῶν πλείστων συμμάχων. | |
upsilon17 | ὑπηρέτης ὁ δοῦλος. καὶ ὑπηρέτης ὁ δήμιος. Μάξιμος· Σωκράτην τοῦτον Ἄνυτος μὲν εἰσήγαγε, Λύκος δὲ ἐδίωκε, κατεδί‐ | |
κασαν δὲ Ἀθηναῖοι, ἔδησαν δὲ οἱ ἕνδεκα, ἀπέκτεινε δὲ ὁ ὑπηρέτης. | 181 | |
upsilon18 | ὑπάγω ἀμετάβατον, καὶ ὑπάγω ἕτερον μεταβατικόν. θεολόγος· καὶ ὑπάγων πρὸς τὰ ἄνω τὸν ἐραστήν. | |
upsilon19 | ὑπαγορεύω ἀμεταβάτως, καὶ ὑπαγορεύω μεταβατικῶς. Συνέσιος· ἀλλὰ καὶ πρὸς ἔνδειξιν καὶ φιλοτιμίαν ὑπαγορεύειν ἐπιστολάς. | |
upsilon20 | ὑποδησάμενος ἐπὶ ὑποδημάτων· καὶ ὑπολυσάμενος ἐπὶ τοῦ ἐναντίου. Ἀριστοφάνης· κατάθου θοιμάτιον, ἔπειτα ὑπό‐ λυσαι. τὸ δὲ ἐνδυσάμενος καὶ ἐκδυσάμενος ἐπὶ ἱματίων. καὶ περιδύσας ἀντὶ τοῦ ἐκδύσας. Συνέσιος· πεσόντα δὲ ἤδη περιδύ‐ | |
5 | σας τὰ ὅπλα, συχνοὺς ἐπ’ αὐτῷ κατείργασται. | |
upsilon21 | ὑπέσχε δίκην ἀττικῶς· τὸ δὲ παρέσχε βάρβαρον. | |
upsilon22 | ὑμνούμενον τὸ ἐπαινούμενον, καὶ τὸ ᾀδόμενον. Κύπριος· ὥστε καὶ τὸ τῆς Γεέννης ὑμνούμενον πῦρ. | |
upsilon23 | ὑπάγουσιν ἀντὶ τοῦ προάγουσι Δημοσθένης ἐν Φι‐ λιππικοῖς. | |
upsilon24 | ὑπέρογκος ἐσθὴς λέγεται, καὶ ὑπέρογκος τράπεζα. | |
upsilon25 | ὑγιαίνω ἀμετάβατον, καὶ ὑγιαίνω τῷ σώματι καὶ τὸ σῶ‐ μα μεταβατικῶς. | |
upsilon26 | ὑπεξάγει ἀντὶ τοῦ ὑπεκφεύγει. Μάξιμος· ἔλαφον διώκει | |
λέων, ἡ δὲ φεύγουσα ὑπεξάγει καὶ καταδύεται. | 182 | |
upsilon27 | ὑπακοῦσαι ἀντὶ τοῦ ὑποταγῆναι, καὶ συντάσσεται δοτικῇ. καὶ ὑπακοῦσαι ἀντὶ τοῦ ἁπλῶς ἀκοῦσαι, καὶ συντάσσεται αἰτια‐ τικῇ. Ἀριστείδης· οὗ τὰς ἀπειλὰς πρῶτον οὐκ ἦν ἑστῶσι τοῖς ὠσὶν ὑπακοῦσαι. | |
upsilon28 | ὑποκρίνασθαι ἀντὶ τοῦ ἀποκρίνασθαι. Ἡρόδοτος· καὶ ἀπαιτέειν τὴν θυγατέρα, τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς. | |
upsilon29 | ὑποσπόνδους ἔλαβον τοὺς νεκροὺς ἀντὶ τοῦ σπονδὰς πρὸς ἀλλήλους ποιησάμενοι. Θουκυδίδης· τούς τε νεκροὺς κομίζεται τῇ ὑστεραίᾳ ὑποσπόνδους. | |
upsilon30 | ὑπολαμβάνει ἀντὶ τοῦ λογίζεται, καὶ τὸ διαδέχεται. θεο‐ λόγος· ἐκδημίαι τινές, ἐπειδή γε ἡμᾶς οὐκ εἶχε, τῶν ἀναγκαίων ὑπολαμβάνουσι. καὶ Ἡρόδοτος· ὑπολαμβάνοντες δὲ οἱ ἄνεμοι καὶ διασκιδνάντες τήκουσιν. | |
upsilon31 | ὑπόσχομαι παθητικῶς ἀντὶ τοῦ ὑπισχνοῦμαι. ὑπόσχω δὲ ἐνεργητικῶς ἀντὶ τοῦ δίδωμι ἢ ἐκπέμπω. Ἰουλιανός· ἀλλὰ τῆς εὐχαριστίας, πρὸς θεῶν καὶ Διὸς ἀγοραίου καὶ πολιούχου, ὑπόσχετε λόγον. καὶ θεολόγος· τί οὖν δοκεῖ καὶ τί βέλτιον; νῦν ὑπόσχωμεν | |
5 | τὰς εὐθύνας. | 183 |
upsilon32 | ὑπὸ χεῖρα γράφεται καὶ ὑποχείριος. ὁ μέγας Βασί‐ λειος· ὅσον ἐστὶ κακὸν ἀντὶ ὁδηγίας πλάνης αἴτιον γενέσθαι τοῖς ὑποχειρίοις. | |
upsilon33 | ὑπερήμεροι κυρίως οἱ δίκην ὀφείλοντες ὁποίαν οὖν καὶ τὰ ἐπιτίμια τοῖς ἕλκουσι μὴ ἀποδιδόντες ἐν ταῖς τακταῖς προ‐ θεσμίαις. | |
upsilon34 | ὑπό των. Δίων· ταῦτα μὲν δὴ λέγεται ὑπό των. | |
upsilon35 | ὑπερήμισυ. συνέσιος· ὑπερήμισυ καὶ ὁ κυβερνήτης ἦσαν Ἰουδαῖοι. | |
upsilon36 | ὑπολύσας λέγεται καὶ ἐπὶ βοός. Μάξιμος· φέρε εἴ τις ἐπεχείρει τὸν βοῦν ὑπολύσας τῶν ἀρότρων. | |
upsilon37 | ὑπερβάλλεσθαι ἀντὶ τοῦ νικᾶν, καὶ ἀντὶ τοῦ ὑπερτί‐ θεσθαι. Ἡρόδοτος· ἐπείτε ἡμέας συνταχύνειν ἀναγκάζεις καὶ ὑπερβάλλεσθαι οὐκ ἐᾷς. | |
upsilon38 | ὑποθησόμενον ἀντὶ τοῦ ὑποσχεθέντα. Ἡρόδοτος· ἔπεμ‐ ψεν Ἀρισταγόρης Μιλήτου τύραννος σωτηρίην ὑποθησόμενον ὑμῖν, ἤνπερ βούλησθε πείσεσθαι. | 184 |
upsilon39 | ὑπομένειν ἀντὶ τοῦ ἁπλῶς μένειν. Ἡρόδοτος· ἐντειλά‐ μενος τοῖσι στρατηγοῖσι τὸν ναυτικὸν στρατὸν ὑπομένειν ἐν Θέρμῃ. καὶ ὑπομένειν ἀντὶ τοῦ ἐκδέχεσθαι. ὁ αὐτός· ἦσαν δὲ οἵδε Ἑλ‐ λήνων οἱ ὑπομένοντες τὸν Πέρσην ἐν τούτῳ τῷ χώρῳ. | |
upsilon40 | ὑποδέχεται ἀντὶ τοῦ ὑπόσχεται. ὁ αὐτός· Μαρδόνιον, εἰ ἐθέλετε καὶ ὑποδέκεται ταῦτα ποιήσειν, αὐτοῦ καταλιπεῖν. | |
upsilon41 | ὑπεξῆλθον ἀντὶ τοῦ κρυφίως ἔφυγον. ὁ αὐτός· οἱ δὲ ἐς Ἄμφισσαν τὴν Λοκρίδα ὑπεξῆλθον. | |
upsilon42 | ὑβριοπαθῶν ἀντὶ τοῦ πάσχων ὑβριζόμενος. Κύπριος· ἀγανακτῶν, ὡς οἶμαι, καὶ ὑβριοπαθῶν. | |
upsilon43 | ὑπογραφαὶ λέγονται καὶ αἱ ἐπὶ τῶν παρειῶν τῶν γυναι‐ κῶν γινόμεναι χρωματώσεις. Φίλων· καὶ ταῖς τῆς ὄψεως ὑπογρα‐ φαῖς ἐπισκιάζονται. | |
upsilon44 | ὑφ’ ἕνα καιρὸν ἀντὶ τοῦ κατὰ τὸν αὐτὸν καιρόν. καὶ ὑφ’ | |
ἕνα τόπον. Φίλων· πάντων δὲ ὑφ’ ἕνα καιρὸν δεδωκότων δίκην. | 185 | |
phit | Φ. | |
phi1 | φοβερὸς ὁ φόβον ἐμποιῶν. καὶ φοβερὸς ὁ περιδεής. Θου‐ κυδίδης οἱ δὲ φοβεροὶ γενόμενοι ἔφευγον. | |
phi2 | φύσις ἡ οὐσία, καὶ τὸ εἶδος. Σοφοκλῆς· ποταπὸς ἦν τὴν φύσιν; καὶ ἡ γνώμη. οἱ μὲν οὖν εἰδότες τὴν φύσιν τῆς γυναικὸς οἶδ’ ὅτι μοι συγγνώμην ἕξουσι. καὶ φύσις τὸ κάλλος. | |
phi3 | φιλεῖ ἀντὶ τοῦ ἀγαπᾷ. καὶ φιλεῖ ἀντὶ τοῦ εἴωθε. θεολό‐ γος· φιλεῖ γὰρ ἐν τοῖς τοιούτοις φιλιστορεῖν ἡ ψυχή. | |
phi4 | φρίσσει ὁ ἄνθρωπος ταῖς θριξίν, ἡ μάχη ταῖς ἐγχείαις, ἡ θάλασσα τοῖς κύμασι. | |
phi5 | φαίνεται μετὰ ἀπαρεμφάτου λέγεται ἢ μετὰ μετοχῆς. | |
phi6 | φυλάττω τὸ ἐπιτηρῶ. καὶ φυλάττω τὸ ἐκφεύγω. Ἀριστο‐ φάνης· νὴ τὸν Δί’ ὅ τι βούλει, πλὴν πιέζομαι, τοῦτο δὲ φύλαξαι. | |
phi7 | φλογοῦται ἀντὶ τοῦ ἐκκαίεται. Μάξιμος· ὁ μὲν ἀποφλο‐ | |
γοῦται τὰ ὄμματα καὶ λοιδορεῖται πᾶσι. | 186 | |
phi8 | φεύγω ἐπὶ ἐξορίας. καὶ φεύγω τήνδε τὴν δίκην. φεύγω δὲ φόνου ἀντὶ τοῦ κατηγοροῦμαι. | |
phi9 | φώριον τὸ κλέμμα. Λιβάνιος· κομίζεσθαι τὰ φώρια. | |
phi10 | φοιτᾷ ἀντὶ τοῦ ἁπλῶς παραγίνεται. καὶ φοιτᾷ ἀντὶ τοῦ μαθητὴς γίνεται. | |
phi11 | φαῦλον τὸ ἁπλοῦν καὶ ἀπονήρευτον. Εὐριπίδης· φαῦ‐ λόν τ’ ἄκομψον. καὶ φαῦλον τὸ αἰσχρόν. Πλάτων· φαῦλον πρᾶγμα ζητεῖς. καὶ φαῦλον τὸ μέγα. Σοφοκλῆς· εἰ μικρὸς ὢν τὰ φαῦλα νικήσας ἔχω. | |
phi12 | φέρω τὸ ὑπομένω. Εὐριπίδης· φέρει μέν, ἀλγεῖ δ’ αὐχέν’ ἐντιθεὶς ζυγῷ. καὶ φέρω τὸ βαστάζω. Ἀριστοφάνης· οὐκοῦν τὸ βάρος ὃ σὺ βαστάζεις οὗνος φέρει. καὶ φέρω τὸ κομίζω. θεολόγος· ὅσον δὲ εἰς δαίμονας φέρει. καὶ φέρω ἀντὶ τοῦ φέρομαι. Ἡρόδοτος· | |
5 | λέγεται φωνὴν ἐκ τοῦ ἀδύτου γενέσθαι φέρουσαν μὲν πρὸς τὸν Ἀρι‐ στόδικον, λέγουσαν δὲ τάδε. καὶ φέρω τὸ λαμβάνω. Εὐριπίδης· ἐν τούτῳ γὰρ κάμνουσιν αἱ πολλαὶ πόλεις, ὅταν τις ἐσθλὸς καὶ πρό‐ | |
θυμος ὢν ἀνὴρ μηδὲν φέρηται τῶν κακιόνων πλέον. καὶ φέρει ἡ γῆ καρπόν. Ἰώσηπος· πόλις δέ ἐστιν εὐδαίμων αὕτη φοίνικάς τε φέρειν | 187 | |
10 | ἀγαθή. ὅθεν καὶ εὐφορία. | |
phi13 | φορεῖς ἀντὶ τοῦ φέρεις. Δίων· σὺ δέ, ἔφη, καὶ τὸν θυμὸν ἐν τῇ ψυχῇ φορεῖς ἠκονημένον. | |
phi14 | φθόην Δημοσθένης ἐν τῷ περὶ τῶν Λυκούργου παίδων τὴν φθίσιν καλεῖ. | |
phi15 | φοβῶ καὶ ἐκφοβῶ· φοβοῦμαι περὶ σοῦ ἢ περὶ σοί. | |
phi16 | φαυλίζω καὶ ἐκφαυλίζω. | |
phi17 | φημίζω καὶ διαφημίζω. | |
phi18 | φορὰ ἡ κίνησις, καὶ ἡ προσφορά. Ἀριστείδης· καὶ μὴν τούς γε θεοὺς ἀμφοτέρων χάριν εἰκὸς τῇ γῇ τὴν φορὰν πληρῶσαι. καὶ φορὰ ἡ ἐπιτυχία τῶν καρπῶν. Ἀριστείδης· καὶ καρπῶν ἁπάντων φοράν. καὶ Λιβάνιος· ὥσπερ ἂν εἴ τις παρὰ τῆς Δήμητρος | |
5 | αἰτήσας εἰς πλῆθος αὑτῷ γενέσθαι τοὺς καρπούς, εἶτα τυχὼν ἄχ‐ θοιτο τῇ φορᾷ. λέγεται δὲ καὶ δένδρα ἄφορα. Ἡρόδοτος· δένδρεα καὶ καρποφόρα καὶ ἄφορα πολλά. | |
phi19 | φατρία τὸ τρίτον μέρος ἐστὶ τῆς φυλῆς. φράτορες δὲ οἱ τῆς αὐτῆς φατρίας μετέχοντες, καὶ τὸ φατριάζειν τὸ τῆς φατρίας | |
μετέχειν. φατρίαρχος δέ ἐστιν ὁ τῆς φατρίας ἄρχων. | 188 | |
phi20 | φύρω τὸ συγχέω. φυρῶ δὲ ἄρτους, ὅθεν καὶ φύραμα. | |
phi21 | φόνος τὸ τραῦμα. Εὐριπίδης· εἰς σώματ’ αὐτοῦ δεινὸν ἐμβάλλει φόνον. καὶ φόνος ἡ ἐνέργεια, καὶ τὸ φονευθὲν πρᾶγμα. Σοφοκλῆς· ἕζετο μέσον τοῦ ἀρνείου φόνου. | |
phi22 | φίλτατα λέγονται γονεῖς, παῖδες καὶ ὁμόζυγοι ἀλλήλοις. | |
phi23 | φεύγει τις διωκόμενος ὑπό τινος. καὶ φεύγει φυγαδευό‐ μενος καὶ ἐξοριζόμενος. καὶ φεύγει κατηγορούμενος. | |
phi24 | φυλάττομαι τὸ ἐκφεύγω. καὶ φυλάττομαι τὸ ἐξασφαλί‐ ζομαι καὶ ἰδιοποιοῦμαι. | |
phi25 | φάρμακα τὰ σωτήρια καὶ τὰ ὀλέθρια. καὶ φάρμακα τὰ χρώματα. Ἡρόδοτος· οἱ προμαχεῶνες ἠνθισμένοι εἰσὶ φαρμάκοισι. καὶ Ἱμέριος· ὥστε καὶ νειμάμενοι τὴν μορφὴν αὐτοῦ Λύσιππός τε καὶ Ἀπελλῆς, ὁ μὲν φαρμάκοις, ὁ δὲ χαλκῷ τὴν φύσιν τοῦ βασιλέως | |
5 | ἡρμήνευσαν. | |
phi26 | φθόρος ἀττικῶς ἡ φθορά. Θουκυδίδης· καὶ τὸν πλεῖ‐ | |
στον φθόρον τούτῳ ἐνεποίει. | 189 | |
phi27 | φοινικὶς τὸ κόκκινον μαγνάδιον. Ἀριστοφάνης· κατέ‐ παττ’ αὐτοῦ τὴν κεφαλὴν φοινικίδι. | |
phi28 | φεῦ λέγεται καὶ ἐπὶ ἡδονῆς. Ἱμέριος· φεῦ κάλλους, φεῦ μεγέθους. | |
chit | Χ. | |
chi1 | χρηματίζεσθαι ἀντὶ τοῦ πλουτεῖν, καὶ ἀντὶ τοῦ χρήματα ἀπαιτεῖν, καὶ ἀντὶ τοῦ ὁμιλεῖν. Ἡρόδοτος· ἐς τὰ βασιλήια εἰσελ‐ θὼν χρηματίσασθαι τῷ βασιλεῖ. χρηματίζει δὲ ἐνεργητικῶς ἀντὶ τοῦ καταλέγεται· χρηματίζει βουλῇ καὶ δήμῳ. καὶ ἀντὶ τοῦ ἀντα‐ | |
5 | ποκρίνεται· τοῖς πρέσβεσιν ἐχρημάτιζε. καὶ ἀντὶ τοῦ λόγους ἀλλή‐ λοις διδόναι ἤγουν δικαιολογηθῆναι. Ἀριστοφάνης· καὶ χρηματίζειν πρῶτα περὶ Εὐριπίδου ὅ τι χρὴ παθεῖν. | |
chi2 | χρήστης ὁ δανειστὴς καὶ ὁ δανειζόμενος παρὰ τοῖς πα‐ λαιοῖς, ὡς Ἁρποκρατίων λέγει. | |
chi3 | χειλωτὴρ τὸ παρὰ Ῥωμαίοις καπίστριον. | |
chi4 | χαλκοτύπος ὁ χαλκεύς. Λιβάνιος· ὁ γὰρ κακῶς ἀπολού‐ | |
μενος χαλκοτύπος. | 190 | |
chi5 | χρεμετισμὸς καὶ φρυαγμὸς ποιητικῶς ἐπὶ ἵππων. | |
chi6 | χειμάζει ἀντὶ τοῦ τὸν καιρὸν τοῦ χειμῶνος ἔν τινι τόπῳ διαβιβάζει. Ἡρωδιανός· ἐλθὼν δὲ εἰς τὴν Νικομήδειαν ἐχείμαζε. οὕτω καὶ τὸ θερίζει καὶ ἐνεαρίζει. | |
chi7 | χρεία ὅταν ἐν ἐνδείᾳ τίς τινος καθέστηκε καὶ δέηται τού‐ του μὴ παρόντος· χρῆσις δὲ ὅταν τις ἔχων αὐτὸ καρποῦται. | |
chi8 | χρόνιος λέγεται ὁ χρόνον πολὺν ἐπιμένων τινὶ πράγματι. Εὐριπίδης· βεβαρβάρωσαι, χρόνιος ὢν ἐν βαρβάροις. καὶ χρόνιος ὁ μετὰ πολὺν χρόνον ἐλθών. Εὐριπίδης· χρόνιος, ἀλλ’ ὅμως τάχιστα κακὸς ἐφωράθη φίλοις. καὶ Προκόπιος· δέχου τὴν παροῦσαν ἐπι‐ | |
5 | στολήν, χρονίαν μὲν ἀλλ’ ὅμως θαρροῦσαν. | |
chi9 | χρῆται συμφορᾷ ἀντὶ τοῦ δυστυχεῖ. Πλούταρχος· ἐπεὶ δὲ Ἡρακλῆς ἐχρήσατο συμφορᾷ. οὕτω καὶ χρῆται βλάβῃ, ζημίᾳ, ἀνάγκῃ καὶ τὰ ἕτερα. | |
chi10 | χρῄζω καὶ αἰτιατικῇ. Σοφοκλῆς· οὔπω τοσοῦτον ἠπα‐ τημένος κυρῶ ὡς τἆλλα χρῄζειν σὺν κέρδει κακά. | |
chi11 | χρυσίον ὁ χρυσός. Ἀριστοφάνης· ὁ δὲ χρυσοχοεῖ χρυσίον παρὰ σοῦ λαβών. καὶ χρυσίον τὰ νομίσματα. Συνέσιος· οὗτοί μοι | |
προσήγαγον αὐτὸν χρυσίον ὡς ἡμᾶς νομὴν στρατιώταις κομίζοντα. | 191 | |
chi12 | χρῶμαι συντάσσεται αἰτιατικῇ ἀττικῶς. Ἀριστείδης· ἀλλὰ γὰρ οὐκ ἔχω τί χρήσομαι. καὶ γενικῇ. ὁ αὐτός· ἄριστα χρώμενοι τῆς τοῦ μέσου διανοίας. | |
chi13 | χρᾷ ὁ Ἀπόλλων ἀντὶ τοῦ χρησμὸν δίδωσι. χρᾶται δὲ παθητικῶς ἀντὶ τοῦ χρησμὸν λαμβάνει. Ἑρμογένης· χρωμένῳ ἀνεῖλεν ὁ θεός, ἀνδροφόνοις οὐ χρῶ. ἰστέον δὲ ὅτι ἀνδροφόνος λέγε‐ ται καὶ ὁ παιδίον φονεύσας ἢ γυναῖκα. | |
chi14 | χάρις ἡ ἐπαγωγὸς δύναμις. χάρις ἐπανθεῖ τοῖς χείλεσι. καὶ ἡ τιμή. τύμβον δὲ βουλοίμην ἂν ἀξιούμενον τὸν ἐμὸν ὁρᾶσθαι· διὰ μακροῦ γὰρ ἡ χάρις. καὶ χάρις ἡ μὴ ἕνεκεν ἀντιδόσεως ἢ προ‐ ηγησαμένης ἢ μελλούσης δόσις. Ἰώσηπος· ἀλλὰ κατὰ τὴν αὐτοῦ | |
5 | χάριν ἧκεν εἰς τὴν ἐκκλησίαν. καὶ χάρις ἡ ἡδονή. Εὐριπίδης· οἳ τοὺς φίλους βλάπτοντες οὐ φροντίζετε, ἢν τοῖς πολλοῖς πρὸς χάριν λέγητέ τι. | |
chi15 | χωρὶς ἀντὶ τοῦ ἄνευ. καὶ χωρὶς ἀντὶ τοῦ διῃρημένως. Ἡρόδοτος· διέταξε χωρὶς ἑκάστους εἶναι τούς τε αἰχμοφόρους καὶ τοὺς τοξοφόρους. | |
chi16 | χρεὼν χωρὶς τοῦ ἄρθρου ἀντὶ τοῦ πρέπον καὶ ὀφειλόμενον· μετὰ δὲ τοῦ ἄρθρου τὸ χρεὼν λαμβάνεται ἐπὶ θανάτου. Συνέσιος· ἐμποιεῖ δέ τινα διατριβὴν τῷ χρεών. πολλάκις δὲ μετὰ τοῦ ἄρ‐ θρου δηλοῖ τὸ πρέπον καὶ ἀκόλουθον. Συνέσιος· εἰ δὲ διὰ τὸν τῶν | 192 |
5 | περικεχυμένων τῶν πραγμάτων ὄχλον τὸ χρεὼν ἠμέληται, δεῖξον, ὦ θαυμάσιε. | |
chi17 | χειμάζει τὸ καιρὸν τοῦ χειμῶνος ἔν τινι τόπῳ διάγει. Ἰουλιανός· ἐτύγχανον ἐγὼ χειμάζων περὶ τὴν φίλην Δουλκιτίων. καὶ Ἀριστοφάνης· καὶ ταῦτα συνεχειμάζετο. λέγεται καὶ χειμά‐ ζεσθαι ἀντὶ τοῦ κλυδωνίζεσθαι. θεολόγος· εἰς τὸ τῆς λύπης ἑαυ‐ | |
5 | τὸν ἔρριψε πέλαγος καὶ διὰ τοῦτο χειμάζεται καὶ καθεύδει. καὶ χειμάζει ἀντὶ τοῦ χειμών ἐστιν. Ἡρόδοτος· ἡμέρας γὰρ δὴ ἐχεί‐ μαζε τρεῖς. | |
chi18 | χωρεῖ ἀντὶ τοῦ δέχεται. Συνέσιος· οὐδέπω χωρούσης τῆς ἡλικίας οὔτε ψυχῆς οὔτε σώματος τελειότητα. καὶ χωρεῖ ἀντὶ τοῦ ἐπέρχεται ἢ ἐπαύξεται. Ἀριστοφάνης· χωρεῖ τὸ κακόν. | |
chi19 | χαίρειν ἀντὶ τοῦ εὐφραίνεσθαι. καὶ χαίρειν ἀντὶ τοῦ | |
ἐνασμενίζειν ἤγουν ἀντὶ τοῦ ἀσμένως ἔν τινι πράγματι προσκεῖσθαι. καὶ χαίρειν ἀντὶ τοῦ φθείρεσθαι. θεολόγος· τοὺς μὲν τοιούτους λόγους χαίρειν ἐάσατε. | 193 | |
chi20 | χανεῖν πρὸς δέλεαρ ἢ δελέατι ἀντὶ τοῦ καταπιεῖν τὸ δέλεαρ. | |
psit | Ψ. | |
psi1 | ψιάθιον οὐδετέρως καὶ ψίαθος θηλυκῶς. Ἀριστοφάνης δὲ ἀρσενικῶς τοὺς ψιάθους λέγει. | |
psi2 | ψίχες ἀρσενικῶς. θεολόγος δὲ θηλυκῶς λέγει· ἢ ψὶξ παραδραμοῦσα τὸ φαυλότατον. | |
psi3 | ψύχω καὶ καταψύχω, ἀποψύχω τὸ ἀποθνήσκω. ψυχῶ καὶ ἐμψυχῶ τὸ ψυχὴν ἐντίθημι. | |
psi4 | ψευδεγγραφὴ ὄνομα δίκης, ἣν εἰσίασιν οἱ γεγραμμένοι ὀφείλειν τῷ δημοσίῳ, ὡς καταψευσαμένου αὐτῶν τοῦ ἐγγράψαντος τῇ σανίδι, ὡς ἀδίκως ἐγγραφέντες τῷ δημοσίῳ. Ἰσαῖος ἐν τῷ πρὸς | |
Μέδοντα. | 194 | |
psi5 | ψηφίζω ἐπὶ λογισμοῦ. ψηφίζομαι ἀντὶ τοῦ ἀποφαίνομαι. καταψηφίζομαι δέ σου θάνατον. | |
psi6 | ψυχαγωγὸς ὁ ἀνδραποδιστής. Εὐριπίδης· βάσκανον μέγιστον ψυχαγωγόν. τὸ μέντοι ψυχαγωγεῖσθαι ἐπὶ ἡδονῆς τι‐ θέασιν οἱ Ἀττικοί. [τοῦτο καὶ ἐπὶ ἄλλης τινὸς ἀπολαύσεως εἰώθασι λέγειν οἱ Ἀττικοί.] πολλάκις δὲ τιθέασι καὶ ἐπὶ ἀπάτης καὶ παρα‐ | |
5 | λογισμοῦ. Αἰσχίνης· μή τινες ἡμῶν τοῖς ἐπιβουλευομένοις καὶ κακοήθεσι τούτοις ἐψυχαγωγηκόσιν. | |
psi7 | ψευδομαρτυρίας δίκη ἡ κατὰ τῶν ψευδομαρτύρων ἐπίσκεψις. | |
psi8 | ψεύδομαι ἀμετάβατον. καὶ ψεύδομαί σε καὶ καταψεύ‐ δομαί σου μεταβατικόν. | |
omegat | Ω. | |
omega1 | ὡς ἀττικῶς ἀντὶ τῆς εἰς προθέσεως. Ἀριστοφάνης· ᾠχό‐ μην ὡς τὸν θεόν. καὶ Λιβάνιος· οἴκαδε ὡς αὐτὸν ἀγαγών. καὶ | |
Προκόπιος· καί σε θᾶττον ὡς ἡμᾶς αὖθις ἐνέγκοι. | 195 | |
omega2 | ὠνοῦμαι τόδε τὸ πρᾶγμα τῶνδε ἀντὶ τοῦ διὰ τῶνδε. καὶ ὠνοῦμαι τῶνδε ἐλλειπτικῶς, μέρος δηλονότι. Ἡρόδοτος· ὠνέεσθαι τῶν φορτίων τῶν σφιν ἦν θυμὸς μάλιστα. | |
omega3 | ὤκειλεν ἡ ναῦς ἀντὶ τοῦ ἐπλησίασε, κυρίως ὅταν πέτραις ὁ πλησιασμὸς ἐπὶ ἀφανισμῷ γένηται. Θουκυδίδης· καὶ ἐς βράχεα ἀπορίᾳ χωρίων προσώκειλεν. | |
omega4 | ὤνευον ἀντὶ τοῦ εἰς ὑπηρεσίαν ὄνοις ἐχρῶντο. Θουκυδίδης· ὤνευον ἀναδούμενοι τοὺς σταυρούς. | |
omega5 | ὡραία ἡ εὔμορφος. καὶ ὡραία ἡ ὥραν ἔχουσα προσήκουσαν. Δίων· θυγάτηρ δὲ ὡραία γάμου διηκονεῖτο. | |
omega6 | ὤνιον τὸ πρᾶγμα· ὠνὴ ἡ πρᾶσις· ὦνος τὸ εἰς ἀγορὰν διδόμενον. | |
omega7 | ὤφελον ὤφελες ὤφελε συντάσσεται μετὰ ἀπαρεμφάτου. μὴ ὄφελον νικᾶν. αἴθ’ ὄφελες ἄγονός τ’ ἔμεναι ἄγαμός τ’ ἀπο‐ λέσθαι. εἰ δὲ μετ’ εὐθείας ἢ αἰτιατικῆς τὸ ἀπαρέμφατον συνταχθῇ, σόλοικον ποιεῖ τὸν λόγον, οἷον ὤφελον εὐεργετήσειν με ὁ βασιλεύς, | |
5 | καὶ ὤφελον συνέβη με ἀποδεδημηκέναι. | |
omega8 | ὣς δὲ ἀντὶ τοῦ κατὰ τοιοῦτον τὸν τρόπον. Μάξιμος· | |
ὥσπερ γὰρ ἄλλο ἄλλῳ ζῷον ἀλέξημα ἥκει παρὰ τῆς φύσεως εἰς τὸν αὑτοῦ βίον, ὑφ’ οὗ σώζεται, λέουσιν ἀλκή, ἐλάφοις δρόμος, θήρα κυσί, καὶ τῷ μὲν διερῷ γένει αἱ νήξεις, τῷ δὲ μεταρσίῳ αἱ πτήσεις, | 196 | |
5 | τῷ δὲ ἰλυσπωμένῳ οἱ φωλεοί· ὣς δὲ καὶ τοῖς ἀνθρώποις τὰ ἄλλα ἐλαττουμένοις τῶν ἁπάντων, καὶ γὰρ ἀλκὴν ἀσθενέστατοι καὶ ἐλθεῖν βράδιστοι καὶ ἀνίπτασθαι ἀδύνατοι καὶ νήχειν ἀσθενεῖς καὶ φωλεύειν ἀμήχανοι, λόγον αὐτοῖς θεὸς ἔδωκεν. καὶ ὁ θεολόγος· ὣς δὲ καὶ οὗτοι περὶ ὧν ὁ λόγος. | |
omega9 | ὠρυγὴ ἐπὶ λύκου φωνῆς λέγεται, ὠρυγμὸς ἐπὶ λέοντος. | |
omega10 | ὡς μὲν ὡς δὲ ἀντὶ τοῦ ὅτι μὲν ὅτι δέ. Κύπριος· ὅτι δὲ σκιάς τινας ὁ ἡμέτερος οὗτος ἥξει κομίζων ἡμῖν καὶ πλέον οὐδέν, ἴσασιν ὅσοι τὴν αὐτοῦ φύσιν ἴσασιν, ὡς μὲν ἀμβλεῖα, ὡς δὲ νωθρά, ὡς παντὸς μᾶλλον τῶν ἔνδοθεν κινουμένων ἀκίνητος. | |
omega11 | ὡς ἔπος εἰπεῖν ἀντὶ τοῦ ὡς ἐν ὀλίγῳ εἰπεῖν. Ἀριστείδης· οὐ γάρ ἐστι γένος οὐδὲν ὡς ἔπος εἰπεῖν. | |
omega12 | ὡς τὰ πολλὰ ἀντὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον. θεολόγος· ὑφ’ ὧν καὶ φιλεῖ ὡς τὰ πολλὰ κλέπτεσθαι ἡ ἀλήθεια. | |
omega13 | ὡς ἔτι ἀντὶ τοῦ ἕως. θεολόγος· καταγελῶνται δὲ πρὸς τὸ παρόν, ὡς ἔτι ἡ τοῦ θεοῦ χρηστότης κρύπτεται. | |
omega14 | ὡς κεῖται καὶ εἰς μερισμόν. Θουκυδίδης· καὶ ἄλλοι τε | |
παριόντες ἐγκλήματα ἐποιοῦντο ὡς ἕκαστοι. | 197 | |
omega15 | ὠνάμην καὶ ἀπωνάμην τῶν μαθημάτων. | |
omega16 | ὡσεὶ ἀντὶ τοῦ καθά. λαμβάνεται δὲ τῇ φράσει καὶ ἀργόν. Κύπριος· σίτου καὶ κριθῆς ἡμᾶς ὡσεὶ χιλίοις τοῖς πᾶσι | |
δωρεῖται βασιλεύς. | 198 |